Ἐζήτει γοῦν Ἀλέξανδρος εὑρεῖν Θεὸν τὸν πάντα
δερκόμενον͵ ὡς δυνατὸν αὐτῆς γῆς προνοοῦντα.
Ποιήσας μέγαν δὲ βωμὸν ἀπ΄ ἐναντίας ἥρου͵
ὃς καὶ καλεῖται μέχρι νῦν βώμιον Ἀλεξάνδρου͵
θυσίας ἐπετέλεσε πολυτελεῖς ἐν τούτῳ.
Ὅθεν καὶ προσευξάμενος τοιάδε προσεφώνει·
Ὅστις ὑπάρχεις͵
δέσποτα͵ μέγας Θεὸς τῶν ὅλων
καὶ προνοούμενος τῆς γῆς ἀτέρμονά τε κόσμον
ὡς δυνατὸς ἐπιδερκῇ͵ δέξαι μου τὴν θυσίαν
καὶ βοηθὸς ἐμοὶ γενοῦ μᾶλλον ἐν τοῖς πολέμοις.
Ταῦτα δ΄ εἰπὼν Ἀλέξανδρος καὶ τῷ βωμῷ προσθύσας
αὐτὴν θυσίαν ἅπασαν͵ μέγιστος παραυτίκα
ἀεροπόρος ἀετὸς θυσίαν ἀφαρπάσας
καὶ πάντα σπλάγχνα θύματος͵ ἀπέπτη πρὸς αἰθέρα͵
ἐφ΄ ἕτερον βωμὸν δ΄ ἐλθὼν ἔρριψεν ἐκεῖ ταῦτα.
Εἶπον οὖν οἱ κατάσκοποι τὸν τόπον Ἀλεξάνδρῳ͵
ὃς καὶ παραγενόμενος ἐκεῖσε παραυτίκα
εἶδε βωμῷ προσκείμενα θύματα σὺν τοῖς σπλάγχνοις.
῏Ην δὲ καὶ μέγας ὁ βωμὸς κτισθεὶς ἐκ παλαιτέρων͵
ἔχων καὶ προκαθήμενον ξόανον ἔνδον τούτου͵
τῇ μὲν χειρὶ τῇ δεξιᾷ κατέχοντα θηρίων
γένη πολλὰ πολύμορφα͵ τῇ δὲ λαιᾷ τῇ τούτου
σημείου σκῆπτρον φέροντα͵ κόρης δὲ παρεστῶτα
κατ΄ ἄντικρυ φαινόμενον ἔχων ἄγαλμα μέγα·
ὅθεν προσεπυνθάνετο παρὰ τῶν κατοικούντων
ἐκεῖσε͵ θέλων τοῦ μαθεῖν τίς ἐστι Θεὸς οὗτος·
οἵτινες εἶπον πρὸς αὐτὸν μὴ τοῦτον κατειδέναι͵
ἐκ προπατόρων δὲ μαθεῖν ἄγαλμα Διὸς εἶναι͵
῞Ηρα δ΄ ἡ κόρη πέφυκεν ἡ τούτῳ παρεστῶσα·
ἐν ᾧ προσεθεάσατο μεγίστους ὀβελίσκους͵
Θεῷ τῷ Σαραπίωνι τούτους ἐπικειμένους
τῶν περιβόλων ἔξωθεν͵ αὐτοῦ βωμοῦ πλησίον·
ἐν οἷς ἦσαν καὶ γράμματα μεθ΄ ἱερογλυφίας
κεχαραγμένα πρότερον· ἔλεγον δὲ τοιαῦτα·
Ναὸς ὑπάρχε· πολιὸς τὸ γῆρας ἐν τῇ πόλει͵
....................
ἁπάντων ὑπερφέρουσα πλήθη πολλὰ τῶν ὄχλων͵
ἀέρων εὐκρασίαις τε πολλαῖς ἐπιτυχοῦσα·
ἐγὼ δὲ ταύτης γένωμαι προστάτης καὶ δεσπότης͵
ἵνα μὴ ταύτῃ χαλεπὰ τὰ τέλη ὑπομείνῃ͵
ἢ καὶ λοιμοῦ καὶ τοῦ σεισμοῦ κίνδυνος ἐπισταίη·
ἀλλ΄ ὥσπερ ὄνειρος αὐτὸς ἀκόπως προσδραμεῖται͵
ἥξουσι πλεῖστοι βασιλεῖς οὐ μαχεσθῆναι ταύτην͵
ἀλλ΄ εἰς προσκύνησιν αὐτῆς τούτους ἐληλυθέναι·
σὺ πρῶτον ἀποθεωθεὶς νεκρὸς προσκυνηθήσῃ
καὶ δῶρα λήψῃ πάντοτε μεγίστων βασιλέων͵
αὐτήν δ΄ οἰκήσεις καὶ θανὼν καὶ μὴ θανὼν τὴν πόλιν·
ἕξεις καὶ τάφον τὴν αὐτὴν ἥντινα κτίζεις πόλιν.
Δείξω σε γοῦν͵ Ἀλέξανδρε͵ τίς πέφυκα συντόμως.
Σύνθεσον δὶς τοῖς ἑκατὸν καὶ μίαν πάλιν ψῆφον͵
ἕτερα πάλιν ἑκατόν͵ σὺν τούτοις μίαν ψῆφον͵
καὶ σὺν τετράκις εἴκοσι δέκα πρὸς τούτοις κράτει͵
τὸ πρῶτον γράμμα δὲ λαβὼν ἔσχατον τοῦτο ποίει͵
καὶ τότε μάθοις ἀκριβῶς͵ Θεὸς ἐγὼ τίς πέλω.
Ταῦτα δ΄ ὁ Σάραπις αὐτῷ μετὰ χρησμοῦ προλέγει.
Μαθὼν δ΄ Ἀλέξανδρος χρησμὸν Σάραπιν προσεπέγνω͵
ὅστις καὶ Παρμενίωνι προσεῖπε τῷ Σατράπῃ
κατασκευάσαι ξόανον τῷ Σάραπι ταχίστως͵
καὶ τέμενος ἐμφέρες τοῖς στοιχείοις τοῖς Ὁμήρου͵
καθὼς αὐτὸς ὡς ἀοιδὸς Ὅμηρος προσεφώνει·
ἦ καὶ κυανέῃσιν ἐπ΄ ὀφρύσι νεῦσε Κρονίων͵
ἀμβρόσιαι δ΄ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
κρατὸς ἀπ΄ ἀθανάτοιο· μέγαν δ΄ ἐλέλιξεν Ὄλυμπον.
Ὁ Παρμενίων οὖν αὐτὸς ἐσκεύασε καλλίστως
τὸ Σαραπείου τέμενος σὺν τῷ ξοάνῳ τούτου͵
καὶ πάντα τὰ τῆς πόλεως καλῶς οἰκονομήθη.
Ἔνθεν αὐτὸς Ἀλέξανδρος σὺν πάσῃ τῇ δυνάμει
καὶ τοῖς σατράπαις τοῖς αὑτοῦ πρὸς Αἴγυπτον ἀπῄει.
Καὶ πέμψας πάντα λύβερνα τάχιστα πρὸς Τριπόλιν͵
προσέταξεν αὐτοῖς αὐτὸν ἐκεῖσε περιμένειν.
῎Ηρχετο γοῦν
Ἀλέξανδρος μετὰ τῶν στρατευμάτων͵
ἐχόντων τούτων δυσχερῶς πρὸς τὴν ὁδοιπορίαν.
Σὺν δ΄
Ἀλεξάνδρῳ πάρησαν χωροπροφῆται πλεῖστοι͵
Θεοὺς αὑτῶν κομίζοντες ἐκ τῶν ὁρίων τούτων͵
θύοντες ἅπασιν αὐτοῖς͵ αὐτὸν δὲ βασιλέα
καὶ νέον κοσμοκράτορα λέγοντες καὶ μονάρχην.
Ἐπεὶ δ΄ εἰς Μέμφιν ἔφθασαν τὴν οὖσαν ἐν Αἰγύπτῳ͵
Ἡφαίστου
θρονιστήριον οὗτος κατεθρονίσθη·
καὶ τοῦτον ὡς Αἰγύπτιον κοσμοῦσι βασιλέα͵
βάλλοντες βύσσινον στολήν͵ μεγάλως εὐφημοῦντες.
Ὅθεν ἰδὼν Ἀλέξανδρος μέγιστον ἀνδριάντα
ἐκεῖσε καθιστάμενον ἐκ λίθου πορφυρίτου͵
εἰς δὲ τὴν βάσιν τὴν αὐτοῦ προσγεγραμμένα ταῦτα·
Οὗτος φυγὼν ὁ βασιλεὺς Αἰγύπτῳ πάλιν ἥξει
μὴ φέρων γῆρας ἀσθενές͵ ἀλλὰ νεάζων μᾶλλον͵
καὶ Πέρσας τοὺς ἐχθροὺς ἡμῶν ἡμῖν καθυποτάξει͵
ἠρώτα θέλων τοῦ μαθεῖν παρὰ τῶν Αἰγυπτίων͵
πέφυκε τίνος ἀνδριὰς ᾧ προσεγράφη ταῦτα;
Οἱ δέ͵ Νεκτεναβώ͵ φησίν͵ ὦ βασιλεῦ͵ τυγχάνει͵
ἐς ὕστερον γενόμενος ἄναξ τῶν Αἰγυπτίων·
ὃς ἐρχομένων τῶν Περσῶν Αἴγυπτον καταστρέψαι͵
εἶδε διὰ τῆς μαγικῆς δυνάμεως καὶ τέχνης
τῶν Αἰγυπτίων τοὺς Θεοὺς στρατὸν τῶν πολεμίων
.......................
τὴν ἐν αὐτῷ γενήσεσθαι μέλλουσαν προδοσίαν͵
καὶ δειλιάσας ἔφυγε λαθραίως ἐξ Αἰγύπτου.
Ζητούντων οὖν ἡμῶν αὐτὸν καὶ καταδυσωπούντων
ἰδίοις ἅπασι θεοῖς͵ ὥστε μαθεῖν ἐκ τούτων
τί γέγονεν ὁ βασιλεύς͵ ἡμῖν χρησμὸς ἐδόθη
παρὰ Σαράπιος Θεοῦ τοῦ πρὸς τοῖς ἀδυτείοις·
Οὗτος φυγὼν ὁ βασιλεὺς Αἰγύπτῳ πάλιν ἥξει
μὴ φέρων γῆρας ἀσθενές͵ ἀλλὰ νεάζων μᾶλλον͵
καὶ Πέρσας τοὺς ἐχθροὺς ὑμῶν ὑμῖν καθυποτάξει.
Ὡς δ΄ ἤκουσεν Ἀλέξανδρος Νεκτεναβῶ τὴν κλῆσιν͵
κατεμπηδᾷ ταχύτατα πρός τε τὸν ἀνδριάντα
καὶ
συμπεριπλακεὶς αὐτῷ λέγει τοῖς Αἰγυπτίοις·
Οὗτος ἐμὸς πατήρ ἐστιν͵ ἐγὼ δὲ τούτου πάις·
οὐ κατεψεύσατο λοιπὸν χρησμὸς ὁ περὶ τούτου.
Θαυμάζω γοῦν ὅπως ὑμεῖς͵ ἄνδρες γενναῖοι ὄντες͵
ἔχοντες πύργους ἰσχυρούς͵ στερέμνια δὲ τείχη͵
ὡς μὴ κατασκαφόμενα παρὰ τῶν πολεμίων͵
ἐχθροῖς κατεδουλώθητε βαρβάροις ἀνισχύροις.
Ἀλλὰ προνοίας ἔνεστι τοῦτο τῆς ἀνωτάτης
καὶ δικαιότητος Θεῶν τῶν πάντα προσβλεπόντων͵
ὅπως ὑμεῖς κατέχοντες γῆν καρποφόρον μᾶλλον
καὶ ποταμὸν τὸν μέγιστον Νεῖλον τὸν κοσμοτρόφον͵
γένησθε δοῦλοι τοῖς ἐχθροῖς μὴ κεκτημένοις δέρας.
ἔθνησκον γὰρ οἱ βάρβαροι μὴ κεκτημένοι δέρας.
Οὕτως εἰπὼν Ἀλέξανδρος ᾔτει παρ΄ αὐτῶν φόρους͵
ὡς καὶ Δαρείῳ πρότερον ἐδίδουν τῷ Περσάρχῃ͵
οὐχ ἵνα φήσας πρὸς αὐτοὺς εἰς ταμιεῖον βάλλω͵
ἀλλ΄ εἰς τὴν πόλιν τὴν ὑμῶν προσδαπανήσω ταῦτα͵
τὴν νέαν Ἀλεξάνδρειαν κατ΄ Αἴγυπτον τὴν οὖσαν͵
μητρόπολιν ὑπάρχουσαν πάσης τῆς οἰκουμένης.
Εἰπόντος οὖν οὕτως αὐτοῦ δεδώκασιν οἱ πάντες
αὐτῷ πολλὰ τὰ χρήματα͵ διὰ τοῦ Πηλουσίου
καλῶς αὐτὸν προπέμποντες μετὰ τιμῆς μεγίστης͵
σύν τε κυμβάλοις καὶ χοροῖς͵ σαλπίγγοις εὐφημοῦντες.