1.130 τῶν δὲ ἐκεῖ πλειόνων ἕκαστον οὐδὲ ἕκαστον εἶναι βούλεται͵ ἀλλὰ καὶ τὰ ἄλλα πάντα͵ μᾶλλον δὲ ἓν ἀντὶ ἁπάντων͵ ἀλλὰ τὰ πάντα συνῃρηκός. Πρῶτα γὰρ ἐκεῖνα κέρματα τοῦ ἑνός͵ καὶ διὰ τοῦτο περιέχεται εὐθὺς τῆς ἑνώσεως καὶ συμφύεται͵ εἰ θέμις εἰπεῖν͵ πρὸ τῆς διακρίσεως· ὠδίνει γὰρ μόνον αὐτήν͵ καὶ τοῦτό ἐστιν ἡ ὅλη τῶν ἐκεῖ πλειόνων διάκρισις. Ἆρα οὖν ἔτι ἕν; καὶ οὐκ ἄρα πω ἡνωμένον; ἢ αὐτὸ τὸ ἡνωμένον͵ ἢ τοῦ ἑνὸς ὠδίς ἐστιν εἰς διάκρισιν͵ καὶ ἔστιν οὐδὲν ἄλλο͵ ὡς ἔοικεν͵ ἢ τὸ ἓν κεκυηκὸς τὰ πολλὰ καὶ διὰ τοῦτο ἐκστὰν τοῦ ἑνός. Τί δεῖ οὖν ἕκαστον τῶν ἐκεῖ πλειόνων͵ ἀλλὰ ἡνωμένον; ἀλλ΄ οὔπω μερισμὸς ἐγένετο τοῦ ἡνωμένου· δεῖ γὰρ αὐτὸ προϋπάρχειν τῶν ὑπ΄ αὐτοῦ μεριζομένων· ἓν ἄρα ἕκαστον· εἰ δὲ τοῦτο͵ καὶ τὸ σύμπαν ἕν͵ ἀλλ΄ οὐχ ἡνωμένον· οὐδὲ γὰρ τὰ πολλὰ σημεῖα γραμμή. Ὅλως δὲ ἢ αὐτοτελὲς τοῦτο τὸ ἓν ἢ ἀτελές. Ἀλλ΄ εἰ μὲν τοῦτο͵ πῶς προῆλθεν ἐκεῖ καὶ ἀπὸ τίνος τὸ ἀτελές; εἰ δὲ ἐκεῖνο͵ πῶς͵ εἰ πολλοὶ θεοί͵ τὸ τρίτον εἷς θεὸς ὑμνεῖται κατὰ τὸ ὄν; πῶς δὲ τὸ ὂν πολλαὶ οὐσίαι͵ ὅ γε πάντα φαμὲν ἀδιακρίτως; Ἔτι δὲ ἄν τις ἀπορήσειεν πῶς τὰ πλείω προϋπονοηθήσεται τοῦ μικτοῦ λεγομένου· ἀεὶ γὰρ τὸ κοινὸν πρὸ τῶν ἰδίων ἐκεῖ͵ καὶ τὸ ἡνωμένον ἢ ὂν πρὸ τῶν διακεκριμένων ἑκασταχοῦ καὶ ὁπωσοῦν· γενέσεως γὰρ καὶ τῆς ἐσχάτης ἡ ἀπὸ τοῦ ἀτελεστέρου εἰς τὸ ἀτελειότερον πρόοδος. Λέγωμεν τοίνυν θεὸν παρακαλέσαντες ἡμῖν συλλαβέσθαι καὶ συγγνῶναι μέντοι τῷ λόγῳ γλιχομένῳ μὲν ἀεὶ τὰ τῆς μιᾶς ἐκείνων ἀληθείας͵ ἀποσυρομένῳ δὲ διὰ τὴν οἰκείαν ἀσθένειαν ἄλλοτε ἐπ΄ ἄλλας ἐννοίας· λέγωμεν δὴ οὖν πρὸς τὸ ἡνωμένον· ἐκεῖνο τὸ πρῶτόν ἐστιν ἡνωμένον τὸ μάλιστα͵ ὥστε οὐδὲ ὁπωσ τιοῦν διακεκριμένον οὐδὲ διακρινόμενον. Οὐκ ἄρα οὕτως ἐστὶν ἓν καὶ πολλὰ ὡς μετὰ τὸ ἓν τὰ πολλά͵ οὔτε οὕτω μικτὸν ὡς ἐκ πολλῶν τὸ ἕν͵ ἀλλὰ μία φύσις͵ ἣν οὔτε ἓν οὔτε πολλὰ δυνάμενοι καλεῖν ἓν καὶ πολλὰ συμπτύξαντες ἐθέμεθα κατὰ τὸ ἡνωμένον͵ ὅπερ τοσοῦτον ἐφάνη πολλὰ ὅσον ὑπέβη τὸ ἕν͵ καὶ ἓν τοσοῦτον ὅσον ὑπερέχει τῶν πολλῶν τῆς διακρίσεως͵ ὃ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ἡνωμένον οὐ σύνθετον εἶναι βουλόμενον͵ ὡς ἄν τῳ δόξειεν͵ ἀλλὰ μέσον τοῦ ἑνὸς καὶ τῶν ἐν διακρίσει τινὶ πολλῶν.
..
ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.130)