ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.112-1.117)


1.112 Τὸ γὰρ ἔτευξε δηλοῖ τι τεχνητόν͵ ἀλλ΄ οὐ γέννημα· τὸ δὲ τεχνητόν͵ ἀλλ΄ οὐ γέννημα͵ πάμμικτόν ἐστιν ἐκ δυεῖν τοὐλάχιστον͵ ὕλης καὶ εἴδους͵ ἢ τῶν τούτοις ἀναλογούντων. Ἔτι τοίνυν εἰ κρεῖττον τὸ μικτὸν τῶν οἰκείων στοιχείων ἐξ ὧν συμπληροῦται· καὶ εἰ τὰ στοιχεῖα ἐκ προγόνων ἀρχῶν ὁμογενῶν τῇ ἰδιότητι. Δοκεῖ γὰρ ταῦτα βούλεσθαι ὁ Πλάτων· καὶ ὅσα περὶ ταῦτα καὶ ἐν τούτοις ἀπορητέον τε καὶ ὅπη δυνατὸν ἐννοητέον περὶ τῶν τηλικούτων. Ἓν δὴ πρὸ πάντων ἐκεῖνο ζητήσειεν ἄν τις διὰ τί μὴ μετὰ τὸ ἓν εὐθὺς τὸ ἡνωμένον· τὸ γὰρ ἡνωμένον πρῶτον πέπονθε τὸ ἕν· τοῦτο ἄρα μετὰ τὸ ἕν. Ἀλλὰ δεῖται τὸ ἡνωμένον τοῦ καὶ πολλὰ εἶναι· συνεμφαίνεται γὰρ αὐτῷ καί τι πλῆθος οἷον καταπινόμενον ὑπὸ τοῦ ἑνός· οὐκοῦν ἡ τῶν πολλῶν ἀρχὴ πλῆθός τέ ἐστι͵ πολλὰ γὰρ καὶ μετέχει τοῦ ἑνός. Αὕτη ἄρα τὸ ἡνωμένον ἐστί͵ βουληθεῖσα μὲν ἄπειρα γενέσθαι͵ πεδηθεῖσα δὲ τῇ μεθέξει τοῦ ἑνός; ῍Η τὸ μὲν ἡνωμένον οἷον μικτὸν εἶναι ἐθέλει͵ οὐδὲν δὲ συντίθεται ἐξ ὑπάρξεως καὶ μεθέξεως· οὐ γὰρ ἂν εἴη στοιχεῖα ἢ μέρη τινὸς ἡ ἄλλου μέθεξις ἐν αὐτῷ καὶ ἡ ὕπαρξις αὐτοῦ· ἔσται γὰρ ἡ ὕπαρξις ὡς μὲν στοιχεῖον ἐν ὕλης λόγῳ προϋποκείμενον͵ ὡς δὲ ὕπαρξις ἐπιγιγνόμενον͵ οἷόν τι εἶδος͵ ἑνὶ στοιχείῳ τῇ μεθέξει. Καὶ ὅλως ὁμοταγῆ πως τὰ στοιχεῖα͵ τὸ δὲ μετέχον καὶ ἡ μέθεξις οὐχ ὁμοταγῆ οὐδὲ ἐκ μιᾶς ἀντιδιαιρέσεως. Χωρὶς δὲ τούτων τὰ στοιχεῖα δύο τοὐλάχιστον· ἡ δὲ δευτέρα ἀρχὴ δυὰς ἦν͵ ὡς ἓν δυαδικόν͵ καὶ πολλὰ καὶ ἄπειρα ὡς πολλότης καὶ ἀπειρία ἓν ἑκάτερον μόνον· τῇ δὲ ἰδιότητι πολλὰ καὶ ἄπειρα. Οὔπω ἄρα στοιχεῖα ἐκεῖ τοῦ ἡνωμένου· πλείοσι γὰρ τὸ ἓν ἐπιγενόμενον ἀπεργάζεται τὸ ἡνωμένον· ἑνοῖ γὰρ τὸ ἕν͵ οὐ δήπου ἕτερον͵ ὃ καὶ αὐτὸ μόνον ἓν καὶ ἁπλοῦν͵ ἀλλὰ πλείω ἑνός͵ οὔπω δὲ ἐκεῖ τὰ πλείω· μεθέξει γὰρ πολλότητος γίγνεται τὰ πλείω· διαιρετικὴ γὰρ ἡ πολλότης͵ ἑνοῦται γὰρ τὰ διῃρημένα͵ ταῦτα δὲ μετὰ τὴν πλειοποιὸν ἀρχήν. Ἐν πρώτῳ ἄρα τῷ τρίτῳ τὰ πλείω φαντάζεται͵ διόπερ καὶ ἡ

1.113 τῶνδε ἕνωσις ἐν αὐτῷ πρώτῳ͵ τὸ δὲ πρὸ πάντων ἡνωμένον ἐκεῖνο· πρὸ δὲ τούτου ἡ δευτέρα ἀρχὴ μετέχει μὲν τοῦ ἑνός͵ ἓν γὰρ ἐγένετο καὶ αὐτή͵ πολλὰ δὲ οὖσα τῇ ἰδιότητι μόνῃ ἕνωσιν οὐκ ἔχει. Ἡ γὰρ ἕνωσις ὅπου διάκρισις ἦν τῶν πλειόνων. Τοῦτο μὲν οὖν οὐκ ἂν ἄλλως ἄν τις ὑπονοήσειεν. Ἐν δὲ τῷ τρίτῳ τὰ πλείω ποῖά φαμεν; στοιχεῖα μὲν γὰρ τοῦ μικτοῦ· τίνα δὲ ταῦτα δή; τοῦτό γε πρόχειρον εἰπεῖν ὅτι αἱ ἀπὸ τῶν ἀρχῶν ἐκείνων μεθέξεις τὸ ἓν καὶ τὰ πολλά͵ ἅπερ εἰς τὸ τρίτον προῆλθεν͵ ἤ͵ εἰ βούλει͵ πέρας φάναι καὶ ἄπειρον͵ ἢ μονάδα καὶ δυάδα ἀόριστον εἰς ὑπόστασιν τῆς ἡνωμένης τριάδος. Ἔσται μὲν γὰρ καὶ ἡ τριὰς τῇ ἰδιότητι μόνῃ καὶ οὐ κατὰ πλειόνων σύστασιν͵ οὐδὲ ἀριθμός͵ ἀλλ΄ ὅμως οὕτω γε καὶ ἐκ τοιούτων οὐσῶν͵ τῆς μονάδος τε καὶ δυάδος. Ἀλλ΄ εἴ τις οὕτως ὑποθοῖτο͵ πρῶτον μὲν δεησόμεθα καὶ ἄλλης ἀρχῆς πρὸ τῶν δυεῖν. Εἰ γὰρ αὗται τῶν δύο στοιχείων ἀρχαί͵ πρὸ δὲ τῶν στοιχείων τὸ μικτόν͵ ἀνάγκη ἔσται καὶ τοῦ μικτοῦ ποιεῖν ἀρχὴν ἰδιότροπον͵ μικτὸν καὶ αὐτὴν ὀνομαζομένην͵ κατὰ γοῦν ἔνδειξιν καὶ οἷον ἰδιότητα τοῦ ὡς ἀληθῶς μικτοῦ προϋπάρχουσαν͵ καὶ καθάπερ τὸ ἓν καὶ τὰ πολλὰ τῶν ὁμωνύμων στοιχείων͵ ἐν τῷ μικτῷ προϋποτίθεμεν ἄλλο τι͵ καὶ πρὸ τοῦ μικτοῦ τὰς δύο πάλιν ἀρχάς. Πᾶν γὰρ μικτὸν ἔχει τι ἑνοειδὲς καί τι πληθοειδές· οὕτω δὲ ἐπ΄ ἄπειρον ἥξομεν ἀρχὰς ἀεὶ ἀρχῶν προϋποτιθέμενοι. Οὐ μέντοι οὐδὲ αὐτοὶ οἱ φιλόσοφοι οἵπερ ταῦτα ποιοῦσι͵ πέρας μὲν καὶ ἄπειρον στοιχεῖα ἐν τῷ μικτῷ͵ πρὸ δὲ τῶν στοιχείων τὸ μικτόν͵ ὡς καὶ ὁ Πλάτων͵ ἐπέκεινα δὲ τοῦ μικτοῦ πέρας πάλιν καὶ ἄπειρον τὰς δύο ἀρχὰς τῶν στοιχείων͵ οὐδὲ οὗτοι ὅμως ἀξιοῦσι πρὸ τῶν δύο ἀρχῶν ποιεῖν ἄλλην μίαν ἀρχὴν τὸ μικτόν. Ἔπειτα οὐδὲ οὕτως ἑκατέρα τῶν ἀρχῶν ἔχει μερικῶς ὡς ἑνὸς τῶν στοιχείων εἶναι ἀρχήν͵ τὴν μὲν πέρατος μόνου͵ τὴν δὲ ἀπειρίας͵ ἀλλὰ πάντων ἑκάτερον͵ τὴν μὲν ὡς διῃρημένων καὶ πολλῶν καὶ ἀπείρων͵ ἂν οὕτω τύχοι͵ τὴν δὲ ὡς ἡνισμένων καὶ ὡς ἑνῶν καὶ ὡς περατοειδῶν τῶν ἁπάντων· ὅλως γὰρ ἡ τῶν

1.114 πολλῶν ἀρχὴ πολλοποιοῦσα διακριτική πώς ἐστι τῶν στοιχείων͵ εἴτε δυεῖν γε πρώτων͵ εἴτε πλειόνων͵ εἴτε τοῦ πεπληθυσμένου ἁπλῶς ἐν τῷ τρίτῳ πληρώματος· ἡ δὲ τοῦ ἑνὸς ἐπικαταλαμβάνουσα τὸ πρὸ τῶν πολλῶν ἕνωμα ποιεῖ͵ ὅπερ ἐστὶ τὸ μικτόν͵ οἷον ἐκ μερῶν καὶ ὅλου συγκείμενον͵ τῶν πολλῶν καὶ τοῦ ἑνός. Ἆρα οὖν αἱ μεθέξεις τῶν δύο ἀρχῶν ἀποτελοῦσι τὸ μικτόν; πάλιν γὰρ εἰς τὸ ἓν καὶ τὰ πολλὰ ὡς ὄντα στοιχεῖα ἐπανήκει ὁ λόγος͵ ὃ δὴ καὶ τοὺς φιλοσόφους ποιοῦντας οὐκ ἀποδεχόμεθα. ῍Η τὸ τρίτον ἓν μέν ἐστι κατὰ τὴν μέθεξιν τοῦ ἑνός͵ πολλὰ δὲ καὶ οἷον πολλότης κατὰ τὴν ἀπὸ τῆς δευτέρας ἀρχῆς ὁμοειδῆ πρόοδον͵ καὶ οὔπω τὸ μικτόν. Ἀλλὰ τοῦτο μὲν παράγεται ἀπὸ μὲν τῆς ἀρχῆς οἷον μονοειδῶς͵ ἀπὸ δὲ τῆς δευτέρας οἷον δυοειδῶς͵ καθὸ καὶ μικτὸν ὀνομάζεται͵ ἀπ΄ ἀμφοῖν δὲ ἑτεροειδῶς͵ ὡς μικτὸν ἀπὸ ἀμίκτων͵ καθάπερ ὁμοειδῶς ἀπ΄ ἀμφοῖν ὡς ἓν πάντα καὶ πολλὰ πάντα. Ἐπειδὴ δὲ αἱ μεθέξεις ἀντιδρῶσιν εἰς ἀλλήλας͵ οἷα γεγονυῖαι ὁμοταγεῖς͵ ἐπληθύνθη μὲν τὸ ἓν καὶ διεκρίθη εἰς πλείω͵ συνῃρέθη δὲ τὰ πολλὰ καὶ γέγονεν ὁμοφυῆ. Καὶ τοῦτο μὲν τὸ πάθος ἕνωσις ἐγένετο͵ πεπόνθησις οὖσα τοῦ ἑνὸς ἐν πλήθει͵ ἐκεῖνο δὲ διάκρισις͵ πεπόνθησις οὖσα [τοῦ ἑνὸς ἐν πλήθει] τῶν πολλῶν ἐν ἑνί· καὶ οὕτως ἐν τῷ τρίτῳ συνεισῆλθεν ἕνωσις καὶ διάκρισις͵ ἐξ ὧν συνεπάγη τὸ ὅλον μικτόν. Ἔτι δὲ κατὰ τὴν αὐθυπόστατον αὐτοῦ πρόοδον τὸ μικτὸν ἀφ΄ ἑαυτοῦ προεβάλετο͵ καὶ ἐν ἑαυτῷ τὰ στοιχεῖα συνδιῄρηκεν ἀντιτεταγμένα ἀλλήλοις. Καὶ γὰρ τὸ ὅλον ἐν ἑαυτῷ καὶ ἀφ΄ ἑαυτοῦ τὰ μέρη ἐπιμερίζει· ὡσαύτως δὲ καὶ τὸ στοιχειωτόν͵ ὅπερ ἐστὶ τὸ μικτόν· προϋπάρχον δὴ τῶν στοιχείων͵ οἷά γε κρεῖττον αὐτῶν ὄν͵ ἐπιδιακρίνει ἐν ἑαυτῷ καὶ ἀφ΄ ἑαυτοῦ τὰ στοιχεῖα· πρὸ γὰρ ἀεὶ τῶν διαιρουμένων τὸ ἀδιαίρετον ὑφέστηκεν.

1.115 Εἰ δὲ καὶ οὕτω θεωροίης αὐτὰ προϊόντα ἀπὸ τῶν ἀρχῶν͵ οὐκ ἂν πόρρω βάλῃς τῆσγε ἐμῆς ἐλπίδος· τὸ μὲν γὰρ ἓν παράγοι ἂν τὸ ἕνωμα τοῦ μικτοῦ͵ αὐτό φημι τὸ μικτόν͵ τὸ δὲ στοιχειῶδες αὐτοῦ πλῆθος ἡ τῶν πολλῶν ὑμνηθεῖσα ἀρχή· ὡς δὲ ἡ ἀρχὴ τῆς ἀρχῆς ὑποστατική͵ καὶ τὸ ἕνωμα συνυφ ίστησι τῶν στοιχείων τὸ πλῆθος. Ἀλλὰ τὰ στοιχεῖα τοδὶ καὶ τοδί͵ πέρας καὶ ἄπειρον͵ ἢ ἓν καὶ πολλὰ τὰ ἀντιταγῆ. Ὡς οὖν τοιαῦτα͵ τί τὸ παράγον; πάλιν γὰρ τὸ μὲν κρεῖττον ἀπὸ τῆς κρείττονος ἥκει ἀρχῆς͵ τὸ δὲ χεῖρον ἀπὸ τῆς χείρονος. Καὶ πάλιν τῶν ἀντιδιῃρημένων στοιχείων αἱ δύο ἀρχαί͵ ἢ ὁμώνυμα μόνον ταῦτα ἐκείναις͵ τρόπος δὲ ἄλλος τῆς ὑποστάσεως͵ ἢ κατὰ ἀναλογίαν͵ ἴσως καὶ ταῦτα παρήχθη τῶν δυεῖν ἀρχῶν. Οὐ μέντοι τὸ ἀπ΄ ἐκείνης͵ τὸ δὲ ἀπὸ ταύτης͵ ἢ καὶ αὐτὸ τὸ μικτὸν ὑπέστησεν αὐτὰ καὶ διέκρινεν κατὰ τὴν δίδυμον ἑαυτοῦ μίαν φύσιν· ἓν γὰρ ὂν καὶ πολλὰ καί͵ ἁπλῶς εἰπεῖν͵ ἡνωμένον͵ κατὰ μὲν τὴν ἔμφασιν τοῦ πλήθους παρήγαγεν τὰ πολλά͵ κατὰ δὲ τὴν ἐπι κράτειαν τοῦ ἑνὸς τὸ ἕν. Εἰ δὲ βούλει͵ καὶ ἡ δευτέρα ἀρχὴ ταῦτα ἐν τῷ τρίτῳ διῄρηκεν͵ ἀλλὰ καθ΄ ἑαυτὴν μὲν τὰ πολλά͵ κατὰ δὲ τὴν συνοῦσαν αὐτῇ ἀπὸ τοῦ ἑνὸς ῥηθέντος ἑνότητα τὸ ἕν. Δύο δ΄ οὖν ὄντα συμπέφυκε͵ καὶ ἡ σύμφυσις πρὸ τῆς διαφυῆς· καθὸ μὲν δὴ συμπέφυκεν͵ τὸ μικτὸν καὶ ἀπὸ τῆς ὑπερτέρας ἀρχῆς· ἴσως δὲ καὶ ἀπὸ ταύτης ἑκάτερον͵ ἀλλὰ τὸ μὲν αὐτῇ καθόσον͵ τὸ δὲ καθόσον σύνεστι τῷ ἑνί. Καὶ αὖ πάλιν ἀπ΄ ἐκείνης ἑκάτερον· ἀλλὰ τὸ μὲν καθόσον αὐτή͵ τὸ δὲ καθόσον προείληφε τὴν δευτέραν ἀρχήν. Ἀλλ΄ ἑνοειδῆ ἑκάτερα ἐν τῷ μικτῷ͵ τό τε πλῆθος τῶν στοιχείων καὶ τὸ πρὸ αὐτῶν ἕνωμα. Ἆρα οὐ μᾶλλον τὸ μικτὸν ἐκ τῶν δύο τούτων ποιητέον͵ ὧν ἑκάτερα πάντα͵ τὸ μὲν συναίρεμα ὂν πάντων͵ τὸ δὲ διάκριμα πάντων͵ τὸ δὲ ὅλον μικτὸν ἐξ ἀμφοῖν; Ὡς γὰρ ὁ νοῦς ὅλος καὶ ἅπαν εἶδος οὔτε τὰ πολλὰ αὐτοῦ μόνον͵ οὔτε τὸ ἓν μόνον͵ ἀλλὰ τὸ συναμφότερον͵ οὕτω καὶ μικτὸν ἂν εἴη τὸ πρῶτον οὐ τὸ ἕτερον͵ ἀλλὰ τὸ συναμφότερον. ῍Η οὕτω γε ποιοῦντες εἰς ἄπειρον ἥξομεν· ἔσται γάρ τι τὸ συναμφότερον πρὸς ἑκάτερον ἀντιδιῃρημένον͵ καὶ πάλιν ἄλλο ζητητέον συναμφότερον͵ ἐπεὶ καὶ ὅλον πρὸ μερῶν μόνον. Εἰ δὲ αὐτὸ ὅλον ἐξ ὅλου καὶ μερῶν͵ δεήσει καὶ ἄλλης ὁλότητος· εἰ δὲ ἐκ ταύτης καὶ δυεῖν ἐκείνων͵ πάλιν τὸ ὅλον δεήσει καὶ τρίτον͵ τοῦτο δὲ ἐπ΄ ἄπειρον.

1.116 Εἰ δὲ στῆναι δεῖ͵ ἐπὶ τῆς πρώτης ὁλότητος μείνωμεν ὅλον καὶ μέρη λέγοντες μόνον͵ καὶ τὸ στοιχειωτὸν ἅμα τοῖς στοιχείοις. Ἆρα οὖν οὐκ ἄλλο νοοῦμεν τὸ ὅλον͵ καὶ ἄλλο τὰ μέρη͵ καὶ ἄλλο τὸ συναμφότερον τοῦτο ὃ οὐκ ἔστιν ἐξ ὁμοταγῶν͵ οὐδὲ ἐκ στοιχείων͵ οὐδὲ ἐκ μερῶν͵ οὐδὲ ὅλον͵ οὐδὲ σύνθετον͵ οὐδὲ ἄρα μικτόν; Ὅμοιον γὰρ συντιθέναι τι ἐξ αἰτίου καὶ αἰτιατοῦ· συναμφότερον γάρ τι καὶ τοῦτο εἴη ἄν͵ ἢ ἀπὸ χρωμένου καὶ ὀργάνου͵ ἢ ἐκ παραδείγματος καὶ εἰκόνος. Ἡ γὰρ τοιαύτη σύζευξις ἐν σχέσει τινὶ θεωρεῖται͵ ἀλλ΄ οὐ συντάξει τῇ κατ΄ οὐσίαν. Ἀλλ΄ εἰ ἐν ἑνὶ τοῦτο εἴη τὸ συναμφότερον͵ ὥσπερ ἐν τῷ νῷ τὸ ἡνωμένον αὐτοῦ καὶ διακεκριμένον͵ πῶς οὐκ ἐξ ἀμφοῖν ὁ εἷς νοῦς; οὕτω δὲ ἐξ ἀμφοῖν ὡς τὸ ἡνωμένον προβαλλόμενον ἀφ΄ ἑαυτοῦ τὸ διακεκριμένον. Μέσον γάρ τι ἔοικεν εἶναι τὸ τοιοῦτον ἀμφοῖν͵ τοῦ τε ὡς ἐκ στοιχείων συναμφοτέρου πρὸ τῶν στοιχείων ὄντος͵ καὶ τοῦ ἐξ αἰτίου καὶ τοῦ ἐξ αἰτιατοῦ͵ μηδενὸς ὄντος κοινοῦ κατ΄ οὐσίαν͵ σχέσεως δὲ μόνης ἐν μέσῳ οὔσης͵ καὶ ταύτης μέντοι ἀπὸ τοῦ αἰτίου διατεινομένης εἰς τὸ αἰτιατὸν τὸ τοῦ νοῦ τοῦ τὸ ὁλοφυὲς δυεῖν πληρωμάτων συνεστῶτος͵ ἡνωμένου τε καὶ διακεκριμένου· τὸ γὰρ πᾶν ὁ νοῦς͵ ἐκεῖνα δὲ οὐ μέρη ἀντίστοιχα͵ πληρώματα δὲ τὸ ἕτερον ἐκ τοῦ ἑτέρου συνυφιστάμενον͵ ὡς ὁ οὐρανὸς ἔχει πρὸς τὸν ὑπουράνιον τόπον. Ἀεὶ γὰρ τὸ προ ϋφιστάμενον ἀπὸ τῆς χωριστῆς αἰτίας ἐπιδιακρίνει καὶ συνυφίστησι τῇ αἰτίᾳ τὸ δεύτερον πλήρωμα· σύνθετον δὲ ὅμως καὶ τὸ ἐκ τούτων συναμφότερον· ἀλλ΄ ᾗ σύνθετον͵ ὅλον͵ ἐπέκεινα δὲ μέρη͵ εἰ καὶ ὁλικώτερα μέρη. Καὶ γὰρ τοῦ κόσμου δύο τὰ γενικώτατα μέρη ὅ τε οὐρανὸς καὶ τὸ ὑπουράνιον ἅπαν͵ ἢ τό γε ὅσον ἀθάνατον καὶ ὅσον θνητόν͵ ἐπεὶ καὶ ὁ ὑλαῖος κόσμος ἐκ τῶν τριῶν τῶν ὑλαίων συμπληροῦται κόσμων͵ τῶν μερῶν λόγον πρὸς τὸ ὅλον ἐπεχόντων. ῍Η οὔτε σύνθετον τὸ τοιοῦτον͵ οὔτε ὅλον͵ οὔτε ἐκ στοιχείων͵ οὔτε ἐκ μερῶν͵ ἀλλά τις οἷον σειρᾶς ἐστι πρόοδος καθ΄ ὑπόβασιν προποδίζουσα πρώτων καὶ μέσων καὶ τελευταίων· καὶ ἔχει μέν τινα σύνταξιν ὅλην φαινομένην͵ οὐ μὴν ὡς ὁλότητος πρὸς μέρη οὐδὲ ὡς πρὸς στοιχεῖα μικτοῦ πράγματος͵ ἀλλ΄ ὅπερ

1.117 εἴρηται͵ κατὰ τὴν συμφυῆ τῶν δευτέρων ἀεὶ πρὸς τὰ προηγούμενα καὶ πρὸς τὰ παράγοντα τῶν παραγομένων ἀλληλουχίαν. Ὁ δὲ τοιοῦτος προποδισμὸς οὔπω ἐν τῷ πρώτῳ μικτῷ πέφηνεν͵ ἅτε πρώτῳ ὄντι καὶ οὔπω ὑποβάντι εἰς πρῶτον καὶ δεύτερον πλήρωμα; ἢ οὕτω γε καὶ τὸ πρῶτον ἔσται μικτόν͵ καὶ τὸ δεύτερον ὁμοίως μικτόν. Καὶ γὰρ ἐν τῷ νῷ μικτὸν ἑκάτερον͵ ἐπειδὴ ὁ νοῦς μικτὸς ἐκ μικτῶν· τὸ δὲ ἦν πάντων ἁπλούστατον μικτόν. Διὸ μᾶλλον ὡς ἐκ στοιχείων φαντάζοιτο μεμίχθαι μόνον· οὐδὲ γὰρ ὡς ἐκ μερῶν· πλείων γὰρ ὁ τῶν μερῶν μερισμός· ἐν διαστάσει γὰρ τὰ μέρη πρὸς ἄλληλα͵ τὰ δὲ στοιχεῖα συνῃρῆσθαι βούλεται μᾶλλον καὶ οἷον συγκεχύσθαι͵ μὴ προφαινομένης ἑκάστου ἐν τῷ μικτῷ τῆς ἰδιότητος͵ ὥσπερ τὰ εἴδη τὸ ἐναντίον ποιεῖ͵ περιγράφει ἕκαστον ἑαυτὸ κατὰ τὴν ἑαυτοῦ μορφήν· τὰ δὲ μέρη μέσως ἔχει͵ μεμέρισται μὲν γάρ· διὸ καὶ μέρη καλεῖται· ἀναλύειν δὲ ἐσπούδακε τὸν μερισμὸν τῇ πρὸς τὸ ὅλον ἀνανεύσει. Κατὰ λόγον ἄρα τὰ μὲν εἴδη ἐν τῇ τρίτῃ τάξει τοῦ νοητοῦ διαπέφηνε͵ τὰ δὲ μέρη ἐν τῇ μέσῃ͵ τὰ δὲ στοιχεῖα ἐν τῇ ἀκρότητι͵ ἐν ᾗ οὐδὲν ἴδιον οὐδενὸς διακέκριται ὡς ἀληθῶς͵ ἀλλὰ καταπέποται πάντα ὑπὸ τῆς τοῦ μικτοῦ μιᾶς ἑνώσεως͵ ἐπεὶ οὐδὲ τὰ πλείω στοιχεῖα ἐκεῖ πω διακρίνεται ὡς τόδε καὶ τοδί͵ ἀλλ΄ ὡς ἐν τῷ πάντη ἡνωμένῳ τὸ πληθοειδὲς ἐμφαντάζεται διὰ τὴν ἁπλότητα τοῦ πρώτου μικτοῦ. Πολὺ γάρ τι μόνον͵ ἀλλ΄ οὐ πλείω τινά͵ οἷον ἓν ὕδωρ πολυδιάκριτον· τοιοῦτον δὲ ὂν τὸ ἐκεῖ πλῆθος ὅμως καὶ τοῦτο συνῄρηται καὶ ὑποκέκρυπται τῇ ἑνώσει τούτου. Οὐκ ἄρα δύο πληρώματα τοῦ μικτοῦ͵ τὸ μὲν ἕνωμα͵ τὸ δὲ διάκριμα͵ καθάπερ ἐν νῷ͵ ἀλλὰ τὸ ὅλον μόνον καὶ ἄμικτον οὕτως ὡς μικτοῦ ἰδιότης ἐμφανεῖσα πρώτη· οὐ γὰρ ὡς ἐκ πλειόνων εἰς ταὐτὸ συγκραθέντων (τοῦτο μὲν γὰρ οὐδὲ τῷ μίγματι τῆς ἡμετέρας ψυχῆς προσήκοι ἄν τι δικαίως)͵ ἀλλ΄ οὐδὲ ὡς πλειόνων τινῶν ἐκεῖ τῷ ἑνὶ συναναφανέντων κατὰ ἀλήθειαν· ἀπὸ γὰρ τοῦ νοῦ ταύτας ἕλκομεν ἐπ΄ ἐκεῖνο τὰς διακριτικὰς ὑπονοίας.