Ἕβδομον τρόπον ἐλέγομεν εἶναι τὸν παρὰ τὰς ποσότητας καὶ σκευασίας τῶν ὑποκειμένων͵ σκευασίας λέγοντες κοινῶς τὰς συνθέσεις. ὅτι δὲ καὶ κατὰ τοῦτον τὸν τρόπον ἐπέχειν ἀναγκαζόμεθα περὶ τῆς φύσεως τῶν πραγμάτων͵ δῆλον. οἷον γοῦν τὰ ξέσματα τοῦ κέρατος τῆς αἰγὸς φαίνεται μὲν λευκὰ ἁπλῶς καὶ ἄνευ συνθέσεως
θεωρούμενα͵ συντιθέμενα δὲ ἐν τῇ τοῦ κέρατος ὑπάρξει μέλανα θεωρεῖται. καὶ τοῦ ἀργύρου [τὰ μέρη] τὰ ῥινήματα κατ΄ ἰδίαν μὲν ὄντα μέλανα φαίνεται͵ σὺν δὲ τῷ ὅλῳ ὡς λευκὰ ὑποπίπτει. καὶ τῆς Ταιναρείας
λίθου τὰ μὲν μέρη λευκὰ ὁρᾶται ὅταν λεανθῇ͵ σὺν δὲ τῇ ὁλοσχερεῖ ξανθὰ φαίνεται. καὶ αἱ ἀπ΄ ἀλλήλων ἐσκεδασμέναι ψάμμοι τραχεῖαι φαίνονται͵ ὡς σωρὸς δὲ συντεθεῖσαι ἁπαλῶς κινοῦσι τὴν αἴσθησιν. καὶ ὁ ἐλλέβορος λεπτὸς μὲν καὶ χνοώδης
προσφερόμενος πνιγμὸν ἐπιφέρει͵ κριμνώδης δὲ ὢν οὐκέτι. καὶ ὁ οἶνος σύμμετρος μὲν πινόμενος ῥώννυσιν ἡμᾶς͵ πλείων δὲ λαμβανόμενος παραλύει τὸ σῶμα. καὶ ἡ τροφὴ παραπλησίως παρὰ τὴν ποσότητα διάφορον ἐπιδείκνυται δύναμιν· πολλάκις γοῦν διὰ τὸ πολλὴ προσενεχθῆναι καθαίρει τὸ σῶμα διά τε ἀπεψιῶν καὶ χολερικῶν παθῶν. ἕξομεν οὖν κἀνταῦθα λέγειν ὁποῖόν ἐστι τοῦ κέρατος τὸ λεπτὸν καὶ ὁποῖον τὸ ἐκ πολλῶν λεπτομερῶν συγκείμενον͵ καὶ ὁποῖος μέν ἐστιν ὁ μικρομερὴς ἄργυρος ὁποῖος δὲ ὁ ἐκ πολλῶν μικρομερῶν συγκείμενος͵ καὶ ὁποία μὲν ἡ ἀκαριαία Ταιναρεία λίθος ὁποία δὲ ἡ ἐκ πολλῶν μικρῶν συγκειμένη͵ καὶ ἐπὶ τῶν ψάμμων καὶ τοῦ ἑλλεβόρου καὶ τοῦ οἴνου καὶ τῆς τροφῆς τὸ πρός τι͵ τὴν μέντοι φύσιν τῶν πραγμάτων καθ΄ ἑαυτὴν οὐκέτι διὰ τὴν παρὰ τὰς συνθέσεις τῶν φαντασιῶν ἀνωμαλίαν. καθόλου γὰρ δοκεῖ καὶ τὰ ὠφέλιμα λυπηρὰ γίνεσθαι παρὰ τὴν κατὰ ποσότητα ἄμετρον αὐτῶν χρῆσιν͵ καὶ τὰ βλαβερὰ εἶναι δοκοῦντα ἐν τῷ καθ΄ ὑπερβολὴν παραλαμβάνεσθαι ἀκαριαῖα μὴ λυπεῖν. μαρτυρεῖ δὲ τῷ λόγῳ μάλιστα τὸ κατὰ τὰς ἰατρικὰς δυνάμεις
θεωρούμενον͵ ἐν αἷς ἡ μὲν πρὸς ἀκρίβειαν μῖξις τῶν ἁπλῶν φαρμάκων ὠφέλιμον ποιεῖ τὸ συντεθέν͵ ῥοπῆς δὲ βραχυτάτης ἐνίοτε παροραθείσης οὐ μόνον οὐκ ὠφέλιμον ἀλλὰ καὶ βλαβερώτατον καὶ δηλητήριον πολλάκις. οὕτως ὁ κατὰ τὰς ποσότητας καὶ σκευασίας λόγος συγχεῖ τὴν τῶν ἐκτὸς ὑποκειμένων ὕπαρξιν. διόπερ εἰκότως ἂν καὶ οὗτος ὁ τρόπος εἰς ἐποχὴν ἡμᾶς περιάγοι μὴ δυναμένους εἰλικρινῶς ἀποφήνασθαι περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων.
Ὄγδοός ἐστι τρόπος ὁ ἀπὸ τοῦ πρός τι͵ καθ΄ ὃν συνάγομεν ὅτι͵ ἐπεὶ πάντα ἐστὶ πρός τι͵ περὶ τοῦ τίνα ἐστὶν ἀπολύτως καὶ ὡς πρὸς τὴν φύσιν ἐφέξομεν. ἐκεῖνο δὲ χρὴ γινώσκειν ὅτι ἐνταῦθα͵ ὥσπερ καὶ ἐν ἄλλοις͵ τῷ ἔστι κατα χρώμεθα ἀντὶ τοῦ φαίνεται͵ δυνάμει τοῦτο λέγοντες πρός τι πάντα φαίνεται. τοῦτο δὲ διχῶς λέγεται͵ ἅπαξ μὲν ὡς πρὸς τὸ κρῖνον (τὸ γὰρ ἐκτὸς ὑποκείμενον καὶ κρινόμενον πρὸς τὸ κρῖνον φαίνεται)͵ καθ΄ ἕτερον δὲ τρόπον πρὸς τὰ συνθεωρούμενα͵ ὡς τὸ δεξιὸν πρὸς τὸ ἀριστερόν. ὅτι δὲ πάντα ἐστὶ πρός τι͵ ἐπελογισάμεθα μὲν καὶ ἔμπροσθεν͵ οἷον κατὰ τὸ κρῖνον͵ ὅτι πρὸς τόδε τὸ ζῷον καὶ τόνδε τὸν ἄνθρωπον καὶ τήνδε τὴν αἴσθησιν ἕκαστον φαίνεται καὶ πρὸς τοιάνδε περίστασιν͵ κατὰ δὲ τὰ συνθεωρούμενα͵ ὅτι πρὸς τήνδε τὴν ἐπιμιξίαν καὶ τόνδε τὸν τρόπον καὶ τὴν σύνθεσιν τήνδε
καὶ τὴν ποσότητα καὶ τὴν θέσιν ἕκαστον φαίνεται.
καὶ ἰδίᾳ δὲ ἐνδέχεται συνάγειν ὅτι πάντα ἐστὶ πρός τι͵ τόνδε τὸν τρόπον· πότερον
διαφέρει τῶν πρός τι τὰ κατὰ διαφορὰν ἢ οὔ; εἰ μὲν οὐ διαφέρει͵ καὶ αὐτὰ πρός τι ἐστίν· εἰ δὲ διαφέρει͵ ἐπεὶ πᾶν τὸ διαφέρον πρός τι ἐστίν (λέγεται γὰρ πρὸς ἐκεῖνο οὗ διαφέρει)͵ πρός τι ἐστὶ τὰ κατὰ διαφοράν. τῶν τε ὄντων τὰ μέν ἐστιν ἀνω τάτω γένη κατὰ τοὺς δογματικούς͵ τὰ δ΄ ἔσχατα εἴδη͵ τὰ δὲ γένη καὶ εἴδη· πάντα δὲ ταῦτά ἐστι πρός τι·
πάντα ἄρα ἐστὶ πρός τι. ἔτι τῶν ὄντων τὰ μέν ἐστι πρόδηλα͵ τὰ δὲ ἄδηλα͵ ὡς αὐτοί φασιν͵ καὶ σημαίνοντα μὲν τὰ φαινόμενα͵ σημαινόμενα δὲ ὑπὸ τῶν φαινομένων τὰ ἄδηλα· ὄψις γὰρ κατ΄ αὐτοὺς τῶν ἀδήλων τὰ φαινόμενα. τὸ δὲ σημαῖνον καὶ τὸ σημαινόμενόν ἐστι πρός τι· πρός τι ἄρα ἐστὶ πάντα. πρὸς τούτοις τῶν ὄντων τὰ μέν ἐστιν ὅμοια τὰ δὲ ἀνόμοια καὶ τὰ μὲν ἴσα τὰ δὲ ἄνισα· ταῦτα δέ ἐστι πρός τι· πάντα ἄρα ἐστὶ πρός τι. καὶ ὁ λέγων δὲ μὴ πάντα εἶναι πρός τι βεβαιοῖ τὸ πάντα εἶναι πρός τι· καὶ αὐτὸ γὰρ τὸ πάντα εἶναι πρός τι πρὸς ἡμᾶς εἶναι δείκνυσι͵ καὶ οὐ καθόλου͵ δι΄ ὧν ἡμῖν ἐναντιοῦται. πλὴν ἀλλ΄ οὕτω παριστάντων ἡμῶν ὅτι πάντα ἐστὶ πρός τι͵ δῆλόν ἐστι λοιπόν͵ ὅτι ὁποῖον ἔστιν ἕκαστον τῶν ὑποκειμένων κατὰ τὴν ἑαυτοῦ φύσιν καὶ εἰλικρινῶς λέγειν οὐ δυνησόμεθα͵ ἀλλ΄ ὁποῖον φαίνεται ἐν τῷ πρός τι. ᾧ ἀκολουθεῖ τὸ περὶ τῆς φύσεως τῶν πραγμάτων δεῖν ἡμᾶς ἐπέχειν.