9ον ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.37-1.41)


1.37 οἱ σοφοὶ κεκλήκασιν͵ ἐν μιᾷ συναιρέσει τὰ πολλὰ ἔχον προϋπαρχούσῃ τῶν πολλῶν.

Οὐκοῦν ἐνταῦθα στάντες ἀναπνεύσωμεν καὶ διαλογισώμεθα τὸ ὂν εἰ ἔστιν ἡ ζητουμένη πάντων ἀρχή· καὶ τί γὰρ ἂν εἴη τοῦ ὄντος ἀμέτοχον͵ ὥσπερ ὅτε ἐστὶν αὐτοῦ γε τοῦ ὄντος ἐστὶ καταδεέστερον; ἢ εἰ τὸ ἡνωμένον τοῦτό ἐστι͵ δεύτερον ἂν εἴη τοῦ ἑνὸς καὶ ἐκείνου μετασχὸν ἡνωμένον γέγονεν· ὅλως δέ͵ εἴ τι ἄλλο μὲν ἐννοοῦμεν τὸ ἕν͵ ἀλλὸ δὲ τὸ ὄν. Εἰ τὸ ὂν πρὸ τοῦ ἑνὸς εἴη͵ οὐ μεθέξει τοῦ ἑνός· ἔσται ἄρα πολλὰ μόνον͵ καὶ ταῦτα ἀπειράκις ἄπειρα· εἰ δὲ σὺν τῷ ὄντι εἴη τὸ ἕν͵ καὶ τὸ ὂν σὺν τῷ ἑνί͵ καὶ ἢ ὁμοταγῆ͵ ἢ διεστήξεται ἀπ΄ ἀλλήλων͵ καὶ ἔσονται δύο ἀρχαί͵ καὶ τὸ εἰρημένον ἄτοπον συμβήσεται· ἢ ἀντιμεθέξει ἀλλήλων͵ καὶ ἔσται τὰ δύο στοιχεῖα ἢ μέρη ἄλλου τοῦ ἐξ ἀμφοῖν͵ καί τι τὸ συναγαγὸν αὐτὰ πρὸς ἄλληλα· εἰ γὰρ τὸ ἓν πρὸς ἑαυτὸ ἥνωσε τὸ ὄν͵ ἅτε ἓν (εἴποι γὰρ ἄν τις καὶ τοῦτο) πρὸ τοῦ ὄντος ἐνεργήσει τὸ ἕν͵ ἵνα προσκαλέσηται καὶ ἐπιστρέφῃ τὸ ὄν· ἐφ΄ ἑαυτοῦ ἄρα τὸ ἓν αὐτοτελὲς ὑφέστηκε πρὸ τοῦ ὄντος. Ἔτι δὲ τὸ ἁπλούστερον ἀεὶ πρὸ τοῦ συνθετωτέρου· εἰ οὖν ὁμοίως ἁπλᾶ͵ καὶ δύο αἱ ἀρχαί͵ ἢ ἐκ δυοῖν μία͵ καὶ ἔσται σύνθετος· πρὸ ταύτης ἄρα τὸ ἁπλοῦν καὶ πάντη ἀσύνθετον͵ ὅπερ ἢ ἓν ἢ οὐχ ἕν· καὶ εἰ οὐχ ἕν͵ ἢ πολλὰ ἢ οὐδέν· ἀλλὰ τὸ μὲν οὐδέν͵ εἰ τὸ πάντη κενὸν σημαίνοι͵ μάταιόν τι δηλοίη· εἰ δὲ ἀπόρρητον͵ ἐκεῖνό γε οὐδὲ ἁπλοῦν· εἰ δὲ πολλά͵ οὐχ ἁπλοῦν· ἄπολυ γὰρ εἶναι βούλεται τὸ ἁπλοῦν κατὰ τὸ στερητικὸν τῶν πολλῶν. Καὶ ὅλως ἁπλουστέραν τοῦ ἑνὸς οὐκ ἔστιν ἐπινοῆσαι· πανταχῶς ἄρα τὸ ἓν πρὸ τοῦ ὄντος. Ἵνα δὲ καὶ τούτων ἀποστῶμεν τῶν λόγων͵ δραξώμεθα τοῦ λόγου τῆς ἀναβάσεως͵ ἐπὶ τὸ ἡνωμένον ἀναβάντες͵ ὅ τίποτε καλεῖται πάντη [δὲ] ἡνωμένον͵ ἀπὸ τούτου ἐπὶ τὸ ἓν ἀναβαίνομεν͵ ἀπὸ τοῦ μετέχοντος ἐπὶ τὸ μετεχόμενον. Ἀρχὴ ἄρα τῶν πάντων ἐκεῖνο· καὶ ὁ Πλάτων ἐπὶ ταύτην ἀναδραμὼν

1.38 οὐκ ἐδεήθη ἄλλης ἀρχῆς ἐν τοῖς λόγοις· ἐκείνη γὰρ ἡ ἀπόρρητος οὐ λόγων ἐστὶν ἀρχή͵ οὐδὲ γνώσεων· οὐδὲ γὰρ ζῴων͵ οὐδὲ ὄντων͵ οὐδὲ ἑνῶν͵ ἀλλὰ πάντων ἁπλῶς ὑπὲρ πᾶσαν ἐπίνοιαν τεταγμένη. Διόπερ οὐδὲν ἐνεδείξατο περὶ ἐκείνης͵ ἀλλὰ τὰς ἀποφάσεις ἀπὸ τοῦ ἑνὸς ἐποιήσατο τῶν ἄλλων ἁπάντων͵ πλήν γε αὐτοῦ τοῦ ἑνός· τὸ γὰρ εἶναι ἓν ἀπέφησεν ἔσχατον͵ ἀλλ΄ οὐ τὸ ἕν· καὶ τὴν ἀπόφασιν αὐτὴν προσαπέφησεν͵ ἀλλ΄ οὐχὶ τὸ ἕν͵ καὶ τὸ ὄνομα καὶ τὸ νόημα καὶ γνῶσιν ἅπασαν͵ καὶ τί ἂν λέγοι τις ἐπιπλέον; αὐτὸ ὅλον καὶ ἅπαν τὸ ὄν͵ ἔστω δὲ καὶ τὸ ἡνωμένον καὶ τὸ ἑνιαῖον καί͵ εἰ βούλει͵ τὸ ἄπειρον καὶ τὸ πέρας τὰς δύο ἀρχάς͵ ἀλλ΄ οὔτι γε τὸ πάντων τούτων ἐπέκεινα ἓν οὐδαμοῦ ἀπέφησεν οὐδαμῶς. Διὸ καὶ Σοφιστῇ τίθησιν αὐτὸ ὄντος· καὶ ἐν Πολιτείᾳ͵ ὡς τἀγαθὸν ἐπέκεινα πάσης οὐσίας· ἀλλ΄ ὅμως καταλείπεται μόνον ἕν· ἤτοι δὴ γνωστόν ἐστι καὶ ῥητόν͵ ἢ ἄγνωστον καὶ ἄρρητον͵ ἢ πῶς μέν͵ πῶς δὲ οὔ· διὰ μὲν γὰρ ἀποφάσεων εἴποι ἄν τις περὶ αὐτοῦ͵ καταφάσει δὲ ἄρρητον. Καὶ αὖ πάλιν τῇ μὲν ἁπλότητι τῆς γνώσεως εἴη ἂν γνωστὸν ἢ ὑπονόητον͵ τῇ δὲ συνθέσει πάντη ἄγνωστον· διὸ μηδὲ ἀποφάσει αἱρετόν. Καὶ ὅλως ᾗ τίθεται ἕν͵ ταύτῃ συντάττεταί πως τοῖς ἄλλῃ πῆ τιθεμένοις· κορυφὴ γάρ ἐστι τῶν κατὰ θέσιν ὑφεστώτων· πολὺ δὲ ὅμως ἐν αὐτῷ καὶ τὸ ἄρρητον καὶ ἄγνωστον καὶ ἀσύντακτον καὶ ἄθετον͵ ἀλλὰ μετὰ τῆς τῶν ἐναντίων ἐμφάσεως· κρείττω δὲ τούτων ἐκεῖνα· τὰ δὲ καθαρὰ τῶν ἐναντίων καὶ πρὸ τῶν συμμιγῶν ἀμιγῆ προϋπάρχει πανταχοῦ. ῍Η γὰρ καθ΄ ὕπαρξιν ἐν τῷ ἑνὶ τὰ κρείττω· καὶ πῶς ἔσται ἐκεῖ καὶ τὰ ἐναντία ὁμοῦ; ἢ κατὰ μέθεξιν͵ καὶ ἑτέρωθεν ἥκει ἀπὸ τοῦ πρώτου τοιούτου· καὶ πρὸ τοῦ ἑνὸς ἄρα τὸ ἁπλῶς καὶ πάντη ἄρρητον͵ ἄθετον͵ ἀσύντακτον καὶ ἀνεπινόητον κατὰ πάντα τρόπον· ἐφ΄ ὃ δὴ καὶ ἔσπευδεν ἡ τοῦ λόγου διὰ τῶν ἐναργεστάτων αὕτη ἀνάβασις͵ μηδὲν παραλείπουσα τῶν μέσων ἐκείνων τε καὶ τοῦ ἐσχάτου τῶν πάντων· ἀλλ΄ οὕτω μὲν διὰ τῶν ἰδιοτήτων προήλθομεν· τὸ δὲ μέγα καὶ παντέλειον καὶ περιεκτικὸν ἁπάντων οὔπω ἐνεδειξάμεθα τῶν πρώτων ἀρχῶν͵ οἷον τοῦ ἡνωμένου͵ τοῦ ἑνός͵ τοῦ ἀπορρήτου.

1.39 Ἰτέον δὲ καὶ ἐπὶ ταύτην ἡμῖν τὴν μέθοδον κατὰ δύναμιν. Οὐκοῦν τοῦ πρώτου παντελοῦς ἀντιλαβώμεθα͵ ὃπερ οἱ θεοὶ καὶ τῇ αἰσθήσει προέτειναν εἰς ἔνδειξιν καὶ αὐτοὶ τῆς ἀφανοῦς καὶ νοητῆς καὶ ἑνιαίας καὶ ἀπορρήτου παντελείας. Οὐκοῦν ὅδε ὁ κόσμος τέλειός ἐστιν ἐκ τελείων͵ ὡς ὁρῶμεν· ὁρῶμεν δὲ αὐτοῦ τὸ αἰσθητόν· ἀλλὰ δῆλον ὅτι τὰ ἐν ἡμῖν καὶ ἐν ἐκείνῳ προϋφέστηκεν· οὐ γὰρ δὴ τὸ μὲν χεῖρον ἔχει τῶν ἐν ἡμῖν͵ τὸ σωματοειδές͵ καὶ εἴ τι ὑπόκειται τῷ σωματοειδεῖ͵ ἅτε μὴ ὄντι ἀφ΄ ἑαυτοῦ͵ ἐν ὑποκειμένῳ δὲ ὄντι· τὸ δὲ κρεῖττον οὐκ ἔχει͵ καὶ ταῦτα ὂν τελειότερον· ἕξει ἄρα καὶ φύσιν τὴν ἐκείνῳ πρέπουσαν͵ οὐ τὴν κάτω καὶ ἄνω κινοῦσαν͵ ἀλλὰ τὴν κυκλίζουσαν· αὕτη γὰρ ἐκείνῳ κατὰ φύσιν κίνησις· ἕξει τοίνυν καὶ τὴν ἀμείνω ταύτης ζωήν͵ τὴν φυτικήν͵ οὐδήπου τὴν αὔξουσαν͵ ἢ τρέφουσαν ἢ τὰ ὅμοια γεννῶσαν ἐν ἐπιρροῇ τινὶ καὶ ἀπορροῇ γινόμενα καὶ ἀπολλύμενα. Εἰ μὴ ἄρα καὶ ταῦτα ἄλλον τρόπον͵ ὃν ἐνταῦθα παρεισκυκλεῖν οὐκ ἀναγκαῖον͵ ἀλλὰ τήν γε συνέχουσαν καὶ δρῶσαν τῇ αὐτῇ κατ΄ εἶδος καὶ ἀριθμὸν ἀεὶ συμπεφυκυῖαν πλήρωσίν τε καὶ αὔξην͵ οὐ τὴν αὐξομένην͵ ἀλλ΄ ἤδη πᾶσαν ηὐξημένην͵ καὶ ἔτι τὴν γέννησιν τῶν οἰκείων φωτισμῶν͵ τὴν ἤδη γεγεννηκυῖαν αὐτούς͵ ταῦτα δὴ ἀνάλογον ἐκεῖ ποιοῦσάν τε καὶ συνέχουσαν. Ἕξει ἄρα καὶ τὴν ἄλογον ψυχήν͵ οὐ τὴν αἰσθητικὴν μόνην͵ ὥς φασιν͵ ἀλλὰ καὶ τὴν εἴσω κρατοῦσαν τὰ αἰσθητὰ οὐρανίαν καὶ θεοπρεπῆ φαντασίαν ἀεὶ τεταγμένην͵ ἀλλὰ καὶ τὴν ὀρεκτικήν͵ ἄλλον τρόπον οὖσαν ἐκεῖ θυμοειδῆ καὶ ἐπιθυμητικήν͵ ταύτην μὲν ἀπαθοῦσαν ἐπὶ τῇ θείᾳ ῥᾳστώνῃ καὶ εὐφρόσυνον ἀεὶ τοῦ ζῴου κατάστασιν͵ ἐκείνην δὲ χαίρουσαν ἐπὶ τῷ τελείῳ καὶ σεμνῷ τῆς κατὰ φύσιν τῷ κοσμικῷ ζῴῳ προσηκούσης ὑπεροχῆς. Ἀλλὰ μὴν εἰ λογικὸν ζῷον ὁ ἄνθρωπος͵ καὶ ψυχῆς λογιζομένης ἐξηρτημένον͵ πάντως ἔτι καὶ ὁ κόσμος τοιοῦτον· πολλῷ μειζόνως ἔχει ἄρα καὶ τὴν αὐτοκίνητον προεστῶσαν αἰτίαν ὄντως. Οὐ μόνον ἄρα φυσικήν͵ ἀλλὰ καὶ προαιρετικὴν ποιεῖται τὴν κύκλῳ κίνησιν͵ καὶ δῆλον ὡς ἀεὶ τεταγμένην καὶ οὐδέποτε τοῦ οἰκείου τέλους ἀποτυγχάνουσαν· τοῦτο γὰρ ὑπαγορεύει καὶ ἡ ἀστροθεάμων ἱστορία

1.40 τῆς κοσμικῆς περιόδου. Τὸ μὲν οὖν πάλιν τὸ αὐτὸ καὶ πάλιν τῆς κυκλοφορίας ποιείτω κατὰ τὰς οἰκείας μεταβολὰς ἡ αὐτοκίνητος͵ ἄλλοτε ἄλλη γιγνομένη ἐνέργεια͵ τὸ δὲ ταὐτὸν ἀεὶ καὶ ἐν τῷ αὐτῷ καὶ περὶ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ παντελῶς ἀπαράλλακτον ἐν τῷ παραλλάσσοντι͵ καὶ ἐν τῷ μεταβαλλομένῳ ἀμετάβλητον͵ καὶ ἑστὼς ἐν τῷ κινουμένῳ. Τί ἄρα παρέχεται τῷ παντί; ἡ γὰρ αὐτοκίνητος ψυχὴ μεταβαλλομένας ἐνεργείας ποιεῖται· κινοῦσα γὰρ ἅμα κινεῖται· τὸ δὴ ἀκίνητον τῷ κόσμῳ πόθεν; εἰ μὲν ἀΐδιός ἐστι͵ τὸ πάντη καὶ ἀεὶ ἀκίνητον· εἰ δὲ πολυχρονιώτατον ζῷον (ἔστω γὰρ καὶ τοῦτο πρὸς τὸ παρὸν ἀπὸ τῆς ... εἰλημμένον τὸ ἐν τῷ χρόνῳ τούτῳ μένον)͵ ὡσαύτως ἀεὶ κατὰ τὰ αὐτὰ ἀπαράλλακτον͵ ἀπὸ τοῦ αὐτοῦ πρὸς ταὐτὸν ἐπανακυκλούμενον κατὰ μίαν τάξιν καὶ ἕνα τρόπον κυκλοφορητικόν. Τοσούτῳ γὰρ ἐν χρόνῳ μεταβολὴν οὐδεμίαν οὐδὲ παράλλαξιν ὑπέμεινεν͵ εἰ μή τινι καὶ ἀκινήτῳ παντάπασι συνῆν αἰτίῳ. Ἔδει ἄρα καὶ ἐν τῷ παντὶ τοῦ ἀκινήτου τὸ αὐτοκίνητον ἐξηρτῆσθαι͵ παρεχομένου τῷ κόσμῳ τὴν οἰκείαν αὐτῷ τάξιν τε καὶ ζωὴν ἀκίνητον. Ἔτι δὲ ἡ ψυχὴ τοῦ παντός͵ ἅτε πρώτη οὖσα τῶν ἐγκοσμίων͵ τελεία ἐστὶν ἀεὶ καὶ εὐδαίμων ἀεί. Τοῦτο τοίνυν οὐκ ἂν ἔσχεν ἀφ΄ ἑαυτῆς· τὸ γὰρ μεταβαλλόμενον αὕτη ὑφίστησιν· ἀλλὰ μετέσχε τῆς ἀκινήτου προκαθημένης αἰτίας· εἰ γὰρ τὸ ἀεὶ τεταγμένον καὶ σύμμετρον εἶχε κατὰ τὸ αὐτοκίνητον͵ τάχα ἂν καὶ ἡ ἀνθρωπίνη ψυχὴ ἀεὶ τελεία ἦν· αὐτοκίνητος γάρ͵ ἀμέλει καὶ ἀθάνατος καὶ ἀεικίνητος· οὐ μέντοι ἀεὶ κατὰ τὰς μεταβατικὰς ἐνεργείας ἀπαράλλακτος͵ διὰ τὸ πόρρω τῆς ἀκινήτου διεστάναι. Εἰ δὲ ὅλως δέδεικται πρὸ τοῦ αὐτοκινήτου τὸ ἀκίνητον͵ δεῖ ἄρα καὶ πρὸ τοῦ κοσμικοῦ αὐτοκινήτου τὸ κοσμικὸν ἀκίνητον προεστάναι ἴδιον τῆς τοῦ κόσμου προεστώσης ἀμεταβλήτου διοικήσεως͵

1.41 ὥσπερ καὶ ἑκάστου θείου ζῴου τὸ οἰκεῖον ἑκάστῳ καὶ τῇ ἰδιότητι σύστοιχον. Ἀλλὰ γάρ͵ ἵνα μὴ τανῦν τούτοις ἐνδιατρίβωμεν ἔχουσι πολλὰς ὑποψίας͵ πρὸ τοῦ ὅλου αὐτοκινήτου ἀκίνητον ὅλον προθήσομεν· οὐ γὰρ δήπου τὸ μὲν καταδεέστερόν ἐστι παντελές͵ τὸ δ΄ ὑπέρτερον μερικόν· ἔσται ἄρα κόσμος ἀκίνητος πρὸ τοῦ αὐτοκινήτου· τῷ δὲ αὐτῷ λόγῳ καὶ πρὸ τοῦ διῃρημένου ὁ συνῃρημένος τε καὶ ἡνωμένος͵ πάντα ὢν κατὰ ἕνωσιν ὅσα κατὰ διάκρισιν ὁ πεπληθυσμένος͵ καὶ νῦν δὴ ῥηθεὶς αὐτοκίνητος͵ καὶ ἔτι πλείω γε͵ εἰ οἷόν τε εἰπεῖν· ἀπὸ δὲ τοῦ κρυφίου τούτου διακόσμου ἐπ΄ αὐτὸ τὸ ἓν ἀνέβημεν· μὴ ἓν τὸ ἐλάχιστον ὑπολάβῃς͵ μηδέ τινα μίαν ἰδιότητα͵ ὥσπερ ἓν εἶδος ἢ ἕνα νοῦν͵ ἢ ἕνα θεόν͵ ἢ πολλούς͵ ἢ πάντας θεοὺς μόνον ἀλλὰ πάμμεγά τι ἕν͵ αὐτὸ τὸ ἁπλῶς ἕν͵ πάντων περιληπτικὸν τῶν ἀφ΄ ἑαυτοῦ͵ μᾶλλον δὲ πάντα ὂν ἐκεῖνα κατὰ τὸ ἓν αὐτὸ τὸ πρὸ πάντων͵ τοῦ κρυφίου καλουμένου κόσμου κόσμος οὗτος ἀπορρητότερος͵ ὅς γε οὐδὲ κόσμος ἔτι καλεῖσθαι ἀνέχεται͵ ἀλλὰ πάντα ἓν ἀδιάκριτον· οὐδὲ πάντα κατὰ ἀλήθειαν͵ ἀλλὰ τὸ πρὸ πάντων ἕν͵ περιέχον τὰ πάντα τῇ οἰκείᾳ παντελεῖ ἁπλότητι. Τηλικούτου δὲ ὄντος τοῦ ἑνός͵ καὶ τὸ ἀπόρρητον οὕτως ὑπονοητέον͵ ὡς ἅμα πάντων εἶναι μίαν ἀπόρρητον περιοχήν͵ οὕτως ἀπόρρητον ὡς μηδεμίαν εἶναι μηδὲ περιοχήν͵ μηδὲ εἶναι͵ μηδὲ ἀπόρρητον· περὶ ἧς καὶ δὴ πέρας ἐχέτω ἡμῖν ἡ τοῦ λόγου προπέτεια͵ συγγνώμην αἰτοῦσα παρὰ θεῶν τῆς παρα κινδυνευτικῆς ταύτης προθυμίας. Πάλιν τοίνυν ἀφ΄ ἑτέρας ἀρχῆς περὶ τοῦ ἑνὸς ζητητέον ἓν μὲν εἰ μετὰ τὸ πάντη ἀπόρρητον τὸ ἓν τακτέον͵ ὡς ἐπὶ τῶν ἄλλων διαστάσεων μεταξύ τι Θετέον τοῦ ἀπορρήτου καὶ τοῦ ῥητοῦ· ἢ τρόπον τινὰ ἀποφατικόν ἐστι τὸ