1.127 Ὡς ἄρα ταῦτα πάντα διακριδόν͵ οὕτως ἐκείνη ὁμοθυμαδὸν τοσαῦτα συνῃρημένη τῶν πάντων ἡ φύσις· καλεῖται δὲ ὅμως κατὰ ἔνδειξιν ὂν ἀπό τινος τῶν μετ΄ αὐτὸ καὶ ἀπ΄ αὐτοῦ͵ ἀλλὰ δευτέραν φύσιν λαχόντος μετὰ τὸ ἕν. Τοῦτο μὲν γὰρ ἔπρεψε τῇ πρώτῃ ἀρχῇ. Γιγνέσθω τοίνυν ἡμῖν ἡ ἄνοδος ὥσπερ ἀπὸ τῶν διακεκριμένων ἐπὶ τὸ ἡνωμένον͵ οὕτως ἀπὸ πάντων τῶν ὁπωσδὴ ὄντων͵ καὶ ὡδὶ ἢ ὡδὶ καλουμένων ὄντων· ἀλλ΄ ἡ μία πηγὴ ἀδιάκριτος ἔτι τῶν ἀπ΄ αὐτῆς διαιρουμένων πολλῶν καὶ διαφόρων ὑποστάσεων ῥίζα οὖσα ἀνεκφοίτητος τοῦ ἑνός͵ καὶ διὰ τοῦτο ἡνωμένη ἐπὶ τῶν ἐκφυομένων ἀπ΄ αὐτῆς οἷον κλάδων μυρίων. Ἔστιν δὲ δή τι καὶ οἷον στέλεχος ἀπ΄ αὐτῆς͵ ὃ οὔπω κλάδοι͵ κατὰ μέρος δὲ πάντως καὶ τὸ θεωρούμενον͵ ἀλλὰ μήπω ταῦτα Ὅτι δὲ ἐν τῷ ἑνὶ καὶ περὶ τὸ ἓν τὸ νοητὸν οὐσίωται͵ πολλαχοῦ κηρύττει καὶ ὁ Ἰάμβλιχος· ὡς δὲ τὸ ἓν οὐ τοδὶ τὸ διωρισμένον͵ οὐδὲ ᾧ ἐπιβάλλει τις ἔννοια ἡμετέρα ὥς τινι τῶν πάντων͵ ἀλλὰ κατὰ ἔνδειξιν τὴν ἀνὰ τούτου͵ εἰς τὸ πρὸ πάντων ἡμᾶς ἀνάγουσα͵ καὶ ὅ ἐστι πάντων μιὰ ἁπλῆ φύσις͵ οὕτω δὴ καὶ τὸ ἀπ΄ ἐκείνου καὶ περὶ ἐκεῖνο συνιστάμενον καὶ ὂν οὐδέν ἐστι τῶν πολλῶν͵ οὐδέ τινι ἡνωμένον͵ οὐδὲ ὅ ἐστι κατὰ τὸ εἶναι μόνον ὁρώμενον͵ ἀλλὰ κατὰ ἔνδειξιν͵ καὶ τοῦτο τὴν ὁμοῦ πάντα συνῃρηκυῖαν καὶ πάντα αὐτοταθεῖσαν πρὸ πάντων γε τῶν ἀπ΄ αὐτοῦ διακρινομένων͵ ὡς εἴρηται πολλάκις. Καὶ ὂν τοίνυν ὄντα καλοῦμεν τὰ πάντα͵ οὕτως ὂν ἐκεῖνο πρὸ πάντων. Εἰ δὲ τὰ πάντα ὄντα ἀφ΄ ἑνὸς τοῦ ὄντος͵ καὶ ἐκεῖνο ἀπὸ τούτου͵ ὅτι καὶ αὐτὸ ἐν αὐτῷ συνῄρηται· τὸ γὰρ σύμπαν οὐκ ἔχει ὄνομα ἴδιον͵ ὅτι πᾶν ὄνομα διακριτικόν ἐστι καὶ μιᾶς ἰδιότητος ἐπιλαμβάνεται μόλις͵ καθάπερ δὴ καὶ ὁ ὁρισμός. Ἀπὸ μὲν τῶν ὄντων ἀναβατέον ἐπὶ τὴν μίαν τῶν πάντων κορυφήν͵ τήν τε ἑνιαίαν ἀπὸ τῶν διακρινομένων ἑνάδων͵ καὶ τὴν οὐσιώδη ἀπὸ τῶν οὐσιῶν. Φέρε δὲ νῦν ἀπὸ τῶν πρώτων δυεῖν ἀρχῶν ὅπως ἡμῖν πρόεισιν ἡ τρίτη κατὰ τὸ ὂν θεωρήσωμεν.
1.128 Ὅτι μὲν γὰρ τὸ ἓν καὶ τὰ πολλὰ τὸ ἡνωμένον͵ ἐνδεικνύμεθα πρότερον. Πῶς δὲ καὶ τὸ ὂν πρῶτον συνέστη͵ καὶ ὑπέστη τὸ ὂν οἷον συμπαγὲν εἰς τὸ εἶναι; τῶν δὲ πρὸ αὐτοῦ ἀρχῶν ἀνέφυγεν ἑκατέρα εἰς τὸ μὴ εἶναι͵ κρειττόνως ἡ μὲν δευτέρα εἰς τὴν τοῦ πλήθους ἀχάνειαν͵ οἷον χυθεῖσα ἐπ΄ ἄπειρον͵ καὶ οὐδαμοῦ στῆναι δυνηθεῖσα͵ μᾶλλον δὲ οὐκ ἀνασχομένη πόθῳ τῆς ἀπείρου φύσεως͵ ἡ δὲ πρώτη εἰς τὴν ἁπλότητα καὶ τὴν ἀμέρειαν τοῦ ἑνός͵ οὐδὲν ἄλλο βουληθεῖσα εἶναι ἢ ἕν͵ ὥς γε οὐδὲ εἶναι οὐδὲ βουληθεῖσα. Διόπερ ἡ τρίτη πρώτη συστᾶσα καὶ ὑποστῆναι σπουδάσασα τὴν τοῦ ὄντος ἀρχὴν παρέσχετο͵ δι΄ ἣν καὶ πᾶν ὑφιστάμενον οὔτε ἓν μόνον ἐστὶν οὔτε πολλὰ μόνον ἐστίν͵ ἀλλ΄ ἓν καὶ πολλά͵ μᾶλλον δὲ ἡνωμένον καὶ πεπληθυσμένον͵ ᾗ ἀρκεῖ τὸ ἡνωμένον͵ ἔχον ἐν ἑαυτῷ τὴν τοῦ πεπληθυσμένου καὶ ὅπως ἔμφασιν. Ἐν γὰρ τῇ τρίτῃ οὔτε τὸ ἓν ἔμεινεν ἀπαθὲς ὑπὸ τῶν πολλῶν͵ ἀλλὰ διεκρίθη πως ἐν τῇ πρὸς τὰ πολλὰ συντάξει͵ οὔτε τὰ πολλὰ τὴν οἰκείαν ἐφύλαξεν ἄπειρον χύσιν͵ ἀλλὰ συνεστράφη κατὰ τὴν τοῦ ἑνὸς ὁρίζουσαν ἀεὶ τὸ παρὸν θείαν ἀνάγκην. Ἐκ δὲ ἀμφοῖν τὸ ἡνωμένον ἐγένετο καὶ τὸ ὂν ἐπεπόνθησε κατὰ τὴν σύστασίν τε καὶ τὴν ὑπόστασιν. Ἔτι δὲ καὶ ἄλλως τὰ πολλὰ προάγειν πέφυκε τὰ διακεκριμένα͵ τὸ δὲ ἓν ταῦτα συνάγειν εἰς ἕνωσιν. Ὡς οὖν ἡ δευτέρα ἀρχὴ μετὰ τὴν πρώτην εὐθύς͵ οὕτω καὶ τὰ πολλὰ προϊόντα περὶ τὸ ἓν πρόεισι τὸ ἀπ΄ ἐκείνου καὶ ὑπ΄ αὐτοῦ͵ ὃ συνδεῖται καὶ ἀνακαλεῖται πρὸς ἕνωσιν͵ ὅτι καὶ ἡ δευτέρα ἀρχὴ ἐν τῇ πρώτῃ ἵδρυται. Τὸ ἐξ ἀμφοῖν ἄρα οὐδὲ ἓν μόνον͵ οὔτε πολλὰ μόνον͵ ἀλλ΄ ἓν καὶ πολλά. Τοῦτο δὲ ὂν καλοῦμεν͵ ἐκστὰν μὲν ἀπὸ τοῦ ἑνός͵ ἐκστὰν δὲ ἀπὸ τῶν πολλῶν͵ ἄλλο δὲ μετ΄ ἄμφω τρίτον γενόμενον͵ ὄνομα μὲν οὐκ ἔχον ἴδιον· οὐδὲ γὰρ αἱ ἀρχαὶ αὐτοῦ ἰδίοις ὀνόμασιν ἐκαλοῦντο· ὡς δὲ ἐκεῖναι κατὰ ἔνδειξιν ὀνομάζονται ὀνόμασι τοῖς τῶν διωρισμένων καὶ μετ΄ αὐτάς͵ οὕτω καὶ ἡ τρίτη αὕτη ἀρχὴ οὐσία καὶ ὂν ἀνυμνεῖται͵ ὅτι πρῶτον ἡνωμένον ἐστὶ καὶ ἓν καὶ πολλά͵ ὥσπερ ἕκαστον ἔχον ὁρᾶται τῶν ὄντων. Ἀλλ΄ εἰ τὸ ἡνωμένον τὸ ὄν͵ διττὸν δὲ ἑκάτερον͵ ἢ ἑνιαῖον͵ εἰ καὶ τῇ ἰδιότητι ὄν ἐστι καὶ ἡνωμένον͵ ἢ αὐτόθεν καὶ καθ΄ ὑπόστασιν ὄν τε καὶ ἡνωμένον͵ τί τὸ διαστῆσάν ἐστι τοῦ ἑτέρου ἑκάτερον;
1.129 καὶ τί γὰρ ἂν διαφέροι τὸ πρῶτον ἡνωμένον τοῦ πρώτου ἡνωμένου͵ τὸ ἑνιαῖον τοῦ οὐσιώδους; πῶς δ΄ ἂν καὶ εἴη τὸ ἡνωμένον κατὰ τὴν ὕπαρξιν͵ εἴπερ τὸ πεπονθὸς ἓν καλεῖται ἡνωμένον͵ τὸ δὲ ὑπερούσιον ἓν οὐ πέπονθεν͵ ἀλλ΄ αὐτὸ ἓν εἶναι βούλεται; ῍Η ὥσπερ τὸ σῶμα διττόν͵ τὸ μὲν τοῦτο ὃ καὶ διέστη τριχῇ͵ τὸ δὲ πάντη ἀδιάστατον καὶ ἀσώματον͵ σῶμα δὲ ὅμως κατὰ τὴν ἰδιότητα τὴν παραδειγματικήν͵ καὶ ψυχὴ ὁμοίως͵ ἡ μὲν αὐτὴ ἡ πρώτη καλουμένη γένεσις͵ ἡ δὲ νοῦς οὖσα καὶ θεὸς κατὰ τήνδε στᾶσα τὴν ἰδιότητα. Καὶ δὴ καὶ τὸ παράδειγμα οἷον τὸ αὐτὸ καλὸν καὶ τὸ αὐτὸ δίκαιον ἢ νοερόν τι εἶδος καί τις οὐσία͵ ἢ πρόληψις ἐν θεῷ καὶ θεός͵ ὥς φησιν ὁ Παρμενίδης͵ ὅπερ οὐκ οὐσία τις͵ ἀλλ΄ ἓν ὑπερούσιον· καλὸν δὲ ὅμως καὶ δίκαιον πρὸ τοῦ εἰδητικοῦ τὸ ἑνιαῖον. Οὕτω δὲ καὶ νοῦς ὁ ὅλος ὁ μὲν οὐσία͵ ὁ δὲ ἑνὰς προβαλλομένη τὸν νοῦν χαρακτῆρα· καὶ ζωὴ ὁμοίως. Οὕτως ἄρα καὶ τὸ ὂν καὶ τὸ ἡνωμένον· τὸ μὲν ἔσται ἑνιαῖον͵ τὸ δὲ οὐσιῶδες͵ ἀλλ΄ ἑκάτερον μικτόν τε καὶ ἐκ πλειόνων· ἢ καὶ τὸ μικτὸν κατὰ τὴν ἰδιότητα μόνην͵ καὶ τὸ ἐκ πλειόνων ὡσαύτως. Οὐ γὰρ ὅτι πλείω ἐκεῖ͵ ἓν γὰρ μόνον͵ ἀλλὰ τὸ ἓν κατὰ τὴν ἰδιότητα τῶν πλειόνων. Καὶ πλῆθος ἑνιαῖον͵ ὡς τὸ ἓν ἀριθμοῦ ἑκάστου τριαδικὸν ἕν͵ καὶ οὐ τὸ ἁπλῶς ἕν͵ ἔτι μέντοι καὶ τοῦ ἀριθμητικοῦ ἑνὸς ἁπλούστερον. Ἐπειδὴ δὲ καὶ τὸ πλῆθος τοῦ ἀριθμοῦ ἁπλούστερον͵ ὅτι καὶ ἐκ τοιούτων͵ ἐκ μονάδων γὰρ πολλῶν ὁ ἀριθμός͵ τὸ δὲ πλῆθος ἐξ ἑνάδων συμπληροῦται͵ πολλοστὴ δὲ ἀπὸ τῆς ἑνάδος ἡ μονάς͵ εἴπερ εἰδητικὴν αὐτὴν λάβοιμεν καὶ τὸν κατ΄ αὐτὴν ἀριθμόν͵ τὸ μὲν δὴ ἡνωμένον ἐκεῖνο καὶ τὰ πλείω ἐν αὐτῷ καὶ τὸ μικτὸν κατὰ τὴν ἰδιότητα μόνην· καὶ ἔστι τοιόνδε ἓν τρίτον ἀπὸ τοῦ πρώτου͵ καὶ διὰ τοῦτο τριάς͵ καὶ διὰ τοῦτο τὸ μικτόν. Τὸ δὲ ὂν αὐτὸ καὶ καθ΄ ὑπό στασίν ἐστιν ἡνωμένον͵ καὶ τὰ πλείω ἐν αὐτῷ διακέκριται͵ εἰ μὴ καὶ κατὰ ἀριθμόν͵ ἀλλὰ κατὰ πλῆθος͵ ἢ εἰ μὴ καὶ τὸ διερριμμένον͵ ἀλλὰ τὸ συμπεφυκὸς ἐν αὐτῷ καὶ ἡνωμένον ἀτεχνῶς. Ἀλλ΄ εἰ πλείω καὶ ὁπωσοῦν ἐπινοεῖται ἕκαστον͵ τί ἂν εἴη; μονὰς μὲν γὰρ οὐκ ἂν εἴη͵ ὅτι μεμόνωται͵ εἰς δὲ τὸν διορισμόν͵ τιτανικὴ γάρ πως ἡ μονάς·