ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.136-1.140)


1.136 Μήποτε δὲ μόνον τὸ εἶναι δηλοῖ τὴν φύσιν τοῦ πράγματος ἅμα καὶ τῆς ἐννοίας͵ ἐπεὶ τάγε ἄλλα ἀπὸ τῶν συνεδρευόντων ἢ συνεπινοουμένων ἰδιωμάτων ὀνομάζεται͵ ἐκεῖ μὲν ὄντων ἀδιακρίτων͵ ἐν δὲ ταῖς ἡμετέραις νοήσεσιν ἀτόπως διακρινομένων͵ οἷον τὸ ὑπάρχειν καὶ τὸ ὑφεστάναι͵ τοῦτο μὲν γὰρ ὡς οὔπω ποιησάμενον πρόοδον͵ ἐκεῖνο δὲ ὡς ὑπὸ τὴν πρωτίστην ἀρχὴν τεταγμένον· οὕτως ἂν εὕροις καὶ τῶν ἄλλων ὁτιοῦν πεπονθός͵ καὶ τὰ ξενικώτερα τῶν ὀνομάτων͵ οἷον τὸ τελέθειν͵ ὅτι θεῖ πρὸς τέλος καὶ ἐγγύς τι τὸ τέλος ἐστί· διὸ καὶ ἀμφισβητήσιμον τίνος ἡ ἔφεσις͵ πότερον τοῦ εἶναι ἢ τοῦ εὖ μόνον· τοῦ μὲν γὰρ εὖ εἶναι κατὰ τὸ συναμφότερον. Καὶ τὸ πέλειν͵ ὅτι πελάει καὶ πέλας εἶναι βούλεται τοῦ ἑνός. Τὸ δὲ σώζεσθαι· τοιοῦτον γάρ πως τὸ εἶναι. ὅτι ἄρτιον καὶ σῶον καὶ οὐδὲν αὐτῷ λείπει͵ πάντα γάρ ἐστι. Τὸ δὲ τυγχά νειν͵ εἴπερ σημαίνοι ποτὲ τὸ εἶναι͵ καὶ τοῦτο καθ΄ αὑτὸ λεγόμενον͵ ὅτι πρὸ πάντων ἐστὶ τοῦ κοινοῦ τέλους ἐπιτυχὲς καὶ τἀγαθοῦ διακορές. Ἀλλὰ τῶν μὲν τοιούτων ἅλις. Αὐτὸ δὲ τὸ ὂν πόθεν; ἢ ὅθεν ὁ ἐν Κρατύλῳ Σωκράτης ἀπομαντεύεται͵ παρὰ τὸ ἰέναι· ἰὸν γάρ͵ καὶ ἔτι ἀναλογώτερον τὸ εἴω ῥῆμα͵ διὰ διφθόγγου γραπτέον· ὅθεν φησὶν Ὅμηρος· ᾔομεν ὡς ἐκέλευες ἀνὰ δρυμά. Τούτου δ΄ ἡ μετοχή͵ φασί͵ γένοιτο ἂν ἐόν τε καὶ ὄν͵ ὃ βούλεται σημαίνειν τοῦτο ὂν εἶναι͵ ὅπερ καὶ ἐνεργεῖν πέφυκεν͵ οἷον τὸ ἐνεργοῦν͵ ὡς ἐκεῖνό φησι τὸ δυνάμενον. Τί οὖν; μόνον τὸ ὂν ἐνεργοῦν; ἢ καὶ τὸ καλὸν καὶ τὸ ἀγαθόν͵ καὶ ἓν δὴ καὶ πολλὰ τὰ ὡς γένη͵ καὶ στάσις καὶ κίνησις· ὅλως γὰρ ἕκαστον εἶδος ἔχει τινὰ καὶ δύναμιν καὶ ἐνέργειαν. Ἀλλ΄ ἴσως ὅτι ὂν ἕκαστον͵ καὶ ταύτῃ ἐνεργοῦν

1.137 ᾗ οὐσία τις͵ ἀλλὰ καὶ ἡ κίνησις καὶ ἡ στάσις ἐνεργοῦν͵ κινητικήν γε καὶ στα τικὴν ἐνέργειαν. Οὕτω δὲ καὶ δύναται δύναμιν ἰδιότροπον παρὰ τὴν οὐσίαν͵ καὶ ὄντος· ἢ κοινὸν οὕτω γε ἐπὶ πᾶσι τὸ τοῦ ὄντος ὄνομα καὶ πρᾶγμα͵ οὐ κατὰ τὴν ἔννοιαν τοῦ ἑνὸς γένους͵ ὅπερ ὂν καὶ εἶναι λέγομεν ἀντιδιῃρημένον τοῖς ἄλλοις γένεσιν͵ ἀλλὰ κατὰ τὸ ἑκάστου ἐνεργείᾳ λεγόμενον͵ εἴτε πρὸς τὸ δυνάμει ἑκάστου λέγοιτο͵ εἴτε πρὸς τὸ γιγνόμενον ἑκάστου͵ ὃ δηλοῖ τὸ γεγονὸς ἤδη ὄν͵ ὥς μοί τις ἐδήλου καὶ ὄνειρος͵ τοῦτο εἶναι λέγων τὸ ὂν ὃ ἑκάστου ἐστὶ τὸ ἐνεργείᾳ͵ καὶ τοῦτο κοινὸν ἤδη πάντων͵ ἅτε κατὰ τὴν οὐσίαν͵ ἣν πρὸς δύναμιν καὶ ἐνέργειαν εἰώθαμεν ἀντιδιαιρεῖν. Εἰ γάρ ἐστιν ἑκάστου τῶν εἰδῶν ἢ γενῶν ἰδίως ἐνέργεια͵ διὰ τί μὴ καὶ οὐσία κατά τι δήλωμα κοινόν͵ ὡς ἐκείνων ἑκάτερα; Ἀλλὰ μήποτε καὶ αὐτὴ ἡ οὐσία ἀπὸ τοῦ ὄντος παρονομάζεται͵ ὡς ἡ ἐνέργεια κίνησίς ἐστι καὶ ἀπὸ κινήσεως. Τάχα γε καὶ ἡ δύναμις κίνησις· ἐκτένεια γὰρ ἑκατέρα τῆς οὐσίας· ἀλλὰ καὶ ἡ στάσις ἐνεργεῖ καὶ δύναται; ῍Η ὅτι καὶ μετέχει κινήσεως͵ ὥσπερ καὶ τοῦ ὄντος μετέχουσα οὐσία ἐστι κατὰ μέθεξιν. Ἀλλὰ πρῶτον μὲν τὰ γένη μετέχει ἀλλήλων κατὰ τὴν ὑπόστασιν ἑαυτῶν πρὸ τῆς δυνάμεως καὶ τῆς ἐνεργείας͵ αὐτίκα ταυτότητος καὶ ἑτερότητος͵ ἑνὸς καὶ πολλῶν͵ πέρατος καὶ ἀπείρου κατὰ τὰς οὐσίας πρότερον͵ ὥστε καὶ στάσεως καὶ κινήσεως· οὐκ ἄρα τῆς κινήσεως ἐν ταῖς ἐνεργείαις καὶ ταῖς δυνάμεσι μόναις.

1.138 Ἔπειτα καὶ αἱ δυνάμεις καὶ αἱ ἐνέργειαι μετέχουσι τῶν ἄλλων γενῶν καὶ αὐτοῦ γε τοῦ ὄντος· μᾶλλον δὲ ἡ μὲν οὐσία ἑκάστη τῶν οὐσιῶν ἑκάστων͵ ἡ δὲ δύναμις ἑκάστη τῶν δυνάμεων͵ ἡ δὲ ἐνέργεια τῶν ἐνεργειῶν ἑκάστων. Ἔτι δὲ ἡ μὲν οὐσία πρὸς ἐνέργειαν ἀντιδιῄρηται καὶ μέση τούτων ἡ δύναμις πρὸς ἑκατέραν λεγομένη· ἡ δὲ κίνησις πρὸς μόνην λέγεται τὴν στάσιν͵ καὶ οὔτε πρὸς οὐσίαν οὔτε μέσον τι στάσεως καὶ κινήσεως. Ἔτι δὲ οὐδὲ ἐννοίας προβαλλόμεθα τὰς αὐτὰς κινεῖσθαί τε ἀκούοντες καὶ ἐνεργεῖν· καὶ γὰρ τὸ ἑστάναι καὶ ἠρεμεῖν καὶ καθεύδειν καὶ ὅσα τοιαῦτα ἐνερ γήματα νοοῦντες οὐ κινήματα νοοῦμεν͵ ἀλλὰ τοὐναντίον͵ τὸ γὰρ ἑστάναι τῷ κινεῖσθαι ἐναντίον. Εἰ δὲ τὸ ἐνεργεῖν ἐπ΄ ἀμφοῖν͵ οὐκ ἂν εἴη τὸ κινεῖσθαι ἐναντίον· εἰ δὲ κινεῖσθαι καὶ τὸ κοινὸν καλοῦμεν͵ τὸ ἑστάναι τί φήσομεν; ἀεὶ γὰρ τῇ κινήσει τὴν στάσιν ἀντιθετέον· καὶ εἰ ἡ δύναμις κίνησις͵ τί ἂν ἡ στάσις; οὐδὲν γάρ ἐστιν ὃ ἀντίκειται τῇ ἐνεργείᾳ καὶ τῇ δυνάμει πλὴν τῆς οὐσίας͵ κατὰ δή τινα τρόπον· ἡ οὐσία ἄρα στάσις ἔσται. Τοῦτό που τὸ τοῦ Στράτωνος͵ ὅπερ οὐκ ἐδόκει εὖ ἔχειν. Εἰ δὲ καὶ γεννητικὴ ἡ οὐσία δυνάμεως καὶ μετ΄ αὐτὴν ἐνεργείας͵ ἡ δὲ κίνησις ἕν τι τῶν πολλῶν γενῶν͵ ὥσπερ καὶ ἡ στάσις͵ ἀντιδιῄρηται ἄρα πρὸς τὸ ὄν· οὐκ ἄρα ὡς τούτου γέννημα καὶ ἐκτένειά τις͵ ἐπεὶ οὐδὲ μᾶλλον τόδε τοῦδε μετέχει͵ ἢ τοὐναντίον. Καθ΄ ἑαυτὰ γὰρ ἕκαστα ὄντα ἅ ἐστιν͵ ἔπειτα ἀλλήλων γίγνεται πάντα κατὰ τὴν τῆς φιλίας ἀντίδοσιν· ὥστε καὶ τὸ ὂν μετέχει κινήσεως καὶ στάσεως͵ ὥστε οὐκ ἀπ΄ αὐτοῦ ἡ κίνησις͵ οὐδὲ ἐκείνου ὡς ὄντος ἐνέργεια. Πῶς γὰρ ἂν τὸ αἰτιατὸν μεταδώσει τι τῇ αἰτίᾳ͵ καὶ τῷ γεννήσαντι τὸ γεννηθέν; Χωρὶς δὲ τούτων τὸ μὲν ποιεῖν ἐνέργειά τις͵ τὸ δὲ πάσχειν πῶς ἂν εἴη ἐνέργεια; κίνησις δὲ καὶ τὸ πάσχειν͵ ἢ τὸ πάσχον ἐν τούτῳ ἔχει τὸ ἐνεργεῖν͵ ἐν τῷ πάσχειν͵ ὅπερ τοῦτό ἐστι τὸ πάσχειν ἔργον αὐτοῦ͵ ὥσπερ τῆς ὕλης εἴποι τις ἂν ἓν μόνον ἔργον εἶναι τὸ πάσχειν͵ ἀλλ΄ οὐδὲ πρὸς τούτῳ καὶ τὸ ποιεῖν. Ἐνέργεια δέ ἐστιν ἡ τοῦ οἰκείου ἔργου ἀποπλήρωσις͵ δύναμις δὲ παρασκευὴ τῆς ἐνεργείας. Ἀλλ΄ εἰ τοῦτό ἐστιν ἡ ἑκάστου ἐνέργεια͵ ἡ τοῦ κατὰ φύσιν ἔργου ἀπόδοσις͵ αὐτὸ τὸ ἔργον τί ἂν εἴη ζητητέον͵ πότερον ἄλλο παρὰ τὸ ἐργαζόμενον ἢ αὐτὸ ἐκεῖνο· ἀλλ΄ εἰ μὲν τοῦτο͵ καὶ ἡ οὐσία φανεῖται

1.139 ἐνέργεια͵ ὥστε οὕτω γε καὶ ἡ στάσις καὶ πᾶν εἶδος καὶ γένος͵ ἀλλ΄ οὐ μόνη ἡ κίνησις ἔσται τὸ ἔργον͵ καὶ ἀπαιτήσει ὁ λόγος ἄλλην τὴν ἀπόδοσιν τοῦ ἔργου παρὰ τὸ ἔργον͵ καὶ δὴ καὶ τὴν ἐνέργειαν ὁμοίως· καὶ οὐκ ἄρα κίνησις ἡ ἐνέργεια͵ ἀλλὰ μᾶλλον ἔργον· εἰ δὲ ἐκεῖνο τὸ πρότερον͵ ἔσται τι καὶ τῆς κινήσεως ἔργον τὸ κινεῖν τὰ ὄντα· ἔσται ἄρα αὐτῆς καὶ ἐνέργεια τούτου οὖσα τοῦ ἔργου ἀπόδοσις. Εἰ δὲ ἡ ἀπόδοσις αὕτη τὸ ἔργον ἐστίν͵ ἄτοπον μὲν ἴσως καὶ τὸ φάναι τὴν ἐνέργειαν͵ ἔργου οὖσαν ἀποπλήρωσιν͵ αὐτὸ εἶναι τὸ ἔργον. Εἰ δὲ ἐν τῷ ἀποπληροῦν ἐστι τὸ ἔργον͵ καὶ ἔστι τὸ ἔργον αὐτὸ τὸ ἀποπληροῦν͵ ὡς τὸ ὀρχεῖσθαι ἡ ὄρχησις͵ ἀλλ΄ ἔσται καὶ τῆς τοιαύτης ἐνεργείας ἀποτέ λεσμά τι· διὸ καὶ ἡ ἐνέργεια προβάλλεται· τῶν γὰρ ἕνεκά του πᾶσα ἐνέργεια καὶ οὐ προηγουμένως οὗ ἕνεκα. Ἔπειτα καὶ ἡ κίνησις κινεῖ· τοῦ γὰρ ἰδιώματος τούτου μεταδοτικὴ ἡ κίνησις͵ ὡς τοῦ ἱστάνειν ἡ στάσις· ὥστε καὶ ἐνεργήσει ἡ κίνησις καθάπερ ἡ στάσις· οὐκ ἄρα κίνησις ἡ ἐνέργεια. Εἰ δὲ καὶ ἡ κίνησις καθὸ κίνησις͵ οὐδὲν ἄλλο ἢ κίνησίς ἐστιν͵ ἡ δὲ ἐνέργεια συναναφέρει κατὰ τὸ ὄνομα καὶ τὸ ἀποτελούμενον ἔργον· καὶ ὅτι μέντοι τοσαῦτά ἐστιν ὅσα τὸ ἐνεργοῦν͵ οἷον ἡ ἀνθρώπου ἐνέργεια ἄνθρωπός ἐστιν ἐνεργητικός͵ καὶ ἡ ἵππου͵ ἵππος͵ ὅλον γάρ τι εἶδος καὶ ἐνέργεια πῶς ἂν εἴη κίνησις͵ ἡ αὐτὸ μόνον κίνησις; ἢ οὐ τὴν ὡς ἰδιότητα κίνησιν ἐρεῖ τις͵ ἀλλὰ τὴν ὡς εἶδός τι σύνθετον εἶναι τὴν ἐνέργειαν͵ εἰ καὶ τῇ κινήσει μᾶλλον εἰδοποιεῖται κατ΄ ἐπικράτειαν· ἀλλ΄ ἡ μὲν ἐνέργεια καὶ σύνθετος εἶναι δύναται͵ ἥ γε τῶν συνθέτων͵ καὶ ἁπλῆ τῶν ἁπλῶν· ὅλως γὰρ καὶ ἡ κίνησις ἐνέργειαν ἔχει͵ ἥ τε ἁπλῆ͵ οὐχ ὅτι ὄν͵ καὶ ἡ σύνθετος ὑποτεθεῖσα ὡς εἶδος. Ταῦτα μὲν οὖν καὶ πλείω τοῦ μετρίου εἴρηται διὰ τὴν περὶ ταῦτα διαφορὰν πρὸς τοὺς φιλοσόφους͵ οἵ θ΄ ἅμα λέγειν εἰώθασι τοῦτο εἶναι κίνησιν καὶ ἐνέργειαν. Ἐκεῖνο μέντοι προσθεῖναι ἀναγκαῖον͵ εἰ μὴ κίνησις ἡ ἐνέργεια͵ πότερον εἶδός τί ἐστι καὶ αὕτη καὶ τἆλλα ἐνεργεῖ κατὰ μέθεξιν͵ ὥσπερ κινεῖται καὶ ἵσταται διὰ τὴν κίνησιν καὶ τὴν στάσιν; ἢ αὐτό ἐστι τὸ ἑκάστου τῶν ἄλλων ἐκτενές͵ οἷον πρόοδός τις ἑκάστου ἀφ΄ ἑαυτοῦ εἰς ἑαυτὸ ἢ ἐφ΄ ἕτερον. Τὰ δὲ αὐτὰ καὶ περὶ δυνάμεως ἀπορήσειεν ἄν τις.

1.140 Εἰ μὲν οὖν τὸ δεύτερον λέγοι τις͵ πόθεν αὕτη ἡ ἰδιότης ἥκει τοῖς ἄλλοις͵ τὸ δύνασθαι καὶ ἐνεργεῖν; ἄλλο γὰρ ἑκάστῳ τὸ εἶναι ὅ ἐστι καὶ τὸ δύνασθαι καὶ τὸ ἐνεργεῖν. Εἰ δὲ τὸ πρῶτον͵ οὐκ ἄρα πρόοδος ἑκάστου ἡ ἐνέργεια καὶ ἡ δύναμις; ἢ καὶ πρόοδος ἰδιότης μία͵ καὶ ἡ διάκρισις καὶ πᾶν ὅ τι ἔχοι τινὰ ἀφωρισμένην ἔννοιαν πάντως ἰδιότης· πρᾶγμα γάρ τι διάφορον͵ τοῦτο δὲ ἀπ΄ ἀρχῆς ἰδιο τρόπου͵ καὶ οὐκ ἐκ τοῦ αὐτομάτου φυλακτέον͵ εἰ ἔστι πραγμάτων διαφορά͵ καὶ μὴ μόνον τῶν ὀνομάτων. Ἔτι δὲ καὶ αὐτοὶ οἱ φιλόσοφοι τὴν μὲν δύναμιν ἄρχεσθαί φασιν ἀπὸ τῆς πρώτης δυνάμεως͵ ὡς καὶ τὴν ὕπαρξιν ἀπὸ τῆς ὑπάρξεως͵ τὴν δὲ ἐνέργειαν ἀπὸ τοῦ τρίτου καὶ μικτοῦ͵ ὅτι ἐν τούτῳ καὶ τρίτον ἀνεφάνη ἡ ἐνέργεια͵ ἅτε μετὰ τὴν δύναμιν προελθοῦσα· ᾧ καὶ δῆλον ὅτι κίνησις οὐκ ἔστιν· οὔπω γὰρ ἐκεῖ τὰ γένη τοῦ ὄντος. Ἆρα οὖν ἐνέργεια καὶ δύναμις καὶ ὕπαρξις ἐν τῷ πρώτῳ μικτῷ͵ καὶ μὴν ἐκεῖνό γε ἡνωμένον ἦν· ἢ καὶ ταύτας ἡνῶσθαι ὁμολογητέον͵ καὶ μήπω προ ελθεῖν μηδεμίαν ἐκτένειαν͵ ἀλλὰ συνεπτύχθαι καὶ ἡνῶσθαι τὰς τρεῖς ἀλλήλαις͵ μᾶλλον δὲ μηδὲ διακριθῆναί πω͵ καθ΄ ἓν δὲ εἶναι τὰς τρεῖς τὸ μικτὸν λεγόμενον͵ ὡς εἴρηται πρότερον. Τοιγαροῦν τὸ εἶναί φαμεν τοῦ ὄντος ἐνέργειαν͵ καίτοι τὴν φύσιν αὐτοῦ σημαίνει μᾶλλον· εἰ δὲ καὶ ὀντοποιεῖ͵ ἀλλὰ τῷ εἶναι καὶ τούτῳ ὀντοποιεῖν. Ἡ μὲν γὰρ τοῦ νοῦ ἐνέργεια σαφής͵ εἰ καὶ τῇ οὐσίᾳ σύνδρομος καὶ οἷον συμ παγής͵ ἡ δὲ τοῦ ὄντος αὐτή ἐστιν ἡ οὐσία͵ ὥσπερ τῆς ζωῆς ἔχει μὲν ἔμφασιν τοῦ χωρισμοῦ· ζῆν γὰρ λέγομεν τὴν ζωὴν καὶ δοκεῖ ἄλλο παρὰ τὴν ζωὴν εἶναι͵ ἔστιν δὲ ἐπ΄ ἐκείνης ὅμως ταὐτόν· σημαίνει γὰρ τὸ ζωὴν εἶναι. Ἐπὶ δέ γε τῶν ψυχῶν͵ εἰσὶν μὲν καὶ αἱ σύνδρομοι κατ΄ οὐσίαν͵ εἰσὶ δὲ καὶ ἄλλαι ῥυεῖσαι ἀπὸ τῆς οὐσίας͵ ὡς͵ ἐπί γε τῶν ἐνύλων εἰδῶν͵ καὶ αἱ οὐσίαι πρὸς τὸ ἐκτὸς ἐξερρύησαν. Ταῦτα μὲν οὖν ἄλλος λόγος. Τὸ δὲ εἶναι͵ εἰ τῷ ὄντι ταὐτόν· ὡς ἐνέργεια μέντοι οὐσίας συνῃρημένης ἐν μέσῳ καὶ τῆς δυνάμεως.