Περὶ δὲ τοῦ κατὰ τὰς συνεχεῖς ἢ σπανίους συγκυρήσεις τρόπου͵ ὃν ἔννατον ἐλέγομεν εἶναι τῇ τάξει͵ τοιαῦτά τινα διέξιμεν.
ὁ ἥλιος πολλῷ δήπου ἐκπληκτικώτερός ἐστιν ἀστέρος κομήτου· ἀλλ΄ ἐπεὶ τὸν μὲν ἥλιον συνεχῶς ὁρῶμεν͵ τὸν δὲ κομήτην ἀστέρα σπανίως͵ ἐπὶ μὲν τῷ ἀστέρι ἐκπλησσόμεθα ὥστε καὶ διοσημείαν αὐτὸν εἶναι δοκεῖν͵ ἐπὶ δὲ τῷ ἡλίῳ οὐδαμῶς. ἐὰν μέντοι γε ἐννοήσωμεν τὸν ἥλιον σπανίως μὲν φαινόμενον͵ σπανίως δὲ δυόμενον͵ καὶ πάντα μὲν ἀθρόως φωτίζοντα͵ πάντα δὲ ἐξαίφνης ἐπισκιάζεσθαι ποιοῦντα͵ πολλὴν ἔκπληξιν ἐν τῷ πράγματι θεωρήσομεν. καὶ ὁ σεισμὸς δὲ οὐχ ὁμοίως θορυβεῖ τούς τε πρῶτον αὐτοῦ πειρωμένους καὶ τοὺς ἐν ἔθει τούτου γε γενημένους. πόσην δὲ ἔκπληξιν ἀνθρώπῳ φέρει θάλασσα πρῶτον ὀφθεῖσα. ἀλλὰ καὶ κάλλος σώματος ἀνθρωπίνου πρῶτον καὶ ἐξαίφνης
θεωρούμενον συγκινεῖ μᾶλλον ἡμᾶς ἢ εἰ ἐν ἔθει τοῦ ὁρᾶσθαι γένοιτο. καὶ τὰ μὲν σπάνια τίμια εἶναι δοκεῖ͵ τὰ δὲ σύντροφα ἡμῖν καὶ εὔπορα οὐδαμῶς. ἐὰν γοῦν ἐννοήσωμεν τὸ ὕδωρ σπανίζον͵ πόσῳ ἂν τῶν τιμίων εἶναι δοκούντων ἁπάντων τιμιώτερον ἡμῖν φανείη. ἢ ἐὰν ἐνθυμηθῶμεν τὸν χρυσὸν ἁπλῶς ἐπὶ τῆς γῆς ἐρριμμένον πολὺν παραπλησίως τοῖς λίθοις͵ τίνι δόξομεν ἔσεσθαι τοῦτον τίμιον ἢ κατάκλειστον οὕτως; ἐπεὶ οὖν τὰ αὐτὰ πράγματα παρὰ τὰς συνεχεῖς ἢ σπανίους περιπτώσεις ὁτὲ μὲν ἐκπληκτικὰ ἢ τίμια͵ ὁτὲ δὲ οὐ τοιαῦτα εἶναι δοκεῖ͵ ἐπιλογιζόμεθα ὅτι ὁποῖον μὲν φαίνεται τούτων ἕκαστον μετὰ συνεχοῦς περιπτώσεως ἢ σπανίας ἴσως δυνησόμεθα λέγειν͵ ψιλῶς δὲ ὁποῖον ἔστιν ἕκαστον τῶν ἐκτὸς ὑποκειμένων οὐκ ἐσμὲν δυνατοὶ φάσκειν. καὶ διὰ τοῦτον οὖν τὸν τρόπον περὶ αὐτῶν ἐπέχομεν.
Δέκατός ἐστι τρόπος͵ ὃς καὶ μάλιστα συνέχει πρὸς τὰ ἠθικά͵
ὁ παρὰ τὰς ἀγωγὰς καὶ τὰ ἔθη καὶ τοὺς νόμους καὶ τὰς μυθικὰς πίστεις καὶ τὰς δογματικὰς ὑπολήψεις. ἀγωγὴ μὲν οὖν ἐστιν αἵρεσις βίου ἤ τινος πράγματος περὶ ἕνα ἢ πολλοὺς γινομένη͵
οἷον περὶ Διογένην ἢ τοὺς Λάκωνας· νόμος δέ ἐστιν ἔγγραφος συνθήκη παρὰ τοῖς πολιτευομένοις͵
ἣν ὁ παραβαίνων κολάζεται͵
ἔθος δὲ ἢ συνήθεια (οὐ διαφέρει γάρ) πολλῶν ἀνθρώπων κοινὴ πράγματός τινος παραδοχή͵ ἣν ὁ παραβὰς οὐ πάντως κολάζεται͵ οἷον νόμος ἐστὶ τὸ μὴ μοιχεύειν͵
ἔθος δὲ ἡμῖν τὸ μὴ δημοσίᾳ γυναικὶ μίγνυσθαι. μυθικὴ δὲ πίστις ἐστὶ πραγμάτων ἀγενήτων τε καὶ πεπλασμένων παραδοχή͵
οἷά ἐστιν ἄλλα τε καὶ τὰ περὶ τοῦ Κρόνου μυθευόμενα· ταῦτα γὰρ πολλοὺς εἰς πίστιν ἄγει. δογματικὴ δέ ἐστιν ὑπόληψις παραδοχὴ πράγματος δι΄ ἀναλογισμοῦ ἤ τινος ἀποδείξεως κρατύνεσθαι δοκοῦσα͵ οἷον ὅτι ἄτομα ἔστι τῶν ὄντων στοιχεῖα ἢ ὁμοιομερῆ ἢ ἐλάχιστα ἤ τινα ἄλλα. ἀντιτίθεμεν δὲ τού των ἕκαστον ὁτὲ μὲν ἑαυτῷ͵ ὁτὲ δὲ τῶν ἄλλων ἑκάστῳ. οἷον ἔθος μὲν ἔθει οὕτως· τινὲς τῶν Αἰθιόπων στίζουσι τὰ βρέφη͵ ἡμεῖς δ΄ οὔ· καὶ Πέρσαι μὲν ἀνθοβαφεῖ ἐσθῆτι καὶ ποδήρει χρῆσθαι νομίζουσιν εὐπρεπὲς εἶναι͵ ἡμεῖς δὲ ἀπρεπές· καὶ οἱ μὲν Ἰνδοὶ ταῖς γυναιξὶ δημοσίᾳ μίγνυνται͵ οἱ δὲ πλεῖστοι τῶν ἄλλων αἰσχρὸν τοῦτο εἶναι ἡγοῦνται. νόμον δὲ νόμῳ οὕτως ἀντιτίθεμεν· παρὰ μὲν τοῖς Ρωμαίοις ὁ τῆς πατρῴας ἀποστὰς οὐσίας οὐκ ἀποδίδωσι τὰ τοῦ πατρὸς χρέα͵
παρὰ δὲ τοῖς Ροδίοις πάντως ἀποδίδωσιν· καὶ ἐν μὲν Ταύροις τῆς Σκυθίας νόμος ἦν τοὺς ξένους τῇ Ἀρτέμιδι καλλιερεῖσθαι͵ παρὰ δὲ ἡμῖν ἄνθρωπον ἀπείρηται πρὸς ἱερῷ φονεύεσθαι. ἀγωγὴν δὲ ἀγωγῇ͵ ὅταν τὴν Διογένους ἀγωγὴν ἀντιτιθῶμεν τῇ τοῦ Ἀριστίππου ἢ τὴν τῶν Λακώνων τῇ τῶν Ἰταλῶν. μυθικὴν δὲ πίστιν πίστει μυθικῇ͵ ὅταν ὅπου μὲν λέγωμεν τὸν Δία μυθεύεσθαι πατέρα ἀνδρῶν τε θεῶν τε͵ ὅπου δὲ τὸν Ὠκεανόν͵ λέγοντες Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. δογματικὰς δὲ ὑπολήψεις ἀλλήλαις ἀντιτίθεμεν͵ ὅταν λέγωμεν τοὺς μὲν ἓν εἶναι στοιχεῖον ἀποφαίνεσθαι͵
τοὺς δὲ ἄπειρα͵
καὶ τοὺς μὲν θνητὴν τὴν ψυχὴν͵ τοὺς δὲ ἀθάνατον͵
καὶ τοὺς μὲν προνοίᾳ θεῶν διοικεῖσθαι τὰ καθ΄ ἡμᾶς͵
τοὺς δὲ ἀπρονοήτως. τὸ ἔθος δὲ τοῖς ἄλλοις ἀντιτίθεμεν͵
οἷον νόμῳ μέν͵
ὅταν λέγωμεν παρὰ μὲν Πέρσαις ἔθος εἶναι ἀρρενομιξίαις χρῆσθαι͵ παρὰ δὲ Ρωμαίοις ἀπαγορεύεσθαι νόμῳ τοῦτο πράττειν͵
καὶ παρ΄ ἡμῖν μὲν τὸ μοιχεύειν ἀπειρῆσθαι͵
παρὰ δὲ Μασσαγέταις ἐν ἀδιαφορίας ἔθει παραδεδόσθαι͵
ὡς Εὔδοξος ὁ Κνίδιος ἱστορεῖ ἐν τῷ πρώτῳ τῆς περιόδου͵ καὶ παρ΄ ἡμῖν μὲν ἀπηγορεῦσθαι μητράσι μίγνυσθαι͵ παρὰ δὲ τοῖς Πέρσαις ἔθος εἶναι μάλιστα οὕτω γαμεῖν. καὶ παρ΄ Αἰγυπτίοις δὲ τὰς ἀδελφὰς γαμοῦσιν͵ ὃ παρ΄ ἡμῖν ἀπείρηται νόμῳ. ἀγωγῇ δὲ ἔθος ἀντιτίθεται͵ ὅταν οἱ μὲν πολλοὶ ἄνθρωποι ἀναχωροῦντες μιγνύωνται ταῖς ἑαυτῶν γυναιξίν͵ ὁ δὲ Κράτης τῇ Ἱππαρχίᾳ δημοσίᾳ· καὶ ὁ μὲν Διογένης ἀπὸ ἐξωμίδος περιῄει͵
ἡμεῖς δὲ ὡς εἰώθαμεν. μυθικῇ δὲ πίστει͵ [ὡς] ὅταν λέγωσιν οἱ μῦθοι ὅτι ὁ Κρόνος κατήσθιεν αὑτοῦ τὰ τέκνα͵
ἔθους ὄντος ἡμῖν προνοεῖσθαι παίδων· καὶ παρ΄ ἡμῖν μὲν συνήθεια ὡς ἀγαθοὺς καὶ ἀπαθεῖς κακῶν σέβειν τοὺς θεούς͵ τιτρωσκόμενοι δὲ καὶ φθονοῦντες ἀλλήλοις ὑπὸ τῶν ποιητῶν εἰσάγονται. δογματικῇ δὲ ὑπολήψει͵ ὅταν ἡμῖν μὲν ἔθος ᾖ παρὰ θεῶν αἰτεῖν τὰ ἀγαθά͵ ὁ δὲ Ἐπίκουρος λέγῃ μὴ ἐπιστρέφεσθαι ἡμῶν τὸ θεῖον͵ καὶ ὅταν ὁ μὲν Ἀρίστιππος ἀδιάφορον ἡγῆται τὸ γυναικείαν ἀμφιέννυσθαι στολήν͵ ἡμεῖς δὲ αἰσχρὸν τοῦτο ἡγώμεθα εἶναι. ἀγωγὴν δὲ ἀντι τίθεμεν νόμῳ μέν͵
ὅταν νόμου ὄντος μὴ ἐξεῖναι τύπτειν ἄνδρα ἐλεύθερον καὶ εὐγενῆ οἱ παγκρατιασταὶ τύπτωσιν ἀλλήλους διὰ τὴν ἀγωγὴν τοῦ κατ΄ αὐτοὺς βίου͵
καὶ ὅταν ἀπειρημένου τοῦ ἀνδροφονεῖν οἱ μονομάχαι ἀναιρῶσιν ἀλλήλους διὰ τὴν αὐτὴν αἰτίαν. μυθικὴν δὲ πίστιν ἀγωγῇ ἀντιτίθεμεν͵ ἐπειδὰν λέγωμεν ὅτι οἱ μὲν μῦθοι παρὰ τῇ Ὀμφάλῃ τὸν Ἡρακλέα λέγουσιν εἴριά τε ξαίνειν καὶ δουλοσύνης ἀνέχεσθαι καὶ ταῦτα ποιῆσαι ἅπερ οὐδ΄ ἂν μετρίως προῃρημένος ἐποίησεν ἄν τις͵ ἡ δὲ ἀγωγὴ τοῦ βίου τοῦ Ἡρακλέους ἦν γενναία. δογματικῇ δὲ ὑπολήψει͵
ὅταν οἱ μὲν ἀθληταὶ ὡς ἀγαθοῦ τινος τῆς δόξης ἀντιποιούμενοι ἐπίπονον ἀγωγὴν βίου δι΄ αὐτὴν ἐπαναιρῶνται͵ πολλοὶ δὲ τῶν φιλοσόφων φαῦλον εἶναι τὴν δόξαν δογματίζωσιν. τὸν δὲ νόμον ἀντιτίθεμεν μυθικῇ μὲν πίστει͵
ὅταν οἱ μὲν ποιηταὶ εἰσάγωσι τοὺς θεοὺς καὶ μοιχεύοντας καὶ ἀρρενομιξίαις χρωμένους͵
νόμος δὲ παρ΄ ἡμῖν κωλύῃ ταῦτα πράττειν͵
δογματικῇ δὲ ὑπολήψει͵
ὅταν οἱ μὲν περὶ Χρύσιππον ἀδιάφορον εἶναι λέγωσι τὸ μητράσιν ἢ ἀδελφαῖς μίγνυσθαι͵
ὁ δὲ νόμος ταῦτα κωλύῃ. μυθικὴν δὲ πίστιν δογματικῇ ὑπο λήψει ἀντιτίθεμεν͵ ὅταν οἱ μὲν ποιηταὶ λέγωσι τὸν Δία κατελθόντα θνηταῖς γυναιξὶ μίγνυσθαι͵
παρὰ δὲ τοῖς δογματικοῖς ἀδύνατον τοῦτο εἶναι νομίζηται͵
καὶ ὁ μὲν ποιητὴς λέγῃ͵ ὅτι Ζεὺς διὰ τὸ πένθος τὸ ἐπὶ Σαρπηδόνι αἱματοέσσας ψεκάδας κατέχευεν
ἔραζε͵ δόγμα μέντοι φιλοσόφων ᾖ ἀπαθὲς εἶναι τὸ θεῖον͵
καὶ ὅταν ..... τὸν τῶν ἱπποκενταύρων μῦθον ἀναιρῶσιν͵ ἀνυπαρξίας παράδειγμα τὸν ἱπποκένταυρον ἡμῖν φέροντες. πολλὰ μὲν οὖν καὶ ἄλλα ἐνῆν καθ΄ ἑκάστην τῶν προειρημένων ἀντιθέσεων λαμβάνειν
παραδείγματα·