Τὰ κρέη εὐτροφώτερα ὑπάρχουσι πάσης τροφῆς καὶ ποιοῦσιν εὐεξίαν σώματος.
Τοὺς ἐσθίοντας οὖν συνεχῶς τὰ κρέη καὶ πίνοντας τὸν οἶνον χρὴ φλεβοτομεῖν.
Μερίζονται γοῦν τὰ γένη τῶν κρεῶν εἰς διαφόρους δυνάμεις. Τὰ μὲν βόειά εἰσι ψυχρὰ καὶ ξηρά. Τὰ δὲ μόσχεια ἔχουσι σύμμετρον τὴν θέρμην καὶ τὴν ὑγρότητα. Τὰ αἴγειά εἰσι ψυχρὰ καὶ ξηρά· τὰ δὲ θήλεια τούτων εἰσὶ βελτιώτερα τῶν ἀρρένων· τὰ ἐρίφεια σύμμετρον ἔχουσι τὴν δύναμιν καὶ ὑγρότητα. Τὰ πρόβεια θερμὰ τὴν φύσιν καὶ ὑγρά· βελτιώτερα γοῦν τὰ ἐνιαύσια καὶ μάλιστα τὰ εὐνουχισμένα· τὰ δὲ μικρὰ ἀρνία κέκτηνται πλείστην ὑγρότητα. Τὰ χοίρεια ἔχουσιν ὑγρασίαν πλείονα καὶ θέρμην ἐλάττονα· γεννῶσιν οὖν εἰς τὰ σώματα πλείστην ὑγρότητα͵ πολὺ φλέγμα· ἐσθιόμενα γοῦν ὀπτὰ μετὰ πεπέρεως ἢ σινάπεως παύει τὴν αὐτῶν ὑγρότητα. Τὰ τῶν ἀγρίων τράγων ὑπάρχει δύσπεπτα καὶ μελαγχολικά. Τὰ τῶν ἐλάφων εἰσὶ θερμὰ φύσει καὶ κοῦφα καὶ γεννῶσι μελαγχολικὸν χυμόν· βελτιώτερα δ΄ αὐτῶν τὰ λίπος ἔχοντα. Τὰ τῶν δορκάδων εἰσὶ θερμὰ καὶ ξηρὰ καὶ δύσπεπτα καὶ ἄτροφα. Τὰ τῶν πτωκῶν ψυχρὰ τῇ φύσει καὶ ξηρά· τίκτουσιν οὖν μελαγχολικὸν χυμόν. Τὰ τῶν ἄρκτων εἰσὶ ψυχρὰ καὶ ἄτροφα καὶ δύσπεπτα. Ποιοῦσιν οὖν εἰς τὰ νεῦρα τρόμους καὶ ἀδυναμίαν. Τὰ τῶν βουβάλων εἰσὶ ψυχρὰ καὶ δύσπεπτα καὶ βαρέα καὶ ἄτροφα καὶ πάνυ βλαβερά. Οἱ γοῦν ἐσθίοντες συνεχῶς πολλάκις ἐμπίπτουσιν εἰς λώβην καὶ ἐλεφαντίασιν μελαγχολικά τε καὶ αἰσχρὰ νοσήματα. Τὰ τῶν ὀρνίθων ὑπάρχουσι βελτιώτερα καὶ κουφότερα πάντων τῶν κρεῶν· γεννῶσιν οὖν αἷμα καθαρὸν καὶ εὔχρηστον. Τὰ δὲ μικρότερα ἀλεκτόρεια ὑπάρχουσι κουφότερα καὶ εὐπεπτότερα· ἁρμόζουσιν οὖν τοῖς ἀνισταμένοις ἀπὸ νόσου. Τὰ δὲ τῶν γηραιῶν ὀρνίθων ὑπάρχουσι ξηρὰ τῇ φύσει. Πινόμενος οὖν ὁ ζωμὸς αὐτῶν διώκει τὴν ὑγρότητα τῶν ἐντέρων. Τὰ τῶν νησσαρίων ἔχουσι πλείονα τὴν θέρμην καὶ παχύτητα τῶν βουβαλείων καὶ γεννῶσι εἰς τὸ σῶμα πλεῖστα περιττώματα. Τὰ τῶν γεράνων ἄγαν ὑπάρχουσι δύσπεπτα καὶ παχέα τῇ φύσει καὶ γεννῶσιν αἷμα ἀγαθόν. Τὰ τῶν περιστερῶν εἰσι θερμὰ τῇ φύσει καὶ ξηρά· τὰ δὲ μικρά εἰσι θερμὰ καὶ ὑγρὰ καὶ δύσπεπτα. Τὰ κρέα τῶν ταώνων ῥέπουσιν εἰς ψῦξιν͵ ὑπάρχουσι δὲ κοῦφα καὶ ταχύπεπτα. Τὰ τῶν μικρῶν στρουθίων εἰσὶ θερμὰ καὶ ὑγρά· ὠφελοῦσι γοῦν τοὺς ἔχοντας τὴν κρᾶσιν ψυχράν.
Αἱ κεφαλαὶ πάντων τῶν ζῴων ὑπάρχουσι παχύτεραι καὶ βαρύτεραι τῶν ἄλλων μορίων καὶ ἔχουσι πλείονα τροφήν. ὁ δὲ μυελὸς τῆς κεφαλῆς ποιεῖ βάρος εἰς τὸν στόμαχον καὶ ἀνατρέπει αὐτὸν εἰς ἔμετον· χρὴ δὲ ἐσθίειν αὐτὸν μετὰ πεπέρεως ἢ σινάπεως.
Οἱ μασθοί εἰσι ψυχροὶ καὶ βραδύπεπτοι καὶ πολύτροφοι͵ ἁρμόζοντες τοῖς ἔχουσι τὸν στόμαχον θερμόν.
Τὰ δὲ ἥπατα θερμὰ καὶ βραδύπεπτα καὶ πολύτροφα. γεννῶσι δ΄ αἷμα μελαγχολικὸν καὶ ἄχρηστον.
Αἱ κοιλίαι πᾶσαι ψυχραὶ καὶ δύσπεπτοι καὶ γεννῶσιν αἷμα φλεγματῶδες.
Οἱ μῦες τῶν κρεῶν γεννῶσιν αἷμα θέρμην ἔχον ὀλίγην.
Τὰ ῥούσια κρέη τὰ μὴ ἔχοντα λίπος γεννῶσιν αἷμα κοῦφον͵ εὔχρηστον· τὰ δ΄ ἔχοντα λίπος γεννῶσι αἷμα ὑγρόν.
Τὰ ἄκρα τῶν ζῴων ὑπάρχουσιν ἐλαφρὰ καὶ ταχύπεπτα καὶ γεννῶσιν αἷμα γλίσχρον.