Σέξτος: ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ, βιβλίο α΄ 11η συνέχεια

τούτων γὰρ αἱ μὲν ἦσαν ἀληθεῖς αἱ δὲ ψευδεῖς͵ ἐπείπερ κρίσεις καθεστᾶσιν ἡμῶν ἐπὶ ταῖς φαντασίαις͵ κρίνομεν δὲ τὰ μὲν ὀρθῶς͵ τὰ δὲ μοχθηρῶς ἤτοι παρὰ τὸ προστιθέναι τι καὶ προσνέμειν ταῖς φαντασίαις ἢ παρὰ τὸ ἀφαιρεῖν τι τούτων καὶ κοινῶς καταψεύδεσθαι τῆς ἀλόγου αἰσθήσεως. οὐκοῦν τῶν δοξῶν κατὰ τὸν Ἐπίκουρον αἱ μὲν ἀληθεῖς εἰσιν αἱ δὲ ψευδεῖς͵ ἀληθεῖς μὲν αἵ τε ἐπιμαρτυρούμεναι καὶ οὐκ ἀντιμαρτυρούμεναι πρὸς τῆς ἐναργείας͵ ψευδεῖς δὲ αἵ τε ἀντιμαρτυρούμεναι καὶ οὐκ ἐπιμαρτυρούμεναι πρὸς τῆς ἐναργείας. ἔστι δὲ ἐπιμαρτύρησις μὲν κατάληψις δι΄ ἐναργείας τοῦ τὸ δοξαζόμενον τοιοῦτον εἶναι ὁποῖόν ποτε ἐδοξάζετο͵ οἷον Πλάτωνος μακρόθεν προσιόντος εἰκάζω μὲν καὶ δοξάζω παρὰ τὸ διάστημα ὅτι Πλάτων ἐστί͵ προσπελάσαντος δὲ αὐτοῦ προσεμαρτυρήθη ὅτι ὁ Πλάτων ἐστί͵ συναιρεθέντος τοῦ διαστήματος͵ καὶ ἐπεμαρτυρήθη δι΄ αὐτῆς τῆς ἐναργείας. οὐκ ἀντιμαρτύρησις δέ ἐστιν ἀκολουθία τοῦ ὑποσταθέντος καὶ δοξασθέντος ἀδήλου τῷ φαινομένῳ͵ οἷον ὁ Ἐπίκουρος λέγων εἶναι κενόν͵ ὅπερ ἐστὶν ἄδηλον͵ πιστοῦται δι΄ ἐναργοῦς πράγματος τοῦτο͵ τῆς κινήσεως· μὴ ὄντος γὰρ κενοῦ οὐδὲ κίνησις ὤφειλεν εἶναι͵ τόπον μὴ ἔχοντος τοῦ κινουμένου σώματος εἰς ὃν περιστήσεται διὰ τὸ πάντα εἶναι πλήρη καὶ ναστά͵ ὥστε τῷ δοξασθέντι ἀδήλῳ μὴ ἀντιμαρτυρεῖν τὸ φαινόμενον κινήσεως οὔσης. ἡ μέντοι ἀντιμαρτύρησις μαχόμενόν τί ἐστι τῇ οὐκ ἀντιμαρτυρήσει· ἦν γὰρ συνανασκευὴ τοῦ φαινομένου τῷ ὑποσταθέντι ἀδήλῳ͵ οἷον ὁ Στωικὸς λέγει μὴ εἶναι κενόν͵ ἄδηλόν τι ἀξιῶν͵ τούτῳ δὲ οὕτως ὑποσταθέντι ὀφείλει τὸ φαινόμενον συνανασκευάζεσθαι͵ φημὶ δ΄ ἡ κίνησις· μὴ ὄντος γὰρ κενοῦ κατ΄ ἀνάγκην οὐδὲ κίνησις γίγνεται κατὰ τὸν ἤδη προδεδηλωμένον ἡμῖν τρόπον. ὡσαύτως δὲ καὶ ἡ οὐκ ἐπιμαρτύρησις ἀντίξους ἐστὶ τῇ ἐπιμαρτυρήσει· ἦν γὰρ ὑπόπτωσις δι΄ ἐναργείας τοῦ τὸ δοξαζόμενον μὴ εἶναι τοιοῦτον ὁποῖόν περ ἐδοξάζετο͵ οἷον πόρρωθέν τινος προσιόντος εἰκάζομεν παρὰ τὸ διάστημα Πλάτωνα εἶναι͵ ἀλλὰ συναιρεθέν τος τοῦ διαστήματος ἔγνωμεν δι΄ ἐναργείας ὅτι οὐκ ἔστι Πλάτων. καὶ γέγονε τὸ τοιοῦτον οὐκ ἐπιμαρτύρησις· οὐ γὰρ ἐπεμαρτυρήθη τῷ φαινομένῳ τὸ δοξαζόμενον. ὅθεν ἡ μὲν ἐπιμαρτύρησις καὶ οὐκ ἀντιμαρτύρησις τοῦ ἀληθὲς εἶναί τι ἐστὶ κριτήριον͵ ἡ δὲ οὐκ ἐπιμαρτύρησις καὶ ἀντιμαρτύρησις τοῦ ψεῦδος εἶναι. πάντων δὲ κρηπὶς καὶ θεμέλιος ἡ ἐνάργεια. Τοιοῦτο μὲν καὶ κατὰ τὸν Ἐπίκουρόν ἐστι κριτήριον· οἱ δὲ περὶ τὸν Ἀριστοτέλη καὶ Θεόφραστον καὶ κοινῶς οἱ Περιπατητικοί͵ διττῆς οὔσης κατὰ τὸ ἀνωτάτω τῆς τῶν πραγμάτων φύσεως͵ ἐπεὶ τὰ μέν͵ καθὼς προεῖπον͵ αἰσθητά ἐστι τὰ δὲ νοητά͵ διττὸν καὶ αὐτοὶ τὸ κριτήριον ἀπολείπουσιν͵ αἴσθησιν μὲν τῶν αἰσθητῶν͵ νόησιν δὲ τῶν νοητῶν͵ κοινὸν δὲ ἀμφοτέρων͵ ὡς ἔλεγεν ὁ Θεόφραστος͵ τὸ ἐναργές. τάξει μὲν οὖν πρῶτόν ἐστι τὸ ἄλογον καὶ ἀναπόδεικτον κριτήριον͵ ἡ αἴσθησις͵ δυνάμει δὲ ὁ νοῦς͵ εἰ καὶ τῇ τάξει δευτερεύειν δοκεῖ παρὰ τὴν αἴσθησιν. ἀπὸ μὲν γὰρ τῶν αἰσθητῶν κινεῖται ἡ αἴσθησις͵ ἀπὸ δὲ τῆς κατὰ ἐνάργειαν περὶ τὴν αἴσθησιν κινήσεως ἐπιγίνεταί τι κατὰ ψυχὴν κίνημα τοῖς κρείττοσι καὶ βελτίοσι καὶ ἐξ αὑτῶν δυναμένοις κινεῖσθαι ζῴοις· ὅπερ μνήμη τε καὶ φαντασία καλεῖται παρ΄ αὐτοῖς͵ μνήμη μὲν τοῦ περὶ τὴν αἴσθησιν πάθους͵ φαντασία δὲ τοῦ ἐμποιήσαντος τῇ αἰσθήσει τὸ πάθος αἰσθητοῦ. διόπερ ἴχνει τὸ τοιοῦτον ἀναλογεῖν κίνημα φασίν· καὶ ὃν τρόπον ἐκεῖνο͵ φημὶ δὲ τὸ ἴχνος͵ ὑπό τινός τε γίνεται καὶ ἀπό τινος͵ ὑπό τινος μὲν οἷον τῆς τοῦ ποδὸς ἐπερείσεως͵ ἀπό τινος δὲ ὥσπερ τοῦ Δίωνος͵ οὕτω καὶ τὸ προειρημένον τῆς ψυχῆς κίνημα ὑφ΄ οὗ μὲν γίνεται ὥσπερ τοῦ περὶ τὴν αἴσθησιν πάθους͵ ἀφ΄ οὗ δὲ καθάπερ τοῦ αἰσθητοῦ͵ πρὸς ὃ καὶ ὁμοιότητά τινα σῴζει. τοῦτο δὲ πάλιν τὸ κίνημα͵ ὅπερ μνήμη τε καὶ φαντασία καλεῖται͵ εἶχεν ἐν ἑαυτῷ τρίτον ἐπιγινόμενον ἄλλο κίνημα τὸ τῆς λογικῆς φαντασίας͵ κατὰ κρίσιν λοιπὸν καὶ προαίρεσιν τὴν ἡμετέραν συμβαῖνον͵ ὅπερ κίνημα διάνοιά τε καὶ νοῦς προσαγορεύεται͵ οἷον ὅταν τις προσπεσόντος κατ΄ ἐνάργειαν Δίωνος πάθῃ πως τὴν αἴσθησιν καὶ τραπῇ͵ ὑπὸ δὲ τοῦ περὶ τὴν αἴσθησιν πάθους ἐγγένηταί τις αὐτοῦ τῇ ψυχῇ φαντασία͵ ἣν καὶ μνήμην πρότερον ἐλέγομεν καὶ ἴχνει παραπλήσιον ὑπάρχειν͵ ἀπὸ δὲ ταύτης τῆς φαντασίας ἑκουσίως ἀναζωγραφῇ αὑτῷ καὶ ἀναπλάσσῃ φάντασμα͵ καθάπερ τὸν γενικὸν ἄνθρωπον. τὸ γὰρ δὴ τοιοῦτο κίνημα τῆς ψυχῆς κατὰ διαφόρους ἐπιβολὰς οἱ Περιπατητικοὶ τῶν φιλοσόφων διάνοιάν τε καὶ νοῦν ὀνομάζουσι͵ κατὰ μὲν τὸ δύνασθαι διάνοιαν͵ κατὰ δὲ ἐνέργειαν νοῦν· ὅταν μὲν γὰρ δύνηται τοῦτον ποιεῖσθαι τὸν ἀναπλασμὸν ψυχή͵ τουτέστιν ὅταν πεφύκῃ͵ διάνοια καλεῖται͵ ὅταν δὲ ἐνεργητικῶς ἤδη ποιῇ͵ νοῦς ὀνομάζεται. ἀπὸ μέντοι τοῦ νοῦ καὶ τῆς διανοήσεως συνίσταται ἥ τε ἔννοια καὶ ἐπιστήμη καὶ τέχνη. διανόησις μὲν γὰρ γίνεται ὁτὲ μὲν τῶν κατὰ μέρος εἰδῶν ὁτὲ δὲ τῶν τε εἰδῶν καὶ τῶν γενῶν· ἀλλ΄ ὁ μὲν ἀθροισμὸς τῶν τοιούτων τοῦ νοῦ φαντασμάτων καὶ ἡ συγκεφαλαίωσις τῶν ἐπὶ μέρους εἰς τὸ καθόλου ἔννοια καλεῖται͵ ἐν δὲ τῷ ἀθροισμῷ τούτῳ καὶ τῇ συγκεφαλαιώσει τελευταῖον ὑφίσταται ἥ τε ἐπιστήμη καὶ τέχνη͵ ἐπιστήμη μὲν ἡ τὸ ἀκριβὲς καὶ ἀδιάπτωτον ἔχουσα͵ τέχνη δὲ ἡ μὴ πάντως τοιαύτη. ὥσπερ δὲ ἡ τῶν ἐπιστημῶν καὶ τεχνῶν φύσις ἐστὶν ὑστερογενής͵ οὕτω καὶ ἡ καλουμένη δόξα· ὅταν γὰρ εἴξῃ ἡ ψυχὴ τῇ ἀπὸ τῆς αἰσθήσεως ἐγγενομένῃ φαντασίᾳ καὶ τῷ φανέντι πρόσθηται καὶ συγκατάθηται͵ λέγεται δόξα. φαίνεται οὖν ἐκ τῶν εἰρημένων πρῶτα κριτήρια τῆς τῶν πραγμάτων γνώσεως ἥ τε αἴσθησις καὶ ὁ νοῦς͵ ἡ μὲν ὀργάνου τρόπον ἔχουσα ὁ δὲ τεχνίτου. ὥσπερ γὰρ ἡμεῖς οὐ δυνάμεθα χωρὶς ζυγοῦ τὴν τῶν βαρέων καὶ κούφων ἐξέτασιν ποιεῖσθαι͵ οὐδὲ ἄτερ κανόνος τὴν τῶν εὐθέων καὶ στρεβλῶν διαφορὰν λαβεῖν͵ οὕτως οὐδὲ ὁ νοῦς χωρὶς αἰσθήσεως δοκιμάσαι πέφυκε τὰ πράγματα. Τοιοῦτοι μὲν οὖν ὡς ἐν κεφαλαίοις εἰσὶ καὶ οἱ ἀπὸ τοῦ Περιπάτου· ἀπολειπομένης δ΄ ἔτι τῆς Στωικῆς δόξης παρακειμένως καὶ περὶ ταύτης λέγωμεν. κριτήριον τοίνυν φασὶν ἀληθείας εἶναι οἱ ἄνδρες οὗτοι τὴν καταληπτικὴν φαντασίαν. ταύτην δ΄ εἰσόμεθα πρότερον γνόντες͵ τί ποτέ ἐστι κατ΄ αὐτοὺς ἡ φαντασία καὶ τίνες ἐπ΄ εἴδους ταύτης διαφοραί. φαντασία οὖν ἐστι κατ΄ αὐτοὺς τύπωσις ἐν ψυχῇ.