ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.122-1.126)


1.122 Εἰ γὰρ καὶ μὴ εὐθὺς τὸ τρίτον λέγομεν εἰς τὸ οὐσιῶδες ὄν͵ ὥσπερ ἐκεῖνοι͵ ἀλλὰ πρὸ τούτου εἰς τὸ ἑνιαῖον͵ ὅμως διὰ τί ἡ τρίτη ἑνὰς αὐτὸ λέγεται εἶναι τὸ πρῶτον ὂν καὶ ἡ πρώτη οὐσία; Πρὸ δὴ πάντων τὰ σημαινόμενα διαιρετέον τῶν ὀνομάτων. Λέγεται γὰρ ὂν καὶ ἕν τι τῶν γενῶν τοῦ ὄντος͵ ἀντικείμενον τῷ μὴ ὄντι͵ καὶ ἀντιδιῃρημένον τοῖς ἄλλοις γένεσιν· εἰδητικόν γε ὂν τοῦτο ὄν͵ ἀλλ΄ εἰδῶν τῶν ἁπλῶν μετὰ τῶν ἄλλων τεσσάρων γενῶν. Καὶ ἐν Παρμενίδῃ πρὸ τῶν ὑποθέσεων συγκατείληχε καὶ τοῦτο τοῖς γενικοῖς εἴδεσιν. Ἕτερον δὲ λέγεται ὂν τὸ ὁλοφυὲς πλήρωμα τῶν γενῶν͵ ὅπερ οὐσίαν ἰδίως καλοῦμεν͵ ὡς ὁ Πλωτῖνος. Οὕτω δὲ καὶ ἐν Σοφιστῇ λαμβάνεται͵ ὅταν αὐτὸ ποιῇ πολλὰ πεπονθότα τὸ ἕν. Λέγεται ὂν καὶ ὅλον τὸ πρὸ ψυχῆς ὑφεστῶς͵ ὡς ἐν Πολιτείᾳ͵ καὶ οὐσίαν τοῦτο καλεῖ͵ συντάττει δὲ αὐτῇ προϊὼν καὶ τὸ τῆς ψυχῆς γένος. Οὕτω δὲ καὶ πρὸς τήνδε τὴν οὐσίαν πρώτην γένεσιν ἀξιοῖ καλεῖν τὴν ψυχήν. Λέγεται δὲ ὂν καὶ οὐσία τὸ ἄκρον τοῦ νοητοῦ παντός͵ ὃ δὴ καὶ ἁπλῶς ἐστι νοητόν͵ ὅπερ ἔν τε Σοφιστῇ ἀκίνητον ἐνδείκνυται εἶναι͵ καὶ ἐν τῷ Παρμενίδῃ κατὰ τὴν δευτέραν ὑπόθεσιν ὂν τὸ πρῶτον λαβών͵ καὶ ἓν ὂν

1.123 ἀνευφημήσας ἀπ΄ αὐτοῦ παράγει πάντα τὰ ὁπωσοῦν ὄντα͵ ἢ εἶναι λεγόμενα ἢ γίγνεσθαι ἢ μὴ εἶναι͵ ὡς ἐκεῖ λέγεται. Ἀνυμνεῖ δὲ αὐτὸ καὶ οὐσίαν͵ ἀρχόμενος εὐθὺς τῆς ὑποθέσεως. Πόθεν οὖν τούτων καὶ κατὰ τίνος ἔννοιαν ὄντος ἐπὶ τὸ ἡνωμένον ἐκεῖνο ἄνιμεν; ἆρα ἀπὸ τοῦ γένους͵ ὡς ἀπὸ τοῦ ἑνὸς ἐπὶ τὸ ἁπλῶς ἓν ἀνηγόμεθα; καὶ γὰρ ἁπλοῦν τοῦτο τὸ ὄν͵ καὶ πρέπουσαν ἔχει τῷ πρώτῳ ὄντι τὴν ἔννοιαν. Ἀλλὰ ἐκεῖνο πάντα ἦν͵ καὶ μᾶλλον ἂν αὐτῷ κατὰ τοσοῦτον ἐοίκοι ἡ ἐκ πάντων οὐσία͵ οὐχ ἕν τι οὖσα͵ ἀλλὰ κόσμος ὁλοτελῆς. Ὡς γὰρ αὕτη πάντα ὁμοῦ͵ οὕτω καὶ ἡ τρίτη ἀρχὴ πάντα ἀδιακρίτως. Οὕτως ἀναγοίμεθα ἂν οὐκ ἀφ΄ ἑνὸς τῶν αὐτῇ προελθόντων͵ ἀλλ΄ ἀπὸ πάντων τῶν μετ΄ ἐκείνην διακριθέντων. Μήποτε δὲ συλλαβεῖν χρὴ καὶ ἐπὶ ταύτης τὸ μὲν ἁπλοῦν ἀπὸ τοῦ ἑνὸς γένους· τὸ δὲ σύμπαν καὶ πάμπληρες ἀπὸ τῆς ἐκ πάντων συντεθειμένης οὐσίας· ὥστε κατ΄ ἀμφότερα δικαίως ἂν καλοῖμεν τὴν ἡνωμένην ἀρχὴν οὐσίαν καὶ ὄν. Ἔστι γὰρ δήπου πρὸ παντὸς ἀεὶ πλήθους τὸ συναίρεμα τοῦ πλήθους͵ τῶν μὲν εἰδῶν εἰδητικόν τι συναίρεμα͵ τῶν δὲ γενῶν γενικόν͵ τῶν δὲ μερῶν τὸ ὅλον καλούμενον͵ τῶν δὲ στοιχείων τὸ στοιχειωτόν͵ τῶν δὲ ἁπλῶς πολλῶν τὸ ἕνωμα ἢ τὸ ἡνωμένον͵ τῶν δὲ πολλῶν ὄντων τὸ ἓν ὄν· ἔστι μὲν γὰρ καὶ τῶν ὄντων κορυφή τις μία καὶ ἀκρότης͵ ἀλλ΄ ὄντων μὲν ἁπλῶς͵ ὡς τὸ ἁπλῶς ὄν͵ ὡς δὲ πολλῶν καὶ διακεκριμένων ἕν τε καὶ ἡνωμένον. Εἰ τοίνυν τὸ ὄντα καὶ πολλὰ ταὐτὸν τῷ ὑποκειμένῳ͵ τὸ δὲ οὖσιν εἶναι καὶ πολλοῖς ἕτερον· οὕτω καὶ ἡ ἀκρότης μία κατὰ τὸ ὑποκείμενον͵ ἀλλ΄ ὡς μὲν πολλῶν ἡνωμένη͵ ὡς δὲ ὄντων τὸ ἁπλῶς ὄν. Οὐκ ἄρα ταὐτόν ἐστιν ἡνωμένον καὶ ὄν; ἢ τὸ μὲν ὡς γένος οὐ ταὐτὸν ἴσως· τὸ δὲ ὡς ἐκ τῶν γενῶν καλούμενον͵ ταὐτόν. ῍Η καὶ τὸ ἐκ τῶν γενῶν ἀπὸ τοῦ γένους καλεῖται ὄν͵ ὡς ἱστάμενον ἀπὸ στάσεως͵ καὶ κινούμενον ἀπὸ κινήσεως͵ καὶ ταὐτὸν καὶ ἕτερον ἀπὸ ταυτότητος καὶ ἑτερότητος. Οὐκοῦν καὶ ἓν καὶ πολλὰ ἀπὸ τῶν γενῶν· τὸ δὲ ἡνωμένον ἦν τὸ ἐξ ἑνὸς καὶ πολλῶν· ὥστε ταὐτὸν μὲν καὶ ἓν τὸ ὅλον μικτόν͵ θεωρεῖται δὲ καὶ ὀνομάζεται καθ΄ ἕκαστον τῶν στοιχείων. Τί οὖν; καὶ τὸ ἡνωμένον στοιχεῖον; οὐ φημί͵ οὐδὲ γὰρ τὸ κινούμενον οὐδὲ τὸ ἑστώς· ἢ οὕτω γε διπλασιάσωμεν· δεῖ γὰρ τὸ ὅλον ὀνομάζειν κατὰ τὴν

1.124 ἀφ΄ ἑκάστου πεπόνθησιν· τὸ δὲ ποιεῖν στοιχεῖα τὰς πεπονθήσεις οὐδὲν ἄλλο ἐστὶν ἢ τὰς μεθέξεις ὑπάρξεις ποιεῖν. Καὶ ἔτι ἐπ΄ ἄπειρον ἥξομεν· ἑκάστη γὰρ ὕπαρξις ἔχει τινὰ καὶ μέθεξιν ἐν ἑτέρῳ τῷ μετέχοντι͵ ἐπεὶ καὶ ὅλον καὶ μέρη στοιχεῖα· διὸ καὶ ταῦτα ἀντίκειται ἀλλήλοις· καὶ δὴ τὸ μικτὸν καὶ ἐκ τούτων κατὰ μὲν τὰ μέρη μεμερισμένον͵ κατὰ δὲ ὅλον εἰς τὸ ἀμέριστον. Ἀμέριστον δὲ λέγω τὸ ὅλον ὃ τῶν μερῶν ἐστι τὸ ἀμέριστον. Ἀλλὰ τὸ μὲν μικτὸν οὕτω θεωρεῖται καθ΄ ἕκαστον τῶν ἐν αὐτῷ μεμιγμένων. Ἔστι δὲ πανταχοῦ πρὸ τῶν διαιρουμένων τὸ ἀδιαίρετον͵ καὶ τὸ πάντων συναίρεμα πρὸ τοῦ πάντων διαιρέματος· αὐτοῦ τὸ ἄκρον ἑκάστου πλήρωμα ἀφ΄ οὗ πρόεισι τὸ λοιπόν. Οὕτω γὰρ καὶ τῶν πάντων μίαν κορυφὴν ἐτιθέμεθα τὸ ἡνωμένον παμπλήρη φύσιν καὶ μίαν παντοφυῆ͵ περὶ ἧς ζητοῦμεν εἰ ὂν κλητέον. Τῶν γε τοιούτων οὐκ ἔστιν ὄνομα κατὰ ἀλήθειαν͵ οὐδὲ νόημά τι τῶν διῃρημένων· ταῦτα μὲν γὰρ ἐν διακρίσει τινί͵ καὶ πάντως εἰδητικῇ ὅσα ὀνόματα· τὸ δὲ ἦν πάντη ἀδιάκριτον͵ καὶ πάντα συναιρετέον τῇ ἑαυτοῦ μονότητι. Πότε ἂν οὖν ἐξαρκέσειεν ἡ ἀπεστενωμένη τῶν ὀνομάτων ἰδιοτροπία͵ καὶ τῶν κατὰ τὰ αὐτὰ νοημάτων εἰς δήλωσιν ἢ περίληψιν τῆς πάντα καὶ πρὸ πάντων οὔσης μιᾶς ἡνωμένης ἁπλότητος; Ὅπου γὰρ οὐδὲ τῶν διῃρημένων εἰδῶν οὐδὲ τῶν ἐσχάτων ὁμοῦ πάντων ἢ ὄνομα ἔχομεν κοινὸν ἢ νόημα ἀθροῦν τι καὶ ὁλόκληρον προβαλλόμεθα͵ σχολῆ γε ἂν τοῦτο δυνηθείημεν ἐπὶ τῆς ἀκροτάτης ἅμα καὶ παντουχοῦ κορυφῆς. Τί δεῖ πολλὰ λέγειν͵ ὅτε οὐδὲ τῶν μερικῶν συναιρεμάτων οὐδ΄ ὁτιοῦν ὀνομάζειν ἔχομεν͵ πλὴν ἴσως ὅτι συναίρεμα καὶ μικτὸν ἢ ὅσα τοιαῦτα; οἷον καὶ τὸ ἡμέτερον σῶμα͵ ὅπερ ἐκ τῶν τεσσάρων στοιχείων συγκέκραται͵ τί ἂν ἔχοι ἴδιον ὄνομα; τὸ μὲν γὰρ σῶμα καὶ τῶν ἁπλῶν ἑκάστῳ πάρεστι· τὸ δὲ γήϊνον ἢ ὑγρὸν ἢ πνευματῶδες ἢ ἀερῶδες ἢ πύριον ἢ θερμὸν ἀπό τινος τῶν ἐν ἑαυτῷ καλεῖται τὸ ὅλον͵ αὐτὸ δὲ οὐκ ἔχει τὸ κοινὸν ὄνομα͵ κοινόν γε ὄν͵ ἀλλ΄ ἴσως ἀνθρώπειον͵ καὶ τὸ γενικόν͵ οἷον ζωϊκόν.

1.125 Ἄλλο δὲ μίγμα φυτικόν͵ ἄλλο δὲ ἄψυχον καὶ τὰ μερικὰ τούτων. ῍Η καὶ ἀνθρωπότης μία τίς ἐστι τῶν πολλῶν ἐν τῷ μικτῷ ἰδιοτήτων͵ ἐπιγίγνεται δὲ αὕτη τῷ μίγματι͵ ὥσπερ εἶδος ὕλῃ· ὥστε καθ΄ ἑαυτὴν ἡ ὕλη ἀνώνυμος. Καὶ τί θαυμαστόν͵ ὅτε καὶ τῶν εἰδῶν ἔνια ἄνευ ὀνόματος νοοῦμεν͵ ὡς τὸ γένος φησὶν ἐκεῖνος θερμότητος καὶ ψυχρότητος; Οὕτω δὲ καὶ τὸ μίγμα τῶν στοιχείων οὐκ ὀνομάζεται. Ἀλλὰ καὶ ἡ ἐπιθέουσα τῷ μίγματι κοινὴ ἰδιότης ἡ εἰδοποιοῦσα τὸ μίγμα͵ οἷον στοιχεῖόν ἐστι τοῦ ὅλου ὡς ἐξ ὕλης καὶ εἴδους; ἁπλῆ γάρ ἐστιν ὡς τὸ στοιχεῖον ἕκαστον. ῍Η οὐχ οὕτω γε͵ ἀλλ΄ ἔστι τοῦ μίγματος ἰδιότης͵ καθ΄ ἣν ἕκαστον λέγεται τῶν συνθέτων εἰδῶν καλουμένων πρὸς ἀντιδιαστολὴν τῶν στοιχειωδῶν τε καὶ ἁπλουστέρων γενῶν. Ἀλλὰ καὶ γένους ἑκάστου ἡ ἰδιότης ἁπλῆ· τὸ δὲ ἄλλο μίγμα τῶν ἄλλων ἐστὶ κατὰ μέθεξιν ἢ προτέρων ἢ ὁμο στοίχων. Οὕτω δὴ καὶ νοῦς καὶ ζωὴ καὶ αὐτὸ δήπου τὸ ὄν· ὧν ἕκαστον μὲν πάντα· ἀλλ΄ ὁ μὲν κατὰ τὸ τοῦ νοῦ ἰδίωμα͵ ἡ δὲ κατὰ τὸ τῆς ζωῆς͵ τὸ δὲ κατὰ τὸ τοῦ ὄντος. Ἆρα οὖν καὶ τὸ ὂν οὐχ ἁπλοῦν ἰδίωμα͵ οἷον οὐσιότης καὶ ἡ ζωότης ἐπὶ τῆς ζωῆς καὶ ἡ νοότης ἐπὶ νοῦ; ἢ μᾶλλον ἔοικεν εἶναί τι μέσον στοιχείου τε καὶ τοῦ συνθέτου παντὸς εἴδους͵ οἷον τοῦ παντὸς νοεροῦ πληρώματος· τὰ μὲν γὰρ στοιχεῖα ἄλλοθεν ἥκει εἰς ἄλλο καὶ ἐν ὕλης τέτακται λόγῳ πρὸς τὴν εἰδοποιοῦσαν ἰδιότητα· αὕτη δὲ χαρακτηρίζει καὶ συνάγει καὶ ἀλλοιοῖ πρὸς ἑαυτὴν τὰ στοιχεῖα͵ πᾶσιν ἐξαρκοῦσα καὶ συμπαρατεινομένη τῇ ἑαυτῆς ἁπλότητι. Διὸ καὶ μᾶλλον ὁλόκληρος εἶναι βούλεται ἢ τῶν στοιχείων ὁτιοῦν. Ἕκαστον γὰρ ἐκείνης ἐστὶ καὶ ἀπ΄ ἐκείνης παρονομάζεται· καὶ γὰρ τὰ ἄλλα κατὰ ταύτην ἕστηκε· τὰ γὰρ τέσσαρα στοιχεῖα ἀνθρωπείως ἢ ἱππείως ἢ σεληνιακῶς ἢ ἡλιακῶς ὑφέστηκε· τὸ δὲ ἐξ ἀμφοῖν ὅλον τὸ εἶδος ἢ τὸ γένος ἢ ὁ νοῦς ἢ τὸ ζῷον ἢ ἡ ζωὴ ἢ τὸ ὄν͵ ὃ δὴ πρῶτον ὑποτιθέμεθα τῶν οὕτως ὑφεστώτων.

Οὐ μὴν σύνθεσιν οἰητέον ἐπ΄ αὐτῶν ἡμᾶς λέγειν͵ ἀλλ΄ ἓν καὶ πολλὰ ἕκαστον εἶδος͵ ἓν μὲν καθό ἐστιν ἰδίωμα͵ πολλὰ δὲ κατὰ συνεδρεύοντα ἃ στοιχεῖα καλοῦμεν͵ ἀπὸ τοῦ ἑνὸς τὰ πολλὰ προϊόντα καὶ ἐν τῷ ἑνὶ μένοντα. Ὁ γὰρ νοῦς ἀπὸ τοῦ οἰκείου συναιρέματος ἀρξάμενος προάγει τὸ πλῆθος ἐν ἑαυτῷ τῶν γενῶν τε καὶ εἰδῶν· καὶ δὴ καὶ ἕκαστον εἶδος τὸν ὅλον νοῦν μιμούμενον ἀπογεννᾷ τὸ ἑαυτοῦ πλῆθος ἐν ἑαυτῷ τῶν γενῶν τε καὶ εἰδῶν·

1.126 καὶ δὴ ἄλλα πολλὰ μὲν ὡς ἀφ΄ ἑνὸς προϊόντα͵ στοιχεῖα δὲ ὡς ἀπὸ ἡνωμένου͵ μέρη δὲ ὡς ἀπὸ ὅλου͵ γένη δὲ ὡς ἀπὸ οὐσίας συνθέτου͵ εἴδη δὲ ὡς ἀπὸ νοῦ. Ἀλλὰ ταῦτα μὲν ἐς ὕστερον. Τὰ νῦν δὲ ἀναλαβόντες τὸν λόγον λέγομεν ὡς οὐκ ἔστιν ἓν ὄνομα τῷ σύμπαντι πληρώματι͵ ἀγαπητὸν δὲ ἡμῖν τὰς ἰδιότητας ψιλὰς ὀνομάζειν· ἐπειδὴ καὶ νοεῖν ταύτας μόλις δυνάμεθα προλαμβανούσας καὶ πόρρωθεν ἀποστενουμένας εἰς τὸ διακεκριμένον καὶ οἷον ἄτομον τῶν ἡμετέρων νοημάτων͵ τὸν αὐτὸν οἶμαι τρόπον καὶ τὰ ὄρη πόρρωθεν ὅτι μικρότατα καὶ ἀδιάρθρωτα ἔτι ταῖς ἡμετέραις ὄψεσιν͵ ἀλλὰ καὶ τῶν ἀστέρων καὶ ἡλίου καὶ σελήνης τὰ προαπαντῶντα φωτίσματα τοῖς ὄμμασιν ἡμῶν͵ εἰς στενόν τι καὶ ἀμυδρὸν συνελαύνεται καὶ σύμμετρον πρὸς ἡμᾶς διὰ τὴν ὡς ἀπὸ πλείστου τῶν φαινομένων ἀπορροήν. Τοιοῦτον γάρ τι ἕτερον καὶ περὶ τὴν προλάμπουσαν τῶν εἰδῶν μαρμαρυγὴν οἰόμεθα πάσχειν τὰς ὄψεις τῆς ἡμετέρας ψυχῆς. Ἆρα οὖν αἱ ἁπλαῖ ἰδιότητες αὗται φανταζόμεναι ἀποστενώσεις εἰσί͵ καί τινες ἀπομειουρισμοὶ τῶν ἐκεῖ ὁλοκλήρων ὄντων πληρωμάτων; ἢ αὗται μέν͵ αἱ ἡμῖν τοιαῦταί τινες͵ οὐ μέντοι αὗται μόνον εἰσὶν αἱ ἁπλαῖ ἰδιότητες͵ ἀλλὰ καὶ ἐν ἐκείνοις πλουσιώτερον μὲν καὶ τρανέστερον͵ ἁπλαῖ δὲ ὅμως προλάμπουσιν ἐπικρατοῦσαι τῶν συνόντων ἁπάντων τῷ οἰκείῳ φωτί͵ καὶ διὰ τοῦτο καὶ μεχρὶς ἡμῶν οὕτω πόρρωθεν ἐκνικῶσαι καὶ ὁπωσοῦν͵ καίτοι τῶν ἄλλων ἀποσβεννυμένων καὶ μὴ συνεκπιπτόντων. Καὶ γὰρ τῶν ὁρῶν καὶ τῶν ἄλλων ὅσα πόρρωθεν ὁρᾶται τὰ κοινότερα προτρέχει τῶν μερικωτέρων ὑποκρυπτομένων. Ἀλλὰ γὰρ τὸ ἐξαρχῆς πάλιν ἀναληπτέον ὡς τὴν ἀκρότητα τῶν ὄντων ὀνο μάζομεν ὂν καὶ οὐσίαν͵ οὐκ ἀπό τινος ἰδιότητος ἀφωρισμένης καί͵ ὡς εἴρηται͵ προλαμπούσης· ἐν διακρίσει γὰρ αὗται πᾶσαι αἱ ἰδιότητες· τὸ δέ ἐστι πάντα καὶ πάντων ἀρχὴ καὶ πρὸ πάντων ἀρχή͵ ὡς ἡνωμένον διακεκριμένων καὶ ὄντων καὶ ζώντων καὶ γιγνωσκόντων καὶ ὁπώσποτε ὑφεστώτων.