Πέμπτος ἐστὶ λόγος ὁ παρὰ τὰς θέσεις καὶ τὰ διαστήματα καὶ τοὺς τόπους· καὶ γὰρ παρὰ τούτων ἕκαστον τὰ αὐτὰ πράγματα διάφορα φαίνεται͵ οἷον ἡ αὐτὴ στοὰ ἀπὸ μὲν τῆς ἑτέρας ἀρχῆς ὁρωμένη μείουρος φαίνεται͵ ἀπὸ δὲ τοῦ μέσου σύμμετρος πάντοθεν͵ καὶ τὸ αὐτὸ πλοῖον πόρρω θεν μὲν μικρὸν φαίνεται καὶ ἑστὼς͵ ἐγγύθεν δὲ μέγα καὶ κινούμενον͵ καὶ ὁ αὐτὸς πύργος πόρρωθεν μὲν φαίνεται στρογγύλος ἐγγύθεν δὲ τετράγωνος. ταῦτα μὲν παρὰ τὰ δια στήματα͵ παρὰ δὲ τοὺς τόπους ὅτι τὸ λυχνιαῖον φῶς ἐν ἡλίῳ μὲν ἀμαυρὸν φαίνεται ἐν σκότῳ δὲ λαμπρόν͵ καὶ ἡ αὐτὴ κώπη ἔναλος μὲν κεκλασμένη ἔξαλος δὲ εὐθεῖα͵ καὶ τὸ ᾠὸν ἐν μὲν τῇ ὄρνιθι ἁπαλὸν ἐν ἀέρι δὲ σκληρόν͵ καὶ τὸ λυγγούριον ἐν μὲν λυγγὶ ὑγρὸν ἐν ἀέρι δὲ σκληρόν͵ καὶ τὸ κοράλιον ἐν θαλάττῃ μὲν ἁπαλὸν ἐν ἀέρι δὲ σκληρόν͵ καὶ φωνὴ ἀλλοία μὲν φαίνεται ἐν σύριγγι γινομένη͵ ἀλλοία δὲ ἐν αὐλῷ͵ ἀλλοία δὲ ἐν ἀέρι ἁπλῶς. παρὰ δὲ τὰς θέσεις ὅτι ἡ αὐτὴ εἰκὼν ἐξυπτιαζομένη μὲν λεία φαίνεται͵ ποσῶς δὲ ἐπινευομένη εἰσοχὰς καὶ ἐξοχὰς ἔχειν δοκεῖ. καὶ οἱ τράχηλοι δὲ τῶν περιστερῶν παρὰ τὰς διαφόρους ἐπικλίσεις διάφοροι φαίνονται κατὰ χρῶμα. ἐπεὶ οὖν πάντα τὰ φαινόμενα ἔν τινι θεωρεῖται καὶ ἀπό τινος
διαστήματος καὶ κατά τινα θέσιν͵ ὧν ἕκαστον πολλὴν ποιεῖ παραλλαγὴν περὶ τὰς φαντασίας͵ ὡς ὑπεμνήσαμεν͵ ἀναγκασθησόμεθα καὶ διὰ τούτου τοῦ τρόπου καταντᾶν εἰς ἐποχήν. καὶ γὰρ ὁ βουλόμενος
τούτων τῶν φαντασιῶν προκρίνειν τινὰς ἀδυνάτοις ἐπιχειρήσει. εἰ μὲν γὰρ ἁπλῶς καὶ ἄνευ ἀποδείξεως ποιήσεται τὴν ἀπόφασιν͵ ἄπιστος ἔσται· εἰ δὲ ἀποδείξει
βουλήσεται χρήσασθαι͵ εἰ μὲν ψευδῆ λέξει τὴν ἀπόδειξιν εἶναι͵ ἑαυτὸν περιτρέψει͵ ἀληθῆ δὲ λέγων εἶναι τὴν ἀπόδειξιν αἰτηθήσεται ἀπόδειξιν τοῦ ἀληθῆ αὐτὴν εἶναι͵ κἀκείνης ἄλλην͵ ἐπεὶ καὶ αὐτὴν ἀληθῆ εἶναι δεῖ͵ καὶ μέχρις ἀπείρου. ἀδύνατον δέ ἐστιν ἀπείρους ἀποδείξεις παραστῆσαι· οὐκοῦν οὐδὲ μετὰ ἀποδείξεως δυνήσεται προκρίνειν φαντασίαν
φαντασίας. εἰ δὲ μήτε ἄνευ ἀποδείξεως μήτε
μετὰ ἀποδείξεως δυνατὸς ἔσται τις ἐπικρίνειν τὰς προειρημένας
φαντασίας͵ συνάγεται ἡ ἐποχή͵ ὁποῖον μὲν φαίνεται ἕκαστον κατὰ τήνδε τὴν θέσιν ἢ κατὰ τόδε τὸ διάστημα ἢ ἐν τῷδε εἰπεῖν ἴσως δυναμένων ἡμῶν͵ ὁποῖον δέ ἐστιν ὡς πρὸς τὴν φύσιν ἀδυνατούντων ἀποφαίνεσθαι διὰ τὰ προειρημένα.
Ἕκτος ἐστὶ τρόπος ὁ παρὰ τὰς ἐπιμιγάς͵ καθ΄ ὃν συνάγομεν ὅτι͵ ἐπεὶ μηδὲν τῶν ὑποκειμένων καθ΄ ἑαυτὸ ἡμῖν ὑποπίπτει ἀλλὰ σύν τινι͵ ὁποῖον μέν ἐστι τὸ μῖγμα ἔκ τε τοῦ ἐκτὸς καὶ τοῦ ᾧ συνθεωρεῖται τάχα δυνατὸν εἰπεῖν͵ ὁποῖον δέ ἐστι τὸ ἐκτὸς ὑποκείμενον εἰλι κρινῶς οὐκ ἂν ἔχοιμεν λέγειν. ὅτι δὲ οὐδὲν τῶν ἐκτὸς καθ΄ αὑτὸ ὑποπίπτει ἀλλὰ πάντως σύν τινι͵ καὶ ὅτι παρὰ τοῦτο ἀλλοῖον θεωρεῖται͵ πρόδηλον͵ οἶμαι. τὸ γοῦν ἡμέτερον χρῶμα ἀλλοῖον μὲν ὁρᾶται ἐν ἀλεεινῷ ἀέρι͵ ἀλλοῖον δὲ ἐν [τῷ] ψυχρῷ͵ καὶ οὐκ ἂν ἔχοιμεν εἰπεῖν ὁποῖον ἔστι τῇ φύσει τὸ χρῶμα ἡμῶν͵ ἀλλ΄ ὁποῖον σὺν ἑκάστῳ τούτων θεωρεῖται. καὶ ἡ αὐτὴ φωνὴ ἀλλοία μὲν φαίνεται σὺν λεπτῷ ἀέρι͵ ἀλλοία δὲ σὺν παχυμερεῖ͵ καὶ τὰ ἀρώματα ἐν βαλανείῳ καὶ ἡλίῳ πληκτικώτερα μᾶλλόν ἐστιν ἢ ἐν ἀέρι καταψύχρῳ͵ καὶ τὸ σῶμα ὑπὸ ὕδατος μὲν περιεχόμενον κοῦφόν ἐστιν͵ ὑπὸ δὲ ἀέρος βαρύ. ἵνα δὲ καὶ τῆς ἔξωθεν ἐπιμιξίας ἀποστῶμεν͵ οἱ ὀφθαλμοὶ ἡμῶν ἔχουσιν ἐν ἑαυτοῖς καὶ χιτῶνας καὶ ὑγρά. τὰ οὖν ὁρατὰ ἐπεὶ μὴ ἄνευ τούτων θεωρεῖται͵ οὐ καταληφθήσεται
πρὸς ἀκρίβειαν· τοῦ γὰρ μίγματος ἀντιλαμβανόμεθα͵ καὶ διὰ τοῦτο οἱ μὲν ἰκτερικοὶ πάντα ὠχρὰ ὁρῶσιν͵ οἱ δ΄ ὑπόσφαγμα ἔχοντες ὕφαιμα. καὶ ἐπεὶ ἡ φωνὴ ἡ αὐτὴ ἀλλοία μὲν φαίνεται ἐν ἀναπεπταμένοις τόποις͵ ἀλλοία δὲ ἐν στενοῖς καὶ ἑλικοειδέσι͵ καὶ ἀλλοία μὲν ἐν καθαρῷ ἀέρι͵ ἀλλοία δὲ ἐν τεθολωμένῳ͵ εἰκός ἐστι μὴ ἀντιλαμβάνεσθαι ἡμᾶς εἰλικρινῶς τῆς φωνῆς· τὰ γὰρ ὦτα σκολιόπορά ἐστι καὶ στενόπορα καὶ ἀτμώδεσιν ἀποφορήσεσιν͵ αἳ δὴ ἀπὸ τῶν περὶ τὴν κεφαλὴν φέρεσθαι λέγονται τόπων͵ τεθολωμένα.
ἀλλὰ καὶ ἐν τοῖς μυξωτῆρσι καὶ ἐν τοῖς τῆς γεύσεως τόποις ὑλῶν ὑποκειμένων͵ μετ΄ ἐκείνων ἀντιλαμβανόμεθα τῶν γευστῶν καὶ τῶν ὀσφρητῶν͵ ἀλλ΄ οὐκ εἰλικρινῶς. ὥστε διὰ τὰς ἐπιμιξίας αἱ αἰσθήσεις οὐκ ἀντιλαμβάνονται ὁποῖα πρὸς ἀκρίβειαν τὰ ἐκτὸς ὑποκείμενά ἐστιν. ἀλλ΄ οὐδὲ ἡ διάνοια͵ μάλιστα μὲν ἐπεὶ αἱ ὁδηγοὶ αὐτῆς αἰσθήσεις
σφάλλονται· ἴσως δὲ καὶ αὕτη ἐπιμιξίαν τινὰ ἰδίαν ποιεῖται πρὸς τὰ ὑπὸ τῶν αἰσθήσεων ἀναγγελλόμενα· περὶ γὰρ ἕκαστον τῶν τόπων ἐν οἷς τὸ ἡγεμονικὸν εἶναι δοκοῦσιν οἱ δογματικοί͵ χυμούς τινας ὑποκειμένους θεωροῦμεν͵ εἴτε περὶ ἐγκέφαλον εἴτε περὶ καρδίαν εἴτε περὶ ὁτιδήποτε οὖν μέρος τοῦ ζῴου τοῦτο τίθεσθαι βούλοιτό τις. καὶ κατὰ τοῦτον οὖν τὸν τρόπον ὁρῶμεν͵ ὅτι περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων οὐδὲν εἰπεῖν ἔχοντες ἐπέχειν ἀναγκαζόμεθα.