Ἄνθρωπος.
Ἄγε͵ Ψυχή μου ταπεινὴ͵ σχολάσωμεν καὶ γνῶμεν
Τὴν σύγχυσιν͵ τὸν θόρυβον͵ τὴν ζάλην τῶν πραγμάτων͵
Καὶ τὴν συχνὴν περιτροπὴν͵ καὶ τοὺς πυκνοὺς εὐρίπους͵
Ὡς οἱ γραφεῖς τοὺς ἀμυδροὺς ἐν ἀποστάσει τύπους͵
Καὶ μεταγνῶμεν τῆς παικτῆς τῶν γινομένων σφαίρας͵
Ὑφ΄ ἧς ὡς παῖδες ἀγενεῖς πολλάκις ἀτακτοῦμεν͵
Οὐ συνορῶντες τὸ δεινὸν τῶν ἀθυρμάτων πέρας.
Μέχρι γὰρ τίνος τὸ δοκοῦν͵ μέχρι δὲ ποῦ τὸ ψεῦδος;
Οἰχέθωσαν͵ ἐῤῥέτωσαν͵ ἀρθήτωσαν ἐκ μέσου
Τὰ θέλγητρα͵ τὰ φόβητρα͵ τὰ νόθα προσωπεῖα.
Ψυχή.
Βουλῆς ἀρίστης͵ Ἄνθρωπε͵ μελετωμένης ἤδη
Συνηγορῶ͵ συντρέχω σοι͵ μισῶ τὴν βραδυτῆτα͵
Μὴ πάλιν φιλυπόστροφα τὰ πάθη καταστήσῃ͵
Καὶ γένηταί σοι χείρονα τὰ δεύτερα τῶν πρώτων•
Πλὴν ἔδει τὴν κυβέρνησιν ζητῆσαι πρὸ τῆς ζάλης͵
Καὶ πρὸ τῆς νόσου τὸ δριμὺ καὶ στῦφον τοῦ φαρμάκου͵
Καὶ τὴν στεῤῥὰν περιβολὴν τῶν ὅπλων πρὸ τῆς μάχης•
Νυνὶ δὲ κινδυνεύομεν ἐκ περιττῆς ῥᾳστώνης͵
Καθάπερ οἱ καθεύδοντες καὶ ῥέγχοντες ἐκ μέθης͵
Μετὰ καιρὸν τὸ πρὸ καιροῦ λυσιτελῶς εὑρίσκειν.
Ἄνθρωπος.
Γλυκύτητι πικρότατος ἀνακραθεὶς ὁ βίος͵
Ὁ κλὼψ͵ ὁ κόλαξ͵ ὁ λῃστὴς͵ ὁ δυσμενὴς͵ ὁ φθόρος͵
Θέλγει τὴν φύσιν τὴν θνητὴν͵ ὥσπερ τὸ πῦρ τὰ βρέφη͵
Καὶ τοῖς δοκοῦσι σκυθρωποῖς τὰ σκυθρωπὰ μιγνύει͵
Καὶ συναρπάσει μεταξὺ͵ καὶ παρασύρει τρέχων͵
Καθάπερ πῶλος ὑβριστὴς ἀπαίδευτον ἱππότην͵
Καὶ τοῦ καλοῦ τὴν αἴσθησιν κατὰ μικρὸν ἀμβλύνει͵
Καὶ δείκνυσι φαυλότερον τὸ μέλλον τοῦ παρόντος•
Ἔστι δὲ πάντως ἄμεινον τοῦ θνήσκειν τὸ καθεύδειν͵
Κἂν μόλις ὁ μικρόψυχος ἀνενεγκεῖν ἰσχύσῃ.
Ψυχή.
Δεῦρο λοιπὸν τὸ γηγενὲς καὶ ταπεινὸν σαρκίον
Ἀπὸ βαλβίδος ὃ φασι πάντα διδάσκου πρώτης͵
Καὶ σκόπει μοι τὴν σύζυγον͵ τὴν θαυμαστὴν ἐκείνην͵
Τὴν φίλην͵ τὴν ὁμόψυχον͵ τὴν ὁμογνώμονά σοι͵
Τὴν εὔσχημον͵ τὴν εὔτροπον͵ τὴν εὔνουν͵ τὴν ἀνδρείαν͵
῝Ην ἐπαινεῖ καὶ Σολομῶν πρὸ τῶν ἐνταῦθα λόγων͵
Τὴν εὐγενῆ͵ τὴν φιλεργὸν͵ τὴν λογικὴν τρυγόνα•
Πῶς ᾤχετο͵ πῶς ἔῤῥευσε͵ πῶς ἔσβη͵ πῶς ἐκρύβη͵
Καθάπερ ἄνθος ἐν ἀγρῷ καὶ μετὰ θέρους χλόη͵
Καὶ μετὰ νέφος ἀστραπὴ καὶ χνοῦς ἀπὸ τυφῶνος.
Ἄνθρωπος.
Ἔδει σε͵ φίλη μοι Ψυχὴ͵ τῶν ἄλλων ὑπομνῆσαι͵
Καὶ τὴν ἐσχάτην συμφορὰν εἰσενεγκεῖν ὑστέραν•
Τὰ γὰρ ἐξαίφνης λυπηρὰ τῶν ἐλπισθέντων χείρω͵
Καθάπερ τὴν ἀκήρυκτον τῆς κηρυχθείσης μάχης
Χαλεπωτέραν ἀτεχνῶς οἶδεν ἡ φύσις κρίνειν•
Ἐπεὶ δὲ ταύτην προὔθηκας͵ ὢ τῶν ἐμῶν δακρύων
Καὶ τὴν τοῦ λόγου κεφαλὴν στυγνάζειν ἐπιτρέπεις͵
Γνώρισε δή μοι τὰς κρυπτὰς τῆς ποθουμένης τρίβους•
Λαθοῦσα γάρ με τῆς εὐνῆς ἀπέριττος ἐξέδυ͵
Καὶ νῦν μαθεῖν ἐπιθυμῶ ποῦ μένει͵ ποῦ κοιτάζει.
Ψυχή.
Ζητεῖς ἐκείνην κατιδεῖν; τῶν ἀνεφίκτων τοῦτο•
Τῶν γὰρ δεσμῶν τῶν φυσικῶν ὡς ὄρνις ἀποπτῶσα͵
Καὶ ψαλμικῶς περιστερᾶς μετάφρενα λαβοῦσα͵
Παρὰ τὸν κῆπον τῆς Ἐδὲμ κατέπαυσεν ἀσμένη•
Σὺ δὲ πεσὸς καὶ χαμερπὴς ὑπὸ τῆς ὕλης μένων͵
Πῶς φθάσῃς τὴν ὑπόπτερον͵ πῶς τὴν οὐρανοδρόμον;
Ἄφες τὸν νοῦν τὸν ἄληπτον͵ ἡ τῆς σαρκὸς παχύτης•
Ἄφες τὸ πνεῦμα τὸ γοργὸν͵ ἡ γηγενὴς νωθρότης•
Τῆς γὰρ φωνῆς καὶ τῆς στοργῆς οὐκ ἐπιστρέφεταί σου
Μεμνηστευμένη τῷ Χριστῷ μετὰ φαιδρᾶς λαμπάδος.
Ἄνθρωπος.
῎Ηδειν ἐγὼ καὶ πρότερον͵ κἂν ἐμαυτὸν οὐκ ᾔδειν͵
Ὡς καὶ μετὰ τοῦ σώματος ἄληπτος ἦν ἐκείνη•
Χρυσὸς γὰρ ἅπας παρ΄ αὐτῇ κόνις ἐκρίθη κούφη͵
Καὶ κάχληκες οἱ μάργαροι͵ καὶ τρίβωνες οἱ πέπλοι͵
Καὶ τὰ τῆς δόξης φάσματα γαργαλισμοὶ νηπίων
Εἰκότως ἐνομίσθησαν ὑπὸ μεγαλονοίας.
Ποῦ ταῦτα δὴ τὰ θαυμαστά; ποῦ τὰ σεμνὰ πρακτέα;
Σύνες μοι͵ γύναι͵ τῆς φωνῆς͵ ἀποκρίνω συνήθως͵
Καὶ τῆς ἐντεῦθεν ἡδονῆς μὴ φθόνει τῷ συζύγῳ•
Πάντως γὰρ οἶδας πειθαρχεῖν͵ εἴ τι σοι λέγειν εἶχον.
Ψυχή.
Θαυμάσω σου͵ μικρόψυχε͵ θυροκοποῦντος μάτην•
Ἡ μὲν γὰρ κεῖται μεταξὺ καθεύδουσα τῶν λίθων
Ἐκ τῶν πολλῶν τε καὶ θερμῶν τῆς ἀρετῆς ἱδρώτων͵
Τοῦ μαλθακοῦ καὶ τρυφεροῦ πεπονηκότος σκήνους•
Σὺ δὲ τοῖς ἔξωθεν αὐτὴν περικτυπεῖς θορύβοις;
Οὐ δέδοικας͵ οὐ πέφρικας͵ οὐκ ἠρεμεῖς͵ οὐ τρέμεις͵
Οὐχ ὑποστέλλῃ μετ΄ αἰδοῦς͵ οὐ στέργεις τὸ συμφέρον͵
Ἀλλὰ θρηνεῖς͵ ἀλλὰ πενθεῖς͵ ἀλλὰ κραυγὴν ἐξάγεις•
Σκόπει μὴ τούτοις͵ βέλτιστε͵ τὴν συμφορὰν αὐξήσῃς
Καὶ δυσφορήσῃ κατὰ σοῦ τῆς γυναικὸς τὸ πνεῦμα.
Ἄνθρωπος.
Ἰδοὺ πικρότερον ἡμῖν τὸν χωρισμὸν εἰργάσω͵
Τοὺς θρήνους ἀνακόπτουσα͵ Ψυχή μου͵ τοὺς ἐκ βάθους.
Πῶς οὖν ἐξατμισθήσεται καὶ πόθεν ἀποῤῥεύσει
Τὸ συναχθὲν καὶ παχυνθὲν ἐν τοῖς ἐγκάτοις νέφος͵
Ὡσεὶ δαλὸς ἀπὸ καπνοῦ πρὸς ἔξοδον ὁρμήσας
Μετὰ τὴν περιδίνησιν καὶ τὴν φορὰν τὴν κάτω;
Πῶς δὲ τοῦ πάθους μαρανῶ τὴν φλόγα μὴ δακρύσας;
Ὢ πίμπραμαι καὶ τήκομαι͵ δός μοι͵ φιλτάτη͵ δρόσον•
Δεινοπαθῶ͵ λειποθυμῶ͵ ζητῶ σε τὴν ὁμόπνουν•
Εἰ δ΄ οὖν ἄλλο τι γέγονε͵ μὴ κατοκνήσας λέγειν.
Ψυχή.
Καλὴν ἐκείνην καὶ σοφὴν ἐν γυναιξὶ φανεῖσαν
Ἀπὸ τῆς γῆς πρὸς οὐρανοὺς ὁ πλαστουργὸς ἀνάγει•
Πῶς γὰρ εἰκότως θησαυρὸν λαθόντα καλυφθῆναι͵
Πῶς δὲ τὸν λύχνον τοῦ φωτὸς ὑπὸ τὸν χνοῦν κρυβῆναι͵
Καὶ πόλιν οὕτω θαυμαστὴν ἐπ΄ ὄρους μὴ τεθῆναι͵
Κἂν γοῦν ἀποτινάξασα τὸ πάχος καὶ τὴν ὕλην
Ἐν τοῖς τῶν ζώντων ὀφθαλμοῖς ἐῤῥίπιζε τὴν κόνιν͵
Ἵν΄ οὕτω σκαρδαμώττωσι πληρούμενοι δακρύων•
Ἀλλὰ μισεῖ τοὺς κωκυτοὺς ἡ τῆς χαρᾶς ἀξία.
Ἄνθρωπος.
Λέγε͵ φιλτάτη μοι Ψυχὴ͵ καὶ περὶ τοῦ λειψάνου͵
Καὶ δίδασκε τὴν ἐκτροπὴν τοῦ κάλλους τοῦ συμφύτου•
Ποῦ τὸ τῆς κόμης εὐπρεπὲς͵ ἡ τοῦ μετώπου χάρις͵
Ἡ τῶν ὀφρύων τοξικὴ περιγραφὴ καὶ στάσις͵
Ὁ τῶν ὀμμάτων ἵμερος͵ ἡ τῆς ῥινὸς εὐθύτης͵
Τῶν παρειῶν τὸ φοινικοῦν͵ ὅπως ἐτρύγα ῥόδον
Ὑδροποτοῦσα νουνεχῶς ἐπὶ τροφῇ μετρίᾳ͵
Τὰ χείλη τὰ διάβροχα τῇ τῶν ἰνῶν πορφύρᾳ͵
Καὶ τοῦ τραχήλου τὸ λευκὸν͵ καὶ τῶν χειρῶν ἡ πλάσις͵
Καὶ τὰ λοιπὰ τοῦ σώματος ἐκείνου τοῦ παγκάλου.
Ψυχή.
Μόνων ἐκείνων τῶν χειρῶν καὶ τῶν χρηστῶν ὀμμάτων
Οὐδ΄ ἅψασθαι τετόλμηκε τῆς τελευτῆς ἡ λώβη.
Ποῦ γὰρ ἐχρῆν τοὺς ὀφθαλμοὺς τῆς σωφροσύνης ῥεῦσαι͵
Καὶ γυμνωθῆναι τῆς χλιδῆς τὰς φερεπόνους χεῖρας͵
Ἐν αἷς ὑφαίνετο σοφῶς ὁ πτωχοτρόφος πέπλος;
Τὰ δ΄ ἄλλα τεταρίχευται καὶ μένει σεσηρότα͵
Τῆς φυσικῆς ὑγρότητος ἐξικμασθείσης ἤδη•
Μετὰ δὲ τὸν τῆς σάλπιγγος τῆς τελευταίας ἦχον
Καὶ σάρκες ἀναβήσονται προφητικῶς καὶ φλέβες
Ἐκ τῶν ὀστέων τῶν ξηρῶν καὶ τεταπεινωμένων.
Ἄνθρωπος.
Νῦν ἤδη συντρεχέτωσαν οἱ τραγῳδοὶ τοῦ βίου͵
Καὶ τὴν σκηνὴν θρηνείτωσαν πεσοῦσαν τῶν πραγμάτων͵
Καὶ τὴν δεινὴν ὑπόκρισιν τῆς τύχης καὶ τὸ δρᾶμα
Σωφρόνως κωμῳδείτωσαν ἐπὶ χοροῦ συμφώνου•
Τὸ γὰρ ἀσύμβατον αὐτοῦ σημαίνοντες οἱ λόγοι
Τέφραν καλοῦσι καὶ καπνὸν καὶ κόνιν τὰ παρόντα͵
Καὶ πλάνην καὶ σκοτόμαιναν καὶ βρόχον καὶ παγίδα͵
Καὶ θήρατρον ἀλλόκοτον ἐνέδρας ὑποκρύφου͵
Καὶ χείμαῤῥον ἀφ΄ ὑψηλοῦ καὶ δρέπανον καὶ σφαῖραν͵
῍Η καὶ πεττὸν καὶ συνεχῆ περιτροπὴν ὀστράκου.
Ψυχή.
Ξένον οὐδὲν ὡς ἐκ τῆς γῆς καὶ τῆς ῥευστῆς οὐσίας
Πάλιν εἰς γῆν μετὰ πολὺ τὴν φύσιν ὑποστρέφειν•
Φαίνεται γὰρ καὶ κρύπτεται καὶ τέθηλε καὶ φθίνει͵
Καὶ ζῇ καὶ θνήσκει παρευθὺς ἐν ἐφημέρῳ στάσει͵
Καὶ γίνεται παλίνδρομος͵ καθάπερ ὁ καρκίνος•
Εἰ μὴ γοῦν ὁ πρωτόπλαστος ἐτρύγησε τοῦ ξύλου͵
Καὶ πρὸς τὴν γεῦσιν τῆς φθορᾶς εὐκόλως ἠπατήθη͵
(Φεῦ τῆς πολλῆς ἁπλότητος καὶ τῆς ἀπροσεξίας)
Οὐκ ἂν ὑπερεκάγχαζεν ἐπὶ τοῖς γινομένοις͵
Ὡς μῖμος͵ ὁ Δημόκριτος μαινόμενος ἐμφρόνως.
Ἄνθρωπος.
Ὀλολυζέτω πίτυς μοι͵ πέπτωκε γὰρ ἡ κέδρος͵
῝Ην ηὔξησαν οἱ σταλαγμοὶ τῶν ἀφανῶν δακρύων
Ἐν τῷ Λιβάνῳ τῆς ψυχῆς ἠρέμα πληθυνθεῖσαν•
Πίτυν δὲ λέγω τὸ θνητὸν ὅπερ εἰμὶ σαρκίον͵
Ἀστήρικτον͵ εὐτίνακτον͵ εἰς τὸ πεσεῖν ἑτοίμην.
Εἰ γὰρ ἐκείνην τὴν στεῤῥὰν ἀπὸ τῶν ἔργων κέδρον
Ἀνέσπασε προθέλυμνον τῆς τελευτῆς ἡ λαῖλαψ͵
Ἐγὼ τί πείσομαι λοιπόν; οὐδὲ γὰρ ἔχω βάσιν͵
Οὐ ῥίζαν͵ οὐδὲ στέλεχος͵ οὐδὲ καρποὺς ἐνδρόσους͵
Ὅτι μὴ φύλλα καὶ φλοιὸν καὶ σῆψιν κεκρυμμένην.
Ψυχή.
Περιφανῶς ἀγανακτεῖς͵ εἰ καὶ δοκεῖς λανθάνειν.
Καὶ γὰρ βουλόμενος θρηνεῖν τὴν φίλην ὁμευνέτιν
Εἰσάγεις ἐξεπίτηδες τὴν φύσιν τῶν πραγμάτων͵
Καὶ μεταξὺ φιλοσοφεῖς καὶ φεύγων ὑποστρέφεις͵
Καὶ κλέπτεις τὴν περίστασιν τῷ δόλῳ τῶν σκωμμάτων͵
Ἀλλ΄ ἀναισθητεῖς τοῖς ἐμοῖς ἐπ΄ αὐτοφώρῳ βρόχοις•
Καὶ βούλομαί σε τιμωρεῖν ὑπὸ δεσμοῖς ἀῤῥήτοις͵
Εἰ μὴ φιλοσοφώτερον τὴν συμφορὰν ὑποίσεις.
Ἡ μέντοι μεγαλόψυχος ἐκείνη καὶ γενναία
Πάλιν ἡμῖν ὑπόθεσις τοῦ λόγου καταστήτω.
Ἄνθρωπος.
Ραινόμενος τῶν λόγων σου͵ φίλη Ψυχὴ͵ τοῖς μύροις
Ἀναψυχὴν οὐκ ἀγεννῆ λαμβάνω κατ΄ ὀλίγον•
Ὃ γὰρ ἐζήτουν ἐξαρχῆς τοῦτό μοι πάντα δίδως͵
Τὸ περὶ ταύτης δηλαδὴ τῆς ποθουμένης λέγειν͵
῟Ης τὰς σειρῆνας εὐχερῶς οὐκ ἔχω παρατρέχειν.
Εἰ γοῦν ἐθέλεις ἀναπνεῖν καὶ φθέγγεσθαι καὶ βλέπειν
Ἐμὲ τὸ σῶμα τὸ θνητὸν ᾧ συνεκράθη πάλαι͵
Πεῖθέ μοι τὴν ὁμόζυγον εἰς μέσον παρελθοῦσαν
Ρῆξαι φωνὴν καὶ πρὸς ἡμᾶς ἑστῶτας κεχηνότας•
Ναὶ ταύτην͵ εἴπερ ἐγχωρεῖ͵ κατάθου μοι τὴν χάριν.
Ψυχή.
Σὺ μὲν ζητεῖς ἀδημονῶν͵ ἐγὼ δὲ πειθαρχῶ σοι•
Τὴν μέντοι πάλαι σιγηλὴν ἄρτι λαλεῖν ἐργῶδες•
Καὶ γὰρ πεπαιδαγώγηται καθείρξασα τὴν γλῶτταν
Καὶ τάξιν ἐν τοῖς χείλεσιν ἐφάνη στειλαμένη•
Πλὴν ἀλλὰ δεῦρο πρὸς ἡμᾶς͵ γύναι φιλτάτη͵ δεῦρο
Καὶ ζῶσα φθέγξαι καθαρῶς καὶ παραμύθησαί μοι
Τὸν ἄνδρα τὸν ὁμόψυχον εἰ θανατῶντα βλέπεις.
Ἆρα συνῆκας τῆς φωνῆς͵ ἢ καὶ λοιπὴν προσθήσω;
Δοκῶ γὰρ ἐξυπνίζειν σε μηδὲν ἀγανακτῶσαν͵
Ἐπεί μοι συνεγίνωσκες εἴ τι καὶ πρὶν ἀτόλμως.
Ἡ σύσυγος.
Τί τοῦτο͵ φιλοσώματε; τί τοῦτο͵ μικρολόγε;
Τί με καλεῖς ἐπὶ τὸν χοῦν ἀπὸ τῶν οὐρανίων;
Τί με πρὸς σῶμα χαμερπὲς ὀτρύνεις ἀναστρέφειν;
Τί πρὸς τὸ σκότος τῶν παθῶν ἀπὸ φωτὸς ἀδύτου;
Τί πρὸς τὸ δεσμωτήριον ἐκ τῆς ἐλευθερίας;
Οὐ δέχομαι τὴν πρόῤῥησιν͵ οὐκ ἀγαπῶ τὴν σχέσιν͵
Ἀγανακτῶ πρὸς τὴν φωνὴν͵ πάλιν ὑπνώττειν θέλω͵
Τὸν θόρυβον οὐ δέχομαι͵ ποθῶ τὴν ἡσυχίαν•
Κἂν γὰρ ὁ σύζυγος χρηστὸς ἀπὸ τῶν πεπραγμένων͵
Ἀλλ΄ οὔπω μοι γλυκύτερον ὧν ἔσχον μετὰ πότμον.
Ψυχή.
Ὑπόμεινον τὴν πρόσκλησιν καὶ φθέγξαι μοι πολλάκις•
Οὐδὲ γὰρ ἀναγκάσομεν͵ ἀλλὰ παρακαλοῦμεν
Μὴ δὴ κατάσχῃς μηδαμῶς τοῦ σώματος τὴν δρόσον
Ὕλης ἁπάσης καὶ φθορᾶς ἐφάπαξ ὑπερτέρα•
Σὺ μὲν γὰρ ἴσως τὰ σαυτῆς ἀφιλοκόμπως φράσεις͵
Καὶ πρός με τὴν ἀφήγησιν εἰκότως παραθήσεις•
Ἐγὼ δὲ πρὸς τὸν ἄνθρωπον τοὺς λόγους παραπέμψω
Σπουδάζουσα͵ πρεσβεύουσα͵ διδάσκουσα τὸν τρόπον•
Ἴσθι γὰρ ἄν τι δύναιτο λυσιτελὲς εὑρίσκειν͵
Εἰς τοῦτον πορευόμενος μέχρι τινὸς τὸν βίον.
Ἡ σύσυγος.
Φιλενδεικτεῖν με πρὸ καιροῦ μὴ νόμιζε κειμένου͵
Οὐ μὰ τὴν ἄνω δύναμιν͵ οὐ μὰ τὴν κάτω νόσον͵
Οὐ μὰ τὴν κάτω κίνησιν͵ οὐ μὰ τὴν ἄνω στάσιν•
Ἐπεὶ δὲ τὰ συντείνοντα μανθάνειν ἱκετεύεις͵
Ἄκουε δὴ μετὰ σιγῆς καὶ πόρθμευε τοὺς λόγους•
Εἰ μὴ ῥᾳθύμως πρὸς αὐτοὺς καὶ μικροψύχως ἔχεις͵
Μεγάλη καὶ δυσέκνιπτος ἐν τοῖς θνητοῖς ἡ πλάνη
Τοῖς ἀναισθήτοις καὶ τυφλοῖς καὶ φαύλοις καὶ προσφάτοις͵
Φεῦγε͵ Ψυχὴ ταλαίπωρε͵ τὴν ἐν τῇ ψάμμῳ στέγην͵
Καὶ μὴ ληφθῇς ἐν τοῖς δεσμοῖς τῆς ὑποσπώσης ὕλης.
Ψυχή.
Χάριν εἰσόμεθα πολλὴν εἰ σαφηνίζεις τάδε͵
Καὶ μὴ καθάπερ αἴνιγμα τὴν φράσιν ἐπικρύπτεις•
Οἱ γὰρ νοσοῦντες χαλεπῶς κωφεύουσι πολλάκις͵
Καὶ δεῖ συχνῆς τε καὶ τρανῆς τῆς ἐπὶ τούτοις γλώττης•
Εἰ δὲ παθοῦσα τὴν σιγὴν μακρηγορεῖν οὐ θέλεις͵
Εἰπὲ λακωνικώτερον τὸν περὶ τούτων λόγον͵
Καὶ πάλιν ἔχου τῆς εὐνῆς καὶ τῆς Ἐδὲμ τῆς φίλης͵
Καὶ τῆς ἀρίστης ἀμοιβῆς τῶν προκατωρθωμένων͵
Καὶ τοῦ νυμφῶνος τῶν ψυχῶν καὶ τῆς τρυφῆς τῆς ξένης•
Οὐδὲ γὰρ δυσφορήσομεν οὐδὲ χαλεπανοῦμεν.
Ἡ σύσυγος.
Ψυχὴ καθάπερ ἔμβρυον εἰς τὸν τῆς μήτρας γνόφον
Στενούμενον σφιγγόμενον θλιβόμενον χρονίζον͵
Εἶτα πρὸς φῶς ὑπεκδραμὸν ἀγανακτεῖ καὶ κλᾴει•
Τὸν γὰρ ἐνταῦθα πλατυσμὸν οὐκ οἶδε πρὸ τῆς πείρας.
Οὕτω καὶ πᾶς τις ἄνθρωπος ταῦτα βελτίω κρίνων
Πρὸς τὴν ἐκεῖθεν ἔλλαμψιν δυσαρεστεῖ πολλάκις•
Εἰ δὲ σαφῶς ἠπίστατο πῶς ἔχει τὰ τοῦ τέλους͵
Καὶ τὰ μὴ μεταπίπτοντα καὶ τὰ λυσιτελοῦντα͵
Τούτων ἂν πάντως τῶν φθαρτῶν ἐμφρόνως ἀπεπήδα͵
Καὶ τοὺς δεσμοὺς τοὺς ἐμπαθεῖς ἐῤῥήγνυ παραυτίκα.
Ἄνθρωπος.
Ὦ χαῖρε͵ φίλη μοι Ψυχὴ͵ καὶ ζῆθι καὶ φαιδρύνου͵
Καὶ συναντιλαμβάνου μοι τῆς περὶ ταῦτα γνώμης͵
Ὅτι συνῆκα τῆς φωνῆς τῆς μελιχρᾶς ἐκείνης͵
Ὅτι κατέγνων τῶν τῆς γῆς πραγμάτων ὡς ἀστάτων͵
Ὅτι φιλοσοφώτερον ἄρτι λαμβάνω βίον͵
Μὴ στερηθῶ τῶν ἀγαθῶν τῶν περὶ τὴν ὁμόπνουν•
Ἄλλοις ὁ κόσμος ποθεινὸς͵ ἄλλοις ὁ φροῦδος τῦφος͵
Ἅλις ἐμοὶ τῶν κωκυτῶν͵ ἅλις ἰδοὺ τῶν θρήνων•
Παιδαγωγείτω μοι λοιπὸν ἐπὶ τοῖς ἀβουλήτοις
Καὶ ῥυθμιζέτω μοι τὸν νοῦν τῆς γυναικὸς ἡ μνήμη.