ΑΛΕΞΑΝΔΡΟΣ Ο ΒΑΣΙΛΕΥΣ 13η συνέχεια


Ὁδοιπορίαν οὖν αὐτὸς πάλιν προσεποιεῖτο͵

καὶ προσελθὼν ἐπί τινα πεδίον͵ ἐπ΄ ἐδάφους

μέγιστον βλέπει χώρημα πρὸς ἄπειρον ἐκτεῖνον͵

κωμῶν δὲ συνεχόμενον δώδεκα θαυμασίως.

Κῶμαι δ΄ οὖν ὠνομάζοντο Στηράφιος͵ Φανέτη͵

Ἔδμητος͵ Εὔπυργος αὐτή͵ Ρακῶτις σὺν Ἐπαίνῃ͵

Κραμβῖτις͵ Ἠδιόδεσσα͵ Μηνῖτις ἡ μεγίστη͵

ἡ Νεφελῖτις͵ Πελασσός͵ καὶ σὺν αὐτῇ Θουργίτη·

μητρόπολις δ΄ ἐτύγχανε τῶν ἄλλων ἡ Ρακώτη.

Εἶχον οὖν αὗται ποταμοὺς αἱ προρρηθεῖσαι κῶμαι

μεγάλους͵ καταχέοντας εἰς θάλασσαν τὸ ῥεῦμα͵

μεμετρημένους δώδεκα͵ πολυπληθύους πάνυ͵

ἐς ὕστερον δ΄ ἐχώσθησαν σὺν τοῖς ὑδραγωγείοις͵

ὡς πλατυτέρας τὰς ὁδοὺς καὶ ἀγυιὰς γενέσθαι·

καὶ μόνοι διαρρέουσιν͵ οἵτινες μέχρι τούτου

εἰς θάλασσαν ἐκχέουσι τὸ νᾶμα παμπληθύως.

Ἔστι δ΄ ὁ πρῶτος ποταμὸς τῇ κλήσει Ρακωτίτης͵

ὃς κατ΄ εὐθεῖαν ἔρχεται ναοῦ τοῦ Σαραπείου.

Εἶτα διῶρυξ ἔνεστιν͵ ἐν ᾗ καὶ τὸ Τυχεῖον.

Ὁ ποταμὸς οὖν ἕτερος Ἕρμαιος οὗτος κλήσει͵

μεθ΄ ὃν διῶρυξ ἔνεστιν Ἀρείου φέρων στύλους͵

Νεφελωτίτης ποταμὸς͵ ἐκθέματα σὺν τούτῳ·

πρὸς τούτοις μέγας ποταμὸς Ἴσιον τὸ Νεφέρου͵

ὃ γέγονε πρωτόκτιστον θεῖον Ἀλεξανδρείας.

Ἕτερος ταύτῃ ποταμὸς καλούμενος Ἀργαῖος͵

ἄλλος σὺν τούτῳ ποταμὸς Κανωπικὸς τῇ κλήσει͵

ῥέων ὡσαύτως ποταμὸς στόματος Ἡρακλέου͵

μέχρι καὶ τῆς Πανδύσεως οὕτω πως καλουμένης.

Τὸ μῆκος δὲ τῆς πόλεως ἕως Πτολεμιαίου

Ἡρακλεώτου στόματος καλῶς ἐζωγραφήθη

παρ΄ Ἀλεξάνδρου πρότερον͵ εἶτα τὸ πλάτος ταύτης

ἀπὸ Μηδίου Βουσιλᾶ μέχρις ἐν Ἑρμουπόλει.

Οὐ κέκληται δ΄ Ἑρμούπολις͵ Ὁρμούπολις δὲ μᾶλλον͵

ὡς πᾶς ὁ κατερχόμενος πρὸς γῆν τὴν τῆς Αἰγύπτου

καὶ πάλιν ἀνερχόμενος ἐκεῖσε προσορμίζει.

Μέχρι τοῦ τόπου τούτου γοῦν Ἀλέξανδρος

τὴν πόλιν σοφῶς ἐχωρογράφησεν· ὅθεν Ἀλεξανδρεία

ἡ πόλις ὀνομάζεται σχοῦσα τὴν κλῆσιν τούτου.

Ὁ Κλεομένης οὖν αὐτὸς τῇ κλήσει Ναυκρατίτης

καὶ Λυροκράτης Ρόδιος ἔλεγον Ἀλεξάνδρῳ͵

μὴ τηλικαύτην͵ βασιλεῦ͵ μεγάλην κτίσῃς πόλιν·

ὄχλων ἐμπλῆσαι γὰρ αὐτὴν οὔ ποτε κατισχύσεις.

Εἰ δὲ καὶ κατισχύσειας͵ οἱ τὴν ξηρὰν οἰκοῦντες

οὐ δυνηθήσονταί ποτε σίτου κατακορέσαι.

Οἱ κατοικοῦντες δ΄ ἐν αὐτῇ μάχιμοι πρὸς ἀλλήλους

οὗτοι κακῶς γενήσονται͵ μεγεθεστάτης οὔσης͵

καὶ συμφθαρήσονται λοιπόν· οἱ γὰρ μικροπολῖται

εἰσὶν ὡς εὐσυμβούλευτοι καὶ πρὸς αὐτὸ συμφέρον

τῇ πόλει συμβουλεύουσιν· ἐπὰν δὲ κτίσῃς οὕτως͵

ὥσπερ ἐσκέψω͵ βασιλεῦ͵ μεγίστην ταύτην πόλιν͵

αὐτοὶ διχοστατήσουσιν οἱ κατοικοῦντες ἔνδον͵

κακῶς προσαπολλύμενοι͵ καθὼς προεδηλώθη.

Πεισθεὶς δ΄ αὐτὸς Ἀλέξανδρος ἐκέλευσεν αὐτίκα

τοῖς ἀρχιτέκτοσιν αὐτοῖς κτίζειν τὴν πόλιν μέτροις

καλοῖς͵ οἷς οὗτοι βούλονται͵ πρὸς τὸ συμφέρον ταύτης.

Οἱ δὲ τὸ μῆκος πόλεως χωρογραφοῦσιν οὕτως·

ἀπὸ τὴν Ταφοσίρεως τοῦ δράκοντος ταινίαν

μέχρις Ἀγαθοδαίμονος τοῦ ποταμοῦ Κανώβου

καὶ τοῦ Μηδίου Βασιλᾶ τοῦ πλάτους Εὐρολόχου

καὶ Μελανδίου κτίζεσθαι προσέφησαν τὴν πόλιν.

Κελεύει γοῦν Ἀλέξανδρος ἐκεῖ τοῖς κατοικοῦσιν

εἰς κώμας τούτους ἔρχεσθαι καὶ χώρημα διδόναι

μιλίων πρὸ τριάκοντα καὶ δωρεὰς προσνεῖμαι͵

Ἀλεξανδρεῖς χαρίσασθαι λέγειν αὐτοὺς ἐς δεῦρο.

῏Ησαν δ΄ ἀρχίποδες κωμῶν Εὐρύχοος Μελάνθου͵

ἔνθεν ἡ κλῆσις μέχρι νῦν διέμεινε κρατοῦσα.

Σκέπτεται γοῦν Ἀλέξανδρος ἄλλους σὺν τούτοις στῆσαι

πόλεως ἀρχιτέκτονας͵ ὃ καὶ προσεγεγόνει͵

ἐν οἷς ἦν καὶ Νουμήνιος ὁ Δευτικός͵ λατόμος͵

καὶ Κλεομένης Κρατερός͵ Ὀλύνθιος Ναυκράτης͵

σὺν τούτοις ὁ πρεσβύτερος Ἡρώας ὁ Λυθήκης.

Ὁ δὲ ῥηθεὶς Νουμήνιος ὁμαίμονα κατεῖχεν͵

τὴν κλῆσιν σχὼν Ὑπόνομος· ὃς βασιλεῖ προσεῖπε

κτίσαι τὴν πόλιν ἐξ αὐτῶν͵ φημί͵ τῶν θεμελίων͵

ὑδραγωγοὺς ποιῆσαί τε͵ ὀχετηγοὺς καὶ πόρους

ῥέοντας εἰς τὴν θάλασσαν τούτους ἀνεμποδίστως.

Αὐτῷ πεισθεὶς δ΄ Ἀλέξανδρος προσέταξε γενέσθαι͵

ὅπερ οὐκ ἔχει μέχρι νῦν ἄλλη τις πόλις τοῦτο.

Καλοῦνται γοῦν ὑπόνομοι διὰ τὸν προρρηθέντα

Νουμήνιον Ὑπόνομον τὸν Λιβυκὸν ἐκεῖνον.

Ἄνδρες οἱ δηλωθέντες δὲ θέντες θεμέθλων ὅρους͵

λίθους μεγίστους ἔβαλον πόλιν οἰκοδομοῦντες.

Ἐκεῖσε δ΄ αὖθις ἀνελθὼν Ἀλέξανδρος καὶ πάλιν͵

 καὶ ποταμοὺς πολλοὺς εὑρὼν κωμῶν διώρυγάς τε͵

 ἔκλεισε ταύτας ἀσφαλῶς· εἶθ΄ οὕτως ἐν θαλάσσῃ·

......................

καὶ ταύτην εἰς ἀκρίβειαν σοφῶς χωρογραφήσας

ἐπέγραψε καὶ γράμματα πρῶτα στοιχεῖα πέντε͵

τὸ ἄλφα βῆτα γάμμα τε͵ τὸ δέλτα͵ ε σὺν τούτοις·

 καὶ τὸ μὲν ἄλφ΄ Ἀλέξανδρος͵ καὶ βασιλεὺς τὸ βῆτα͵

γένος τὸ γάμμα προσειπών͵ Διὸς αὐτὸς τὸ δέλτα͵

ε δὲ καὶ πάλιν ἔκτισεν Ἄμμων Θεὸς τὴν πόλιν.

Πυλῶνος ἡρωείου δὲ καλλίστως ἱδρυμένου͵

ἐξαίφνης πλὰξ κατέπεσε πλήρης γραμμάτων οὖσα͵

ἐξ ἧς ὄφεις πηδήσαντες πλεῖστοι πολλῷ τῷ τάχει͵

εἰσῆλθον ἕρποντες αὐτοὶ πρὸς τὰς ὁδοὺς δρομαῖοι

ἔνδον τ΄ αὐτῶν τῶν οἰκιῶν τῶν ὄντων ἐν τῇ πόλει·

τὴν πόλιν γὰρ Ἀλέξανδρος ἔτι παρὼν ἐκεῖνος

τύβιαν ἐγκαθίδρυσε͵ μέγιστον ἡρωεῖον͵

πρὸ καλανδῶν ποιήσας ἓξ μηνὸς ἰουνναρίου.

Ἐγχώριοι κατ΄ ἔτος οὖν σεβάζονται τοὺς ὄφεις͵

ὥσπερ ἀγαθοδαίμονας φέροντες ἐν τοῖς οἴκοις·

οὐδὲ γάρ ἐστιν ἐν αὐτοῖς θηρίον ἰοβόλον.

Στεφάνους δ΄ οὗτοι πλέκοντες τὰ κτήνη στεφανοῦσιν͵

 ἀνάπαυσιν παρέχοντες τοῖς κτήνεσι μεγίστην͵

φυλάττοντες τὸ νόμιμον μέχρι τῆς δεῦρο πάντες

Ἀλεξανδρεῖς ἐγχώριοι͵ τὴν τυβινουμηνίαν.

Εὗρε δ΄ ἐπὶ τοῖς ὑψηλοῖς Ἀλέξανδρος λοφοῖσιν

τὴν πορφυρῖτιν ἥλιον ἐλλίωνός τε στύλους

 καὶ σὺν αὐτοῖς ἡρώιον· πάλιν δὲ κατεζήτει

τὸ Σαραπεῖον ἐφευρεῖν ὡς ὁ χρησμὸς ἐκεῖνος͵

ὁ πρότερον δοθεὶς αὐτῷ παρ΄ Ἄμμωνος ἐφώνει·

Ὦ Μακεδὼν Ἀλέξανδρε͵ σοὶ Φοῖβος ἀγορεύει

 ὁ μηλοκέρως καὶ Θεός͵ εἴ γε θέλεις αἰῶσι

νεάζειν ἀγηράτοις τε͵ κτίζε τὸ τάχος πόλιν

ἐπίσημον͵ περιφανῆ πρὸς Πρωτεΐδα νῆσον͵

ἧς περ προκάθηται Θεὸς Πλουτήνιος ἀνάσσων

ἐν πενταλόφοις κορυφαῖς͵ βλέπων τὴν χθόνα πᾶσαν

καὶ κόσμον τὸν ἀτέρμονα δυνάμει προσελίσσων.