ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.118-1.121)


1.118 Ἀλλ΄ ὥσπερ τὰ πολλὰ κατὰ μίαν παντελῆ ἐθεωροῦμεν ἰδιότητα͵ πάντα ὅμως οὖσαν τὴν μίαν͵ οὕτω καὶ τὸ μικτὸν ὡς μίαν ἰδιότητα ἁπλῆν καὶ ἀσύνθετον͵ πάντα ὅμως οὖσαν ἐν τῷ ἁπλῷ͵ πλὴν ὅτι κατὰ τὴν τοῦ μικτοῦ τῶν πάντων ἰδιοτροπίαν. Πάντα γὰρ κυρίως τὸ μικτόν͵ ἀλλὰ πρὸ πάντων τῶν κατὰ διάκρισιν πάντων κυρίως λεγομένων. Πάντα γὰρ ἐκεῖνο ἀδιακρίτως ἐστὶ κατὰ τὸ ἡνωμένον τῶν πάντων. Πάντα δὲ καὶ ἡ δευτέρα ἀρχή͵ ἀλλ΄ ἔτι ἁπλούστερον. Οὐ γὰρ μόνον ἀδιακρίτως͵ ὡς τὸ ἡνωμένον͵ κατὰ σύνταξίν τε καὶ σύμπηξιν͵ εἰ θέμις εἰπεῖν͵ ἀλλὰ κατὰ τὴν τῶν πολλῶν ἁπλῶς ἀσύντακτον ἀπειρίαν καὶ τὴν κρείττω παντὸς ὅρου ἀοριστίαν· ὅρος γάρ τις καὶ ἡ τῶν πάντων περίληψις. Ἔτι μέντοι καὶ ἡ πρώτη πάντα͵ ἁπλούστερον δὲ καὶ αὕτη τῆς ἀορίστου καὶ ἀπεριλήπτου πάντα ὅμως οὔσης ἀρχῆς͵ κατ΄ αὐτήν γε τὴν πρὸ τῆς ἀπειρίας ἁπλότητα τοῦ ἑνός͵ οὐδὲ εἰς τὰ πολλὰ χυθέντος͵ πολλῷ δὲ μειζόνως ἐξῃρημένου τῆς πάντων ἐν τῷ μικτῷ συντάξεως ἡνωμένης͵ ἐν ᾗ τὸ ἡνωμένον ὑπέστη κατὰ τὴν οἷον πῆξιν τῆς τῶν πολλῶν χύσεως τε καὶ ἀπείρου φύσεως͵ ἣν ῥύσιν τινὰ τοῦ ἑνὸς ὑπετιθέμεθα͵ ἣν παγεῖσαν τὸ μικτὸν εἶναί φαμεν καὶ τὸ πρῶτον ἡνωμένον. Ὥστε ὅσα πρόσθεν ἐλέγομεν διακρίνοντες τὰ ἐν τῷ μικτῷ͵ ἵνα μικτὸν αὐτὸ νοήσωμεν͵ νῦν πάντα εἰς ἓν συνάγομεν τῷ λόγῳ εἰς τὴν τοῦ μικτοῦ μίαν ἰδιότητα ἀδιάκριτον καὶ ὡς ἀληθῶς νοητὴν τῶν πάντων κορυφήν. Καὶ συγγνώμονας εἶναι παρακαλῶ τοὺς θεοὺς ἐπὶ τῇ ἀσθενείᾳ τῶν τοιῶνδε νοημάτων καὶ ἔτι μᾶλλον τῶν δηλωμάτων. Ἄνευ γὰρ τῆσδε τῆς τῶν λόγων ἀντεπάλξεως καὶ τῆς μεταφορικῆς ταύτης ἀτεχνῶς

1.119 ἀνάγκης͵ οὐδὲν ἂν οὐδοπωστιοῦν ἐνδειξαίμεθα περὶ τῶν πρωτίστων ἀρχῶν. Τὰ μὲν δὴ τῶν Θεῶν οὕτως ἵλεα γένοιτο. Τὸν αὐτὸν δὲ τρόπον καὶ εἰ τὰς δύο ἀρχὰς ποιοῖ τις πέρας καὶ ἀπειρίαν͵ ὡς δοκεῖ ὁ Πλάτων͵ καὶ τὸ μικτὸν ἀπὸ τούτων γιγνόμενον Θεωρήσομεν͵ τὴν χύσιν τῆς ἀπειρίας τῷ περατοειδεῖ δεσμῷ καταπηγνύντες εἰς τὴν τοῦ πεπερασμένου μίαν ἄλλην ἰδιότητα͵ ἐν ᾧ καὶ πέρας καὶ ἄπειρον. Ἔστι γὰρ τὸ πεπερασμένον οὔτε πέρας οὔτε ἀπειρία͵ ἔστι δὲ τὸ συναμφότερον. Νοείσθω τοίνυν ὡς τὸ ἡνωμένον ἁπλοῦν καὶ ἀσύνθετον͵ οὕτω καὶ τὸ μικτὸν ἐκ πέρατος καὶ ἀπείρου ὡς πρὸ ἀμφοῖν· οὔπω γὰρ ἐκεῖ οὐδὲ ἡ τούτων διαίρεσις· ἀλλ΄ ἔστιν ἐκεῖνο τοιοῦτον πρὸ τῶν δυεῖν. Ὁ αὐτὸς δὲ λόγος ἔσται καὶ τῆς συνθέσεως τῆς κατὰ ἀσθένειαν ἡμῶν συνεπινοουμένης καὶ τῆς διακαθαιρομένης ἁπλότητος τοῦ μικτοῦ. Καὶ εἴ τις μονάδα καὶ ἀόριστον δυάδα ποιοῖ τὰς δύο ἀρχάς͵ ἐκ τούτων τὴν ἡνωμένην τριάδα θεωρεῖ͵ οὐκ ἐκ τριῶν τινῶν συντιθεμένην͵ ἀλλ΄ οὖσαν αὐτὸ τὸ ἓν τῆς τριάδος͵ καὶ διὰ τοῦτο μίαν οὖσαν τριαδικὴν ἰδιότητα πάντα παρεχομένην κατὰ τοῦτο τὸ ἕν. Οὕτω μὲν τοίνυν ἀπὸ τῶν πρώτων ἀρχῶν ὑφισταμένην τὴν τρίτην ἀποφανοῦμεν αὐτὸ τὸ πάντων ἐπέκεινα τῶν ἡνωμένων καὶ μικτῶν λεγομένων· κάτωθεν δὲ ἀπὸ τῶν προϊόντων ἐξ αὐτῆς ἀναγοίμεθα ἂν ἐπ΄ αὐτὴν κατὰ ἀνάλυσιν· ἐκ πάντων μὲν ὁμοῦ͵ ὅτι πάντων κορυφὴ καὶ ἐκείνη. Συμπτύσσοντες δὲ ἀεὶ καὶ συναιροῦντες τὰς μὲν πολλὰς διακρίσεις εἰς τὰς πολλὰς ἑνώσεις͵ τὴν δὲ μίαν πρὸ τῶν πολλῶν διάκρισιν εἰς τὴν μίαν πρὸ τῶν πολλῶν ἕνωσιν͵ τὴν δὲ τούτων πρὸς ἀλλήλας ἀντιδιαίρεσιν ἥντινά ποτε καὶ ὁπωσοῦν οὖσαν εἰς τὴν μίαν καὶ ἁπλῆν καὶ πάντη ἀδιάκριτον καὶ

1.120 ἀντίθετον͵ ὁμοῦ πάντα συνῃρηκυῖαν ἡνωμένην ἀκρότητα. Καὶ εἰ βούλει͵ λέγω τὸ μικτὸν ἕνωμα τῶν πάντων͵ πρὸ πάντων γε ὂν τῶν μιγνυμένων· πάντα δὲ ἐν αὐτῷ μίγνυται· πάντα ἄρα͵ καὶ τοῦτο πρὸ πάντων͵ ὡς ἡ μονὰς ὁ πᾶς ἀριθμὸς καὶ ὁ ἄπειρος ἀεὶ προτιθέμενος· οὐ γὰρ ἀνελίξει ποτὲ τὸν ἐν τῇ μονάδι συνῃρημένον ὁ προποδίζων ἀπ΄ αὐτῆς ἀεὶ ἀριθμός. Διὸ καὶ ταύτῃ τὸ μικτὸν ἐξ ἀπείρου καὶ πέρατος͵ ὅτι καὶ πάντων ὑπερήπλωται τῶν μεθ΄ ἑαυτό͵ καὶ τὴν ἀπειρίαν συνείληφε τῶν ἐπ΄ ἄπειρον ἐπ΄ αὐτοῦ γιγνομένων· καὶ μονὰς ὅμως ἐστὶ κατὰ τὸ ἀληθέστατον οὐχ ἡ ἀρχὴ τοῦ ἀριθμοῦ͵ πολλοστὴ γὰρ αὕτη ἀπ΄ ἐκείνης͵ ἀλλὰ τοιαύτη κατὰ ἔνδειξιν͵ οἷον μὲν τὸ ἓν τῆς πρώτης ἀρχῆς͵ οἷα δὲ τὰ πολλὰ τῆς δευτέρας. Ἡ γὰρ μονὰς πρὸ τοῦ ἀριθμοῦ σύγκρασίς ἐστι τοῦ ἑνὸς καὶ τῶν πολλῶν͵ ὥσπερ ἐκείνη τῶν δυεῖν ἀρχῶν. Τοιοῦτος δὲ καὶ ὁ νοητὸς ἀριθμὸς ὑμῖν φανεῖται͵ οἱάπερ αὐτὴ ἡ μονάς. Ἀλλὰ τοῦτο μὲν εἰσ αῦθις ἀναβεβλήσθω. Ὅτι δὲ ἡ μονὰς καὶ τὸ ἓν ἔχει καὶ τὰ πολλά͵ παντὶ φανερόν͵ ἐπειδὴ καὶ πᾶς ἀριθμός· πρῶτος δὲ ἀριθμός͵ ἀλλὰ συνῃρημένος καὶ ἀδιάκριτος· διὸ καὶ τὸ ἓν τρανέστερον ἐν αὐτῇ καὶ τὸ πλῆθος ἀκριβέστερον· τὸ γὰρ ἁπλῶς ἐκεῖ πλῆθος καὶ τὸ ἄπειρον· διὸ καὶ ὁ πᾶς ἀριθμός͵ οὗ καὶ τὴν ἀπειρίαν ἡ γένεσις ἀνελίττουσα οὐκ ἄν ποτε πέρας εὕροι τῆς ἀνελίξεως. Διὸ καὶ ἡ μονὰς μικτὸν ἐκ τῶν ὁπωσοῦν λεγομένων προϋπάρχειν ἐν τῷ μικτῷ πολλῶν͵ λέγω δὲ τῶν πάντων ἀπ΄ αὐτοῦ μὲν καὶ μετ΄ αὐτὸ διακρινομένων͵ ἐν αὐτῷ δὲ ὄντων ἀδιακρίτων κατὰ μίαν φύσιν ἡνωμένην͵ παντοφυῆ͵ οὐκ αἰτίας πολλὰς περιέχουσαν τῶν μετ΄ αὐτὴν (οὐδὲν γὰρ τῶν πολλῶν αἴτιον ἐκεῖ διάκρισις)͵ ἀλλὰ μίαν αἰτίαν παντουργόν͵ μᾶλλον δὲ οὐδεμίαν αἰτίαν ἑτέραν παρ΄ ἑαυτήν. Αὕτη γάρ ἐστιν ἡ ἐγνωσμένη φύσις͵ ἡ πηγὴ τῶν πάντων͵ οὐ κατὰ τὴν ἐν αὐτῇ περιεχομένην μίαν αἰτίαν͵ ἀλλὰ καθ΄ ὕπαρξιν τὴν ἑαυτῆς. Ἆρα οὖν τὸ ἐκεῖ πλῆθος ἡνωμένον ὡς ἐξ εἰδῶν ἥνωται; ἀλλὰ νοῦ ἐστι τοῦτο τὸ μικτόν. Ἀλλ΄ ἆρα ὡς ἐκ μερῶν; τοῦτο δὲ ἦν τοῦ ὅλου συναίρεμα͵ ἤ͵ εἰ βούλει͵ τῆς μέσης. Λείπεται ἄρα ὡς ἐκ στοιχείων. Ἀλλὰ πρῶτον μὲν οὐκ ἔσται τὸ ἁπλῶς ἐκεῖνο μικτόν͵ ᾗπερ τὸ ἐκ στοιχείων. Εἶτα μέντοι καὶ ἔστιν

1.121 ἴσως ἐκ πολλῶν εἶναί τι͵ ἢ πολλά͵ οὔπω δὲ οὔτε στοιχεῖα͵ οὔτε μέρη͵ οὔτε εἴδη͵ ἀλλὰ μόνον πολλά· καὶ γὰρ ἕκαστον τούτων πολλά· κοινὸν ἄρα πᾶσι τοῖς πολλοῖς εἶναι. Ἐκ δὲ αὖ τρίτων ἡ τῶν πολλῶν ἀρχὴ πολλοποιὸς ἦν μόνον͵ οὐ μέντοι στοιχείων͵ οὐδὲ μερῶν͵ οὐδὲ εἰδῶν· ὥστε εἰ καὶ πλῆθος ἐν τῷ μικτῷ͵ ἀλλὰ μόνον πλῆθος͵ οὐ μέντοι τὸ τοιόνδε οἷον εἰδῶν τε καὶ γενῶν͵ οὐδὲ μερῶν οὐδὲ στοιχείων. Ἀλλ΄ εἰ καὶ τοῦτο συγχωροῖ τις͵ οὐδὲ οὕτως ἔσται τὸ ἁπλῶς ἐκεῖνο μικτόν· οὐδὲ πάντων κορυφὴ μία ἀδιάκριτος͵ ἀλλ΄ οὐδὲ ἡ τῶν πολλῶν ἀρχὴ πάντων ἔσται ἁπλῶς αἰτία͵ ἀλλὰ μόνον ᾗ πολλὰ τὰ πάντα. Καίτοι πολλὰ ἐλέγετο κατὰ ἔνδειξιν͵ οὐχ ὅτι ἐκ πολλῶν ᾗ πολλά͵ οὐδὲ ἐκ στοιχείων ᾗ στοιχεῖα͵ οὐδὲ τῶν ἄλλων ᾗ ἐκεῖνα͵ ταῦτα γὰρ ἐν τῷ νῷ διώρισται πρώτως͵ λέγω δὲ τὰς τούτων αἰτίας πρώτας· διὸ καὶ ἀκριβολογεῖσθαι περὶ αὐτῶν ἀναβάλλομαι τὰ νῦν. Τὸ δὲ μικτὸν ἐκεῖνο ὡς ἐκ πάντων ὁμοίως καὶ πολλῶν καὶ στοιχείων καὶ μερῶν καὶ γενῶν καὶ εἰδῶν· καὶ γὰρ ἐκ συνθέτων καὶ ὅλων ἁπάντων͵ ἀλλ΄ ὡς εἴρηται͵ ᾗ πρὸ πάντων τὰ πάντα. Εἰ δὲ καὶ μίγμα αὐτὸ ποιοῖ τις ἐκ τῶν δυεῖν ἀρχῶν ὡς ἀπ΄ αὐτῶν προελθόν͵ οἷον ἐκ μητρὸς καὶ πατρὸς ἓν ἔκγονον τὸ πάντων ἐκγόνων πρώτιστον͵ οὐκ ἂν πόρρω βάλλοι τῆς δυνατῆς ὑπονοίας περὶ τῆς τρίτης ἀρχῆς ὡς μικτῆς εἶναι λεγομένης. Εἰ δὲ καὶ ὡς ἐκ τοῦ πάντα ἑνὸς καὶ τῶν πάντα πολλῶν͵ καὶ οὕτως ἂν ἔχοι τὴν ἔνδειξιν τῆς ἀπόρου καὶ ὑπερβαλλούσης. Ἐκεῖνο μὴν οὐκ ἄξιον παρελθεῖν ἀνεπισήμαντον ὅτι ἡ ὁπωσοῦν ἔμφασις ἐκεῖ τοῦ πλήθους οὐκ ἔστι τοῦ ἡνωμένου διάκρισις͵ ἀλλὰ τῶν ἔτι ἁπλουστέρων πολλῶν͵ καὶ οὕτω γιγνομένων͵ ἐξ ὧν τὸ ἡνωμένον τὸ ἤδη σύνθετον· ἡ δὲ τούτου διάκρισις πολλά ἐστιν ἡνωμένα͵ γιγνομένη μετὰ τὸ πρῶτον ἡνωμένον· ἐκεῖνο γὰρ ταύτῃ γε ἀδιάκριτον καὶ οἷον ἔτι ἓν τὸ ἡνωμένον. Ἀλλὰ καὶ περὶ τούτων εἰσαῦθις ἀκριβέστερον. Νῦν δ΄ αὖ πάλιν ἐξαρχῆς εἴπωμεν περὶ τῆς ἀρχῆς͵ ἥτις ἐστὶν οὐ κατὰ τὴν ἔννοιαν τοῦ μικτοῦ καὶ ἡνωμένου͵ ἀλλ΄ ὅτι ὂν καὶ οὐσίας κατά τινας ἐννοίας ἀληθεῖς ὄντες τὸ ἁπλῶς καὶ τὴν πρώτην οὐσίαν αὐτὴν εἶναί φασιν οἱ φιλόσοφοι.