1.92 ὡς οὖσαν͵ μᾶλλον δὲ καὶ Αἰγύπτιοι ἄρρητον ἀνυμνήκασι· σκότος γὰρ ἄγνωστον αὐτὴν ὠνομάκασι͵ τρὶς καὶ τοῦτο ἐπιφημίζοντες. Οὕτω τοίνυν καὶ Πυθαγόρας ἠθέλησέ τι ὄνομα αὐτῇ ἐπιθεῖναι πρὸς τὴν φιλόσοφον διδασκαλίαν ἀφορῶν͵ διότι μετ΄ αὐτὴν ἀφωρίσατο τὴν μονάδα͵ σύμβολον καὶ τοῦτο λέγων αὐτῆς͵ ἀλλ΄ οὐ δήλωμά τι οἰκεῖον͵ ἐπεὶ καὶ ἡ μονὰς τῷ ὄντι ὅπου ὁ ἀριθμός͵ ὁ δὲ ἀριθμὸς ἐν διωρισμένοις͵ ἀλλ΄ οὐκ ἐν τῷ ἀδιορίστῳ πληρώματι τῶν ὄντων. Ὁ δέ γε Πλάτων ἀμφισβητήσιμος ὅπη χρῆται τοῖς ὀνόμασιν· ἐν μὲν γὰρ τῷ Σοφιστῇ τὸ ἓν προτίθησι τῶν πάντων͵ ἐν δὲ τῇ Πολιτείᾳ ἄγνωστον εἶναί φησιν͵ ἐν δὲ τῷ Παρμενίδῃ κατὰ τὴν πρώτην ὑπόθεσιν δοκεῖ μὲν τὸ ἓν ὑπολιπεῖν ἄνευ τοῦ εἶναι. Τὸ γὰρ ἓν εἶναι͵ ὡς ἔοικεν͵ ἀναιρεῖ· οὐ μέντοι· ἀλλ΄ ἴσως διὰ τῆς παντελοῦς ἀποφάσεως καὶ τῆς γνωστικῆς ἁπάσης ἀναιρέσεως τὸ ἀπόρρητον ἐνδείκνυται. Ἀλλὰ τοῦτο μὲν ἐν ἄλλοις εὐκαιρότερον ἐξετάζειν. Ἐν μέντοι τῇ δεύτερᾳ ὑποθέσει σαφῶς τίθεται τοῦτο τὸ ἕν͵ ὃ δὴ νῦν καὶ ἡμεῖς ἓν πάντα ἐθέμεθα καταφατικῶς͵ ὥς γε οἷόν τε ἦν͵ ὅπερ καὶ τὸ πάντων ἐστὶν ἁπλούστατον. Ἐκεῖνο δὲ τὸ ἕν͵ ὃ πρὸ μονάδος ὁ Πυθαγόρας ἐτίθετο͵ καὶ ὁ Πλάτων ἐν τῇ πρώτῃ ὑποθέσει͵ τῆς ἀρρήτου ἀρχῆς ἐστι σύμβολον͵ ὡς ἄλλος αὐτὴν ἄλλως πως ἐπωνόμασεν. Εἰ τοίνυν λέγοι τις τὸ μὲν πάντα ἓν ἐπίσης εἶναι πάντα ἕν͵ ἡ δὲ πρεσβυτέρα τῶν δυοῖν ἀρχῶν ὑπαρκτικὴ μᾶλλον ἢ παρακτικὴ ἢ περατοειδής͵ ὥσπερ ἡ δευτέρα τὰ ἐναντία μᾶλλον͵ ἑκατέρα δὲ ὅμως πάντα ἕν͵ ἴστω μὲν ὁ ταῦτα λέγων ἔτι κατεχόμενος ἐν τοῖς διωρισμένοις͵ τὰ μᾶλλον καὶ ἧττον ἐν ἐκείνοις ὑποτιθέμενος καὶ ἰδιότησιν αὐταῖς διαφερούσαις ἀφοριζόμενος͵ οἷον τῷ μονίμῳ καὶ προοδικῷ ἢ τῷ ὑπ αρκτικῷ καὶ δυναμικῷ͵ κατὰ ἔνδειξιν μὲν λεγόμενα͵ συγγνώμην ἂν ἔχοι δικαίαν͵ ἁπλῶς δὲ οὕτω δεινὴν ἀπεργάσεται σύγχυσιν. Δειχθήσεται γὰρ καὶ ἡ βάσις τῶν νοητῶν πάντα ἐπίσης οὖσα͵ καίτοι τὸν διορισμὸν ἤδη πως ἐν ἑαυτῇ προβαλλομένη.
..
ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.92)