ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.131-1.134)


1.131 Διόπερ ἔμφασιν ἔχοι ἂν διακρίσεως͵ οὐ μέν τοι τῷ ὄντι διάκρισιν. Τί γὰρ ἔδει μέσον ὑποστῆναι τῶν ἤδη διακρινομένων καὶ τοῦ ἑνὸς πάντη; ἢ τὸ ἓν μέν ἐστι͵ ἔτι δὲ ἀδιάκριτον. Τοῦτο δὲ ἦν τὸ ἡνωμένον͵ διὸ καὶ τὸ πρῶτον ὂν εἶναι δοκεῖ͵ καθόσον ἡ τοῦ ὄντος ἔννοια οὔτε ἁπλούστατόν τι͵ οὐδὲ ἀναίνεται τὸ ὁπωσοῦν πεπληθυσμένον͵ ὥσπερ τὸ ἕν͵ οὔτε μέντοι δέχεται διάκρισιν͵ ὅγε ἐστὶν ἓν μόνον καὶ ἁπλῶς ὄν. Ἐὸν γὰρ ἐόντι πελάζει͵ φησὶν ὁ ἐν τοῖς ἔπεσι Παρμενίδης· διὸ καὶ ἓν αὐτὸ καλεῖ͵ ὅτι μόνον τὸ ἓν ἂν πεπόνθοι͵ ὡς λέγει Πλάτων· ἔστι δὲ τῶν πολλῶν ὄντων οὐδέν͵ ἀλλ΄ αὐτὸ τὸ ὄν· καὶ τὸ ὂν ἄρα ὥσπερ τὸ ἡνωμένον εὐθὺς τὸ μετὰ τὸ ἓν καὶ πρὸ τῶν διακρινομένων ἁπάντων. Τοιούτου δὲ ὑποτεθέντος ἡμῖν τοῦ ἡνωμένου͵ οὐδεμίαν ἔτι χώραν ἔχουσι αἱ ἀπορίαι. Φέρε δὲ νῦν κατὰ ἄλλην ἐπιβολὴν ἀποδείξωμεν τὴν τρίτην ἀρχήν͵ ὅπως ἂν ἔχοι λόγον πρὸς τὴν οὐσίαν τε καὶ τὸ ὄν. Οὐκοῦν τοῦτο λέγομεν εἶναι ὃ δύναταί τι καὶ ἐνεργεῖ. Ὃ γὰρ ἔστι μέν͵ ὡς δόξειεν͵ οὐκ ἐνεργεῖ δέ͵ τοῦτο οὐδὲ εἶναί φαμεν. Οὐκοῦν ἡ μὲν πρώτη ἀρχὴ κατὰ τὴν ὕπαρξιν θεωρεῖται͵ ὡς ἐν τοῖς λογίοις͵ ἡ δὲ δευτέρα κατὰ τὴν δύναμιν σαφῶς οὕτω καὶ λέγεται· ἡ τρίτη ἄρα προσλήψεται καὶ τὴν ἐνέρ γειαν· ἔσται ἄρα καὶ ὑπάρχουσα καὶ δυναμένη καὶ ἐνεργοῦσα· τοῦτο δὲ οὐσία καλεῖται καὶ ὄν· διὸ καὶ τριάς· διὸ μετὰ τὴν ὕπαρξιν ἡ οὐσία͵ ὅτι σὺν δυνάμει καὶ ἐνεργείᾳ͵ πρὸ δὲ τούτων ἡ ὕπαρξις αὐτὸ οὖσα τὸ πάντων ὑποστατικὸν αἴτιον͵ ὡς ἡ δύναμις τῶν πάντων δυναμωτικόν͵ ὡς ἡ τρίτη ἀρχὴ τὸ πάντων

1.132 μὲν ἐγερτικὸν εἰς ἐνέργειαν͵ αὐτῷ δὲ τούτῳ πάσης οὐσίας γεννητικὸν τῆς ἅμα ὑπαρχούσης καὶ δυναμένης καὶ ἐνεργούσης. Καὶ νῦν πᾶσα οὐσία πρὸ δυνάμεώς ἐστι καὶ ἐνεργείας· αὗται γὰρ ἀπ΄ ἐκείνης͵ ὥστε ἔδει τὴν ἁπλῶς οὐσίαν μήπω δύναμιν ἔχειν μηδὲ ἐνέργειαν. ῍Η ταύτας μὲν οὐκ ἔχει τὰς μεθ΄ ἑαυτήν͵ ἃς ἐκτενείας αὐτῆς εἶναι τιθέμεθα· οὔπω γάρ τις ἐκεῖ διάκρισις͵ ἀλλ΄ ἣν ἂν εἴποι τις ἓν εἶναι τῇ πρὸ δυνάμεως καὶ ἐνεργείας οὐσίᾳ͵ δύναμιν καὶ ἐνέργειαν συνουσιωμένην͵ καθ΄ ἣν γεννᾷ καὶ προβάλλεται τὴν μεθ΄ ἑαυτὴν δύναμιν καὶ ἐνέργειαν. Ταύτην ἄν τις καὶ ἔτι συμφυεστέραν ἀπολείποι σὺν τῇ πρώτῃ οὐσίᾳ͵ δύναμιν καὶ ἐνέργειαν. Διὸ πρὸ αὐτῆς δύναμις μόνον καὶ ὕπαρξις͵ πρὸ δὲ τῆς δυνάμεως ὕπαρξις μόνον͵ καὶ οὐδὲ ὁπωστιοῦν οὔτε δύναμις͵ οὔτε ἐνέργεια͵ ἀλλὰ τὸ πάντων ἁπλούστατον͵ ἡ ὕπαρξις. Ἆρα οὖν ἄλλο παρὰ τὸ εἶναι τὸ ὑπάρχειν͵ ὡς δοκοῦσι ποιεῖν οἱ φιλό σοφοι͵ καὶ αὐτὸς ὁ Ἰάμβλιχος ἄλλοθί τε πολλαχοῦ καὶ ἐν τῇ περὶ θεῶν; ῍Η τὸ μὲν εἶναι τῆς οὐσίας παρωνυμία͵ ἡ δὲ οὐσία͵ κἂν τὴν πρὸ δυνάμεως λάβῃς καὶ ἐνεργείας͵ ἐκ τριῶν συνουσίωται ἰδιωμάτων͵ τοῦ ὑποστατικοῦ͵ ὃ καὶ ὑπάρχειν καλοῦμεν͵ καὶ ἔστιν ὅτε καὶ εἶναι͵ τοῦ δυναμικοῦ͵ ὅπερ τὸ γόνιμόν ἐστι τῆς ὑπάρξεως͵ τοῦ ἐνεργητικοῦ͵ ὅπερ ἤδη πρὸς τὰ ἐκτὸς ἀποτείνεται καὶ τὴν ἑαυτοῦ χρείαν ἐπιδεικνύμενον͵ ὡς ἐκ τούτων τῇ ἐπινοίᾳ χωριζομένων εἰς τὸ ἁπλούστερον ἀνάγεσθαι κατὰ ἔνδειξιν ἐπὶ τὰς πρώτας ἀρχάς͵ ἀπὸ μὲν τοῦ ὑπάρχειν μόνου εἰς τὴν πρώτην͵ εἰς ἣν καὶ ἀπὸ τοῦ ἑνὸς ἀνηγόμεθα͵ καὶ ἀπὸ τοῦ πέρατος καὶ ἀπ΄ ἄλλων πλειόνων͵ ἀπὸ δὲ δυνάμεως τῆς καὶ ὑπαρχούσης εἰς τὴν τρίτην. Οὕτω μὲν οὖν ἄλλο παρὰ τὴν οὐσίαν ἡ ὕπαρξις͵ ὡς ἰδιότης μία γυμνουμένη τῶν ἄλλων εἰς ἔνδειξιν τῆς πρώτης ἀρχῆς. Ὡς δὲ καθ΄ ὑπόστασιν φάναι͵ καὶ ταὐτὸν ἂν εἴη ὕπαρξις τῇ οὐσίᾳ͵ εἴ γε μετὰ δυνάμεως καὶ ἐνεργείας ὑφ έστηκεν ὡς ἀληθῶς. Τὰ γὰρ πρὸ τούτων ὄντα καὶ πρὸ πάσης ἐστὶν ὑπάρξεως͵ καὶ ἓν μόνον͵ ὡς εἴρηται πολλάκις· ἡ δὲ ὕπαρξις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια ἀπὸ τοῦ ὄντος ὑπέστησαν καὶ ἐν τῷ ὄντι πρώτῳ͵ πλὴν ὅτι ἐν τούτῳ μὲν κατὰ τὴν ὕπαρξιν καὶ δύναμις καὶ ἐνέργεια͵ καθάπερ εἴπομεν͵ ἐν δὲ τῇ δευτέρᾳ τάξει

1.133 τῶν νοητῶν͵ κατὰ τὴν δύναμιν͵ καὶ ἡ ὕπαρξις καὶ ἡ ἐνέργεια͵ ἐκτείνεται γὰρ πάντα εἰς τὸ διακρινόμενον ὁπωσοῦν͵ ἐν δὲ τῇ τρίτῃ͵ κατὰ τὴν ἐνέργειαν͵ καὶ ἡ ὕπαρξις͵ καὶ ἡ δύναμις δέ͵ ὅπερ ἤδη τοῦτο πέρας τοῦ νοητοῦ καὶ τρόπον τινὰ τὸ ἔξω τεταμένον. Διὸ πρώτη ἐνέργειά ἐστιν ἡ τοῦ νοητοῦ νοῦ· καὶ τίς γὰρ ἂν εἴη πρώτη πασῶν ἐνεργειῶν͵ πλὴν τῆς ἐπιστρεφομένης εἰς τὸ πρῶτον ἀπὸ τοῦ τρίτου; ἡ γὰρ τοῦ δευτέρου οὔπω ἐνέργεια· οὔπω γὰρ ἀπόστασις ἀπὸ τοῦ εἶναι͵ ἀλλ΄ οἷον παρασκευὴ μόνον͵ ὥσπερ τοῦ πρώτου͵ οὐδὲ παρασκευὴ ἀποστάσεως͵ ἀλλὰ μόνον εἶναι οὐδεμιᾶς δεόμενον οὔτε δυνάμεως οὔτε ἐνεργείας. Οὕτω μὲν τοίνυν ἴδοι ἄν τις ταῦτα κατὰ τὸ συμφανέστερον καὶ διαβεβηκὸς εἶδος τῶν νοημάτων͵ ὡς δὲ ἀπορρητότερον εἰπεῖν͵ καὶ κατὰ ἔνδειξιν͵ ἡ μὲν τοῦ ὄντος͵ ὅ ἐστιν ἡ τῆς τρίτης ἀρχῆς ὑπόστασις͵ ἔχει τὰ τρία κατὰ τὴν ἐνέργειαν͵ ἐπειδὴ ἐν ταύτῃ πρώτῃ τὸ ἐνεργητικόν͵ εἰ καὶ ἐκεῖνο τὸ τῇ ὑπάρξει συμπεφυκός. Τοῦτο οὖν οἷον εἰδοποιεῖ τὸ τρίτον· τὸ δὲ δεύτερον δύναμις͵ ὅτι πρώτη καὶ ὁπωσοῦν ἐκτένεια αὕτη καὶ οὔπω εἰς ἐνέργειαν προϊοῦσα. Ἡ δὲ τοῦ ἑνὸς ἀρχὴ πρώτη ὕπαρξις ἐπινοεῖται κατὰ ἔνδειξιν· πάντων γάρ ἐστι τὸ ἓν ὑποστατικόν͵ αὐτοῦ δὲ οὐδέν. Οὐ γὰρ ἂν ἔτι ἓν εἴη αὐτό τε ὄν͵ καὶ τῷ πρὸ αὐτοῦ μετέχον τοῦ ὑποστήσαντος· ὥστε διὰ πάντων φανερὸν ὅτι τὸ ὂν τρίτη ἀρχή. Ὡσαύτως δὲ δειχθήσεται καὶ ὅτι νοῦς ὁ πρῶτος ἡ τρίτη ἀρχὴ κατὰ τὴν χαλδαϊκὴν ὑμνουμένην τριάδα. Πρῶτος γὰρ ὁ νοῦς ἀπέστη τοῦ αἰτίου καὶ ἐπεστράφη πρὸς αὐτὸ καὶ ἐνήργησε τὴν πρώτην ταύτην ἐνέργειαν. Τὸ γὰρ ἐν

τῷ προϊέναι οὔπω ἀπέστη· οὐ τοίνυν οὐ δέεται ἐπιστροφῆς· ἡ γὰρ ἐπιστροφὴ τῆς ἐκστάσεώς ἐστιν ἐπανόρθωσις. Εἰ γὰρ ὂν τὸ τρίτον πρῶτον ἐνεργεῖ͵ τοῦτο δέ ἐστιν ἐπιστρέφεσθαι πρὸς τὸ αἴτιον͵ τὸ δὲ τοιοῦτον νοῦς͵ δῆλον τὸ συμβαῖνον. Καὶ εἰ τὸ τρίτον νοῦς͵ τὸ πρῶτον νοητόν͵ τὸ δὲ νοητὸν οὐσία͵ τὸ πρῶτον οὐσία͵ ἣν καλοῦσιν ὕπαρξιν. Εἰ δὲ τὸ πρῶτον ὕπαρξις κατὰ ἔνδειξιν͵ δῆλον ὡς καὶ τὸ τρίτον

1.134 νοῦς κατὰ ἔνδειξιν͵ ὡς πρὸς νοητὸν ἐκεῖνο. Εἰ δὲ τὸ τρίτον νοῦς πρῶτος͵ τοῦτο δὲ πρῶτον ἀπὸ ἑνὸς προελθὸν καὶ ἐπιστραφὲν πρὸς τὸ ἕν͵ τοῦτο δὲ πρῶτον ἡνωμένον. Καὶ εἰ τὸ τρίτον πρῶτον ἐξέφυγεν τὰς ὑπερχεομένας τοῦ ὄντος ἀρχάς͵ ὅρον τε καὶ ἀοριστίαν͵ αὐτὸ πρῶτον ὡρισμένον ἓν γεγονὸς καὶ οἷον παγὲν εἰς ὑπόστασιν (τοῦτο δὲ ἦν τὸ ὄν)͵ εἰς ταὐτὸν ἂν ἥκοι τῷ κυρίως ὄντι πρώτῳ ὁ κατὰ ἔνδειξιν λεγόμενος νοῦς. Διὸ καὶ οὐσιώδης ὑμνεῖται νοῦς͵ οὐ κατὰ τὸ νοεῖν͵ ἀλλὰ κατὰ τὸ εἶναι χαρακτηριζόμενος· καὶ εἰ βούλεται οὕτω λέγειν Ἀμέλιος͵ τοῦτο λεγέτω τὸν νοῦν. Φέρε δὲ πάλιν ἐξ ἀρχῆς ἐπισκεψώμεθα τί ποτε καὶ λέγομεν εἶναι τὸ ὄν͵ τίς αὕτη ἡ ἰδιότης͵ τίς δὲ ἄλλη͵ φήσω· ἢ ἡ τὸ ἑκάστου εἶναι σημαίνουσα. Οὐδὲ γάρ ἐστιν ἄλλως νοεῖν τὰς ἰδιότητας͵ ἢ δι΄ αὐτῶν αὐτάς· καὶ ἐναργέστεραί γε εἰσὶν δι΄ ἑαυτῶν γνωριζόμεναι ἢ δι΄ ἄλλων. Καὶ γὰρ ἄνθρωπος ὅτι ἐστὶν αὐτὸ σημαίνει μᾶλλον ἢ τὸ ζῷον λογικὸν θνητόν. Ἐπὶ δὲ τῶν ἁπλῶν γενῶν οὐδὲ ῥᾴδιον ὁρίσασθαι διὰ στοιχείων· καὶ γὰρ ἰδιότητές εἰσιν αἱ μὲν ἁπλούστεραι͵ οἷαι αἱ τῶν πρώτων εἰδῶν͵ αἱ δὲ συνθετώτεραι͵ οἷαι τῶν ἐξ ἐκείνων συντιθεμένων͵ ὡς τὸ ζῷον ἐκ τῶν γενῶν τοῦ ὄντος͵ ἢ ὅσα ἐστὶ τὰ ἐκ τούτων συντιθέμενα. Ὂν τοίνυν ἔσται τὸ παρεχόμενον ἑκάστῳ αὐτὸ τὸ εἶναι͵ καὶ καθ΄ ὅ τι ἄν ἐστι. Καὶ ὡς τὸ ἔστι σύνδεσμός ἐστι τῶν ἄλλων ῥημάτων καὶ ὀνομάτων͵ οὕτως τὸ ὂν σύνδεσμός ἐστι τῶν εἰδῶν ἁπάντων οἷον ῥίζα παντὸς εἰδοῦς͵ ἀφ΄ ἧς καὶ ἐν ᾗ πᾶν εἶδος ἐκφύεται τε καὶ ἱδρύεται· πλὴν τόγε ἓν καὶ ταύτης ἐστὶ ῥίζα ἁπλουστέρα. Περὶ μὲν οὖν τῆς τῶν εἰδῶν ἢ τῶν γενῶν τάξεως οὐ πρόκειται τὰ νῦν ἐξετάζειν. Ὁ δὲ Πλάτων τὸ ὂν ὁριζόμενος ἐπεχείρησε μὲν ἀπὸ τῆς ἐνεργείας αὐτὸ ποιῆσαι γνώριμον· τὸ γὰρ δυνάμενον͵ φησί͵ ποιεῖν καὶ πάσχειν͵ τοῦτο ὂν λέγομεν. Εἶτα εὐλαβηθεὶς ἢ κινούμενον ὑποστήσασθαι ὅ γε ἑστὼς αἴτιον͵ οὐδὲ κινούμενον ἀποφαίνεται· ἢ τὸ διπλοῦν τῆς ἐνεργείας ταύτης τῆς κατὰ τὸ ποιεῖν καὶ πάσχειν οὐκ ἔχων λαβεῖν τι κοινὸν ἀμφοῖν ὥσπερ τὸ δύνασθαι ἑκάτερον πρὸ ἑκατέρου προελθόν͵ ἐπὶ τὴν δύναμιν κατέφυγεν καὶ ταύτην εἶναι τὸ ὄν͵ ὡς εἴ τις καὶ τὴν δύναμιν ἐπιχειροῖ γνωρίζειν ἀπὸ τῆς ἐνεργείας. Τοιαύτη μὲν γὰρ ἡ δύναμίς ἐστιν εἴσω μένουσα͵ οἵα προελθοῦσα ἤδη πρὸς τὸ ἔκτος ἡ ἐνέργεια· τοιαύτη δὲ ἡ οὐσία ἑστῶσα τὸ πάμπαν͵ οἵα παρασκευαζομένη πρὸς κίνησιν ἡ δύναμις. Εἰς ὅ μοι δοκεῖ καὶ ὁ Στράτων ἀπο βλέψας τὸ μὲν εἶναι τὸ ὂν ἀποφήνασθαι͵ ἐπειδὴ τοῦ ὄντος ἐκτένειαν ἑώρα τὴν δύναμιν οὖσαν. Ἔδει δὲ συνιδεῖν ὅτι καὶ εἰ σύνεστι τῷ εἶναι τὸ μένειν͵ ὅμως οὐκ ἔστι ταὐτόν͵ ὡς αἱ ἔννοιαι σαφῶς διακρίνουσιν͵ ἄλλο τὸ εἶναι γνωρίζουσαι καὶ ἄλλο τὸ μένειν. Δεῖ γάρ τι καὶ εἶναι πρότερον͵ εἶτα μένειν ἢ κινεῖσθαι. Καὶ τὸ μὲν μένειν ἀντίκειται τῷ κινεῖσθαι· τὸ γὰρ μένειν καὶ ἵστασθαι ταὐτόν͵ τὸ δὲ εἶναι ἢ οὐδὲν ἔχει ἀντίθετον͵ ἢ τὸ μὴ εἶναι͵ ὡς πολλαχοῦ ὁ Πλάτων ἀντιτίθησιν· ὥστε εἴ τις καὶ ὑπόστασιν ὁρίζοιτο εἶναι τὸ ἕν͵ εἰς ταὐτὸν ἀποφέρεται τῷ Στράτωνι νόημα· τὸ γὰρ ὑφεστάναι παρώνυμόν τι τῆς στάσεως· εἰ δὲ ἴδιόν τι σημαινόμενον ποιεῖ τὴν ὑπόστασιν͵ λεγέτω πόθεν τὸ δήλωμα τοῦτο γέγονεν· εἰ μὴ ἄρα παρὰ τὸ ἔστιν· τοῦτο δὲ εἶναι δηλοῖ· πάλιν ἄρα αὐτὸ δι΄ ἑαυτοῦ. Ἀλλὰ μήποτε εἶναι λεκτέον τὸ ὑπάρχειν· καὶ γὰρ ὕπαρξις ἡ οὐσία͵ ὥς φαμεν. Ἀλλ΄ εἰ μὲν κατὰ τὸ ὄνομα διωκτέον τὸ πρᾶγμα͵ σημαίνοι ἂν τοῦτο δευτέραν ἀρχήν τινα τῇ προτέρᾳ ὑποτεταγμένην· καὶ τάχα ἂν εἴη τὸ ὂν δευτέρα ἀρχὴ μετὰ τὴν τοῦ ἑνὸς προτεταγμένην. Εἰ δὲ ὡς τὸ εἶναι σημαῖνον ἐκλάβοιμεν κατά τινα συνήθειαν͵ οὐκ ἔχομεν λέγειν ὅθεν πεποίηται͵ ὡς δῆλον αὐτοῦ εἶναι τὸ ὑπάρχειν· ὥστε οὐδ΄ ἂν γνωρίσαιμι τὸ εἶναι διὰ τοῦτο ὑπάρχειν͵ ἀλλὰ τοὐναντίον.