ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.141-1.144)


1.141 Ἐστὶ δὲ τὸ ὂν τῶν γενῶν τι· τοῦτο γὰρ ἐννοοῦμεν͵ καὶ τὸ εἶναι διωρισμένως τούτου ἐστίν͵ ἐκεῖνο δὲ ἀπὸ τούτου κατὰ ἔνδειξιν ἐκαλοῦμεν͵ ὡς εἴρηται͵ μᾶλλον ἀπὸ τῆς οὐσίας ἑκάστης͵ πρὸς ἣν ἡ ἴδιος ἐνέργεια καὶ δύναμις ἀντιδιῄρητο· ὥστε φανερὸν ὅτι καὶ τὸ γένος τὸ ὂν ἡνωμένον͵ εἴπερ καὶ ἐπ΄ αὐτοῦ τὸ εἶναι τῷ ὄντι ταὐτόν͵ καὶ ἡ ἐνέργεια τῇ οὐσίᾳ. Οὐκ ἄρα τῆς τῶν ὄντων ἀκρότητος ἐξαίρετον ἂν εἴη τὸ ἡνωμένον οὐδὲ τοῦ νοητοῦ ἑνώματος͵ ὡς ἐλέγομεν͵ εἴπερ καὶ τοῦ γένους͵ ὅπερ ἤδη καὶ εἶδος ἢ ἐγγύς τι τοῦ εἴδους͵ ὥσπερ τῆς τοῦ ἑνὸς ἰδιότητος οὐδὲν ἁπλούστερον ἐννοοῦμεν· καὶ ἔστι τὸ ἓν γένος τοῦτό τι τῶν ἄλλων ἀφωρισμένον͵ καὶ ἔστι μὲν ἤδη σύν θετον͵ εἴπερ τι τῶν γενῶν ἢ τῶν εἰδῶν͵ τῇ δὲ ἰδιότητι ὅμως ἁπλοῦν͵ ὡς ἄλλο κίνησις καὶ ἄλλο στάσις· οὕτω δὴ καὶ τὸ ὄν πη μὲν ἰδιότητι ἡνωμένον͵ καὶ τὸ ὂν τῷ εἶναι ταὐτόν· ἔστι δὲ ὅμως ἕν τι τῶν πολλῶν γενῶν καὶ τούτων ἀντιμετέχον. Εἶτα μέντοι καὶ διελέγξεται οὐκ ὂν ἀληθῶς ἡνωμένον͵ ὅτι ἀντι διῄρηται πρὸς τὰ ἄλλα καὶ πέπονθε πρὸς αὐτὰ τὴν διαίρεσιν· ὥστε καὶ διῃρημένον ἐστίν. Ἔτι δὲ καὶ ἀντιμετέχει τῶν ἄλλων͵ ὥστε καὶ ἐμφαίνεσθαι αὐτῷ τὰ ἄλλα σαφῶς͵ καθάπερ αὐτὸ τοῖς ἄλλοις. Πῶς οὖν ἀκριβῶς ἡνωμένον; οὕτω μὲν γὰρ καὶ τὸ ἓν τοῦτο φωρᾶται οὐκ ὂν τῷ ὄντι ἕν͵ ὅτι μετέχει καὶ τῶν ἄλλων͵ καὶ διώρισται πρὸς τὰ ἄλλα. Ἀλλ΄ ὅμως ὂν εἶναι βούλεται αὐτὸ ὅ ἐστι κατὰ τὴν ἑαυτοῦ προλάμπουσαν ἰδιότροπον φύσιν· διόπερ εὐφυέστατον ἔδοξεν εἶναι πρὸς ἔνδειξιν τῆς πάντα οὔσης͵ μᾶλλον δὲ ὑπερούσης κατὰ μίαν ἁπλότητα πάμφορον αἰτίας. Οὕτως ἄρα καὶ τὸ ὂν τοῦτο μάλιστα πάντων γενῶν ἡνωμένον ἐνδεικτικὸν ἂν εἴη δικαίως τῆς κατὰ μίαν πάντων ἀκροτήτων ὄντων ἡνωμένης ἀρχῆς· καὶ μήποτε πάντα περιεχουσῶν τῶν ἀρχῶν καὶ πάντα οὐσῶν τὰ ἀπ΄ αὐτῶν͵ ἐκμηρύεται ἄλλο κατ΄ ἄλλην ἰδιότητα διακρινόμενόν τε καὶ ἱστάμενον. Ἐκείνη γὰρ ἡ ἡνωμένη ἀκρότης οὐ κατὰ τὸ ἡνωμένον ἕστηκε τοῦτο τὸ πρὸς τὸ διακεκριμένον ἀντιδιαιρούμενον. Οὐ γὰρ ἂν εἴη οὕτω γε παντελής͵ ἀλλὰ κατὰ τὸ ὑπὲρ ἄμφω καὶ ὑπὲρ πάντα͵ ἀληθέστερον εἰπεῖν͵ καὶ πάντα ἐν ἑαυτῷ συνῃρηκός͵ ἐπεὶ καὶ τὸ πρὸ πάντων ἓν ἐνδεικνύμενον οὐ πρὸς τὰ ἄλλα διωρισμένον ἦν͵ οὐδὲ ἁπλοῦν ὡς πρός τι σύνθετον͵ ἀλλὰ τὸ ἀναρπάσαν ἑαυτὸ πρὸ πάντων

1.142 καὶ τῶν συνθέτων καὶ τῶν ἁπλῶν καὶ τῶν πολλῶν γε καὶ τοῦ ἀντιτιθεμένου τούτοις ἑνός. Ἀλλ΄ ἐπειδὴ τῶν τοιούτων ὑπερβολῶν οὐδεμίαν ἔχομεν ἔννοιαν προχειρίσασθαι͵ ἀγαπῶμεν ἀφ΄ ὧν ἔχομεν ἐνδείκνυσθαί τι περὶ ἐκείνων ἀναγκάζοντες τῷ λόγῳ πρότερον ἀτιμότερον εἶναι ταῦτα ἅπερ ἐννοοῦμεν πρὸς τὰς ἐκείνων τῶν πρεσβυτάτων ἀρχῶν ὑπονοουμένων αὐταρκεῖς θέσεις. Εἰ τοίνυν ἁπλοῦν ἐστι τὸ ἕν͵ ἀλλ΄ ὡς ἐν γένεσι καὶ ὡς ἐν εἴδεσι καὶ κατὰ τὴν ἰδιότητα μόνην ὡς ἀγαθὸν τῇ εἰδότητι τὸ εἶδος καὶ καλὸν καὶ τῶν ἄλλων ὁτιοῦν· οὕτω γὰρ καὶ ἕν͵ οὕτω καὶ ἡνωμένον͵ οὕτω καὶ ὄν. Ἐπιστήσειεν δ΄ ἄν τις μήποτε τὸ ἡνωμένον ἴδιόν τί ἐστι παρὰ τὸ ὂν μετέχειν αὐτοῦ καὶ τὸ ὂν μάλιστα πάντων͵ εἰ μὴ ἄρα ἡ μέθεξις τοῦ ἑνὸς ποιεῖ τὸ ἡνωμένον͵ ὡς τοῦ πλήθους τὸ πεπληθυσμένον. Εἰ μὲν οὖν τοῦτο͵ πρῶτον ἂν εἴη τὸ ὂν μετέχον πολλῶν καὶ ἑνός͵ καὶ μάλιστά γε ἑνός. Εἰ δέ ποθεν ἄρχεται καὶ τὸ μικτόν͵ καὶ ἔστι τις ὕπαρξις τοιαύτη δι΄ ἣν πᾶν εἶδος μικτόν͵ εἴη ἄν τι καὶ τὸ ἡνωμένον ἴδιον ἡ τοῦ μικτοῦ τούτου ἀκρότης. Πῶς δὲ οὐκ ἂν εἴη τὸ μικτὸν ἁπλῶς͵ εἴπερ τὰ τινὰ μικτά ἐστιν͵ οἷον ἄνθρωπος͵ ἵππος καὶ ζῷον͵ ὅλως καὶ οὐσία ἡ μικτὴ ἐκ τῶν γενῶν͵ καί͵ καθόλου φάναι͵ τὸ σύνθετον εἶδος͵ ἀφ΄ οὗ τοῖς ἄλλοις τὸ εἶναι συνθέτοις· καὶ λέγω μικτὸν καὶ σύνθετον κατὰ τὴν ἰδιότητα τοῦ εἴδους ἢ τοῦ γένους τὴν ἁπλῆν͵ ἥτις ἂν καλοῖτο μικτότης ἀντι κειμένη τῇ ἁπλότητι. Περὶ μὲν δὴ τούτων εἰσαῦθις. Ἐπ΄ ἀρχὴν δὲ μόλις ἀναδραμόντες εἴπωμεν πρὸς ἡμᾶς αὐτοὺς ὅτι μὲν κατὰ τὸ ὄναρ ὄν ἐστι τὸ ἑκάστου ἐνεργείᾳ͵ καθὸ οὐ τὸ ὂν μόνον͵ ἀλλὰ καὶ ἕκαστον τῶν ἄλλων ὄν͵ ἡ κίνησις ᾗ κίνησις καὶ ἡ στάσις ᾗ στάσις· οὐσία γὰρ ἑκάστη τούτων͵ πρὸς ἣν ἐνέργεια λέγεται καὶ δύναμις͵ ἢ ἀπὸ οὐσίας ἑκατέρα͵ καὶ ὅ ἐστιν ἕκαστον͵ ἐνέργεια καὶ καθ΄ ὕπαρξιν τὴν ἤδη· πρὸς ἃ τὸ δυνάμει

1.143 πρὸ τοῦ ἐνεργείᾳ καὶ οὐ μετ΄ αὐτό͵ καθάπερ ἐν τοῖς ἀπὸ τοῦ ἀτελεστέρου εἰς τὸ τεληείστερον προκόπτουσι. Τὸ οὖν ἐνεργείᾳ βούλεται λέγειν τὴν ἤδη ἑκάστου ἴδιον ὕπαρξιν καθ΄ ἣν ἕστηκεν. Πρὸ δὲ τῶν ἑκάστων τοιούτων ὄντων αὐτό ἐστι τὸ ἁπλῶς ὄν͵ ὃ καὶ ἁπλῶς ἐνέργεια. Πρῶτον γὰρ ἐκεῖνο κατὰ τὴν ἑαυτοῦ ἐνέργειαν ἔστη͵ ὡς τὸ πρὸ αὐτοῦ κατὰ τὴν δύναμιν͵ καὶ τὸ ἔτι πρὸ τούτου κατὰ ψιλὴν τὴν ὕπαρξιν͵ ὡς κατὰ μόνην ἔνδειξιν φάναι͵ ἐπεὶ ταῦτα σύνεστιν ἀλλήλοις͵ ὕπαρξις καὶ δύναμις καὶ ἐνέργεια͵ καὶ τοῦτό ἐστιν ἡ οὐσία͵ ὕπαρξις δυναμική τε καὶ ἐνεργητική͵ ὅ ἐστιν ἐνεργείᾳ οὐσία καὶ σὺν ἐνεργείᾳ. Τὸ γὰρ ἐνεργείᾳ͵ τί ἄλλο δηλοῖ ἢ ὅ τι ἤδη σὺν ἐνεργείᾳ͵ ὡς τὸ δυνάμει σὺν δυνάμει τινί; Εἰς ταὐτὸν ἄρα ἥκει τὸ ἐνεργείᾳ τῷ οὕτως ἐνεργοῦντι ὄντι καὶ πρώτῳ ἐνέργειαν προβαλλομένῳ· ἀλλ΄ ἔτι ἡνωμένα ἐκεῖ τὰ τρία͵ ἐνέργεια͵ δύναμις͵ ὕπαρξις· ἔστι γὰρ μόνη ὕπαρξις ἐν τῷ ὑπάρχειν μόνῳ τὸ δύνασθαι καὶ τὸ ἐνεργεῖν ἔχουσα· τῷ γὰρ εἶναι καὶ δύναται καὶ ἐνεργεῖ͵ καὶ τὰ τρία τὸ εἶναι μόνον. Καὶ τί θαυμαστὸν εἰ ἡ τῶν ὄντων ἀκρότης οὕτως ἔχει͵ ὅτε γε καὶ τὸ ὂν τὸ γένος οὕτως ἔχειν δοκεῖ ὡς ἐλέγετο; πλὴν ἴσως τοῦτο μὲν κατὰ τὸν χαρακτῆρα τῆς ἰδιότητος͵ ὡς τὸ ἓν ἁπλοῦν͵ καίτοι οὐχ ἁπλοῦν͵ ἐκεῖνο δὲ κατὰ τὴν παντελῆ πρὸ πάντων ἀδιάκριτον ὑπόστασιν͵ ὡς ἐν τῷ μέσῳ τοῦ νοητοῦ παρα σκευάζεται καὶ ταῦτα πρὸς τὴν διάκρισιν. Ἐν τῷ τρίτῳ ἄρα πρώτῳ ἡ οὐσία καὶ ὁπωσοῦν ἀποτείνεται πρὸς δύναμιν καὶ ἐνέργειαν. Διόπερ ὁ νοῦς νοεῖν λέγεται καὶ ἐπιστρέφεσθαι πρὸς τὸ νοητὸν καὶ βασιλεύειν τῶν νοερῶν καὶ ὅλως τῶν ἀπ΄ αὐτοῦ προελθόντων. Καὶ αὗται δὲ ὅμως αἱ ἐνέργειαι τῇ οὐσίᾳ συμπαγεῖς καὶ ἀνεκφοίτητοι ἀπ΄ αὐτῆς͵ ἐνέργειαι δὲ ὅμως. Πῶς γάρ τοι νοῦς τοιοῦτος τῇ οὐσίᾳ ὢν ἐνεργείᾳ͵ ὥς φησιν ἐκεῖνος· ἐν δέ γε τῇ ἀκρότητι τῶν ὄντων καταπίνεται ὑπὸ τῆς ὑπάρξεως ἡ δύναμις καὶ ἡ ἐνέργεια͵ ἓν οὖσα ὅμως. Διὸ καὶ ἡ ὕπαρξις οὐ ψιλή͵ ἀλλ΄ ἤδη οὐσία͵

1.144 καθάπερ εἴρηται πρότερον· καὶ τί παράλογον͵ ὅτε μηδὲ ὕπαρξις ἐν ἐκείνῳ διαφανής; οὐδὲν γὰρ ἐκεῖ τῶν ὡρισμένων ἐν μέρει διαφαίνεται͵ ἀλλὰ μία παντοῦχός ἐστιν ὑπὲρ πάντα συναίρεσις͵ ἣν οὔπω μὲν γνωρίζομεν διὰ τὸ μὴ δύνασθαι παντελῆ καὶ παρεισομένην ἐκείνην προχειρίσασθαι νοεῖν· παραβαλλόμενοι δὲ νοεῖν͵ ὡς πεφύκαμεν͵ μερίζομεν αὐτήν͵ μᾶλλον δὲ περὶ αὐτὴν μεριζόμεθα. Πάλιν δὲ αὖ ἐξ ἀρχῆς αὐτὴν συναιροῦμεν εἰς ἔνδειξιν τοῦ παντελοῦς καὶ πρὸ πάντων ἅμα τῆς μιᾶς κορυφῆς· ἃ δὴ ταῦτα ἀξιοῖμεν͵ οὐδὲ ὄν ἐστιν οὐδὲ οὐσία͵ εἴπερ οὐδὲ κατὰ ταῦτα χαρακτηρίζεται͵ ἀλλὰ καὶ τούτων ὥσπερ καὶ τῶν ἄλλων ἐπέκεινα͵ ὥστε οὐδὲ νοητὸν ἐκεῖνο. Τί οὖν ἂν εἴη; οὐ γὰρ δήπου ἕν͵ πρῶτον μὲν ὅτι καὶ τὸ ἓν διώρισται· εἰ δὲ κατὰ ἔνδειξιν͵ τί ἂν διενέγκοι ἡ τρίτη ἀρχὴ τῆς πρώτης τῶν τριῶν; ἓν γὰρ καὶ ἐκείνη τοιοῦτον. Μήποτε οὖν ῥητέον αὐτὸ μόνον ἡνωμένον· καὶ πῶς γὰρ οὐ μέλλει τοῦ ἑνὸς καὶ τοῦ ὄντος εἶναί τι μέσον͵ ὅπερ τὸ ἡνωμένον εἴποι τις ἂν ἀπορίᾳ τοῦ οἰκείου ὀνόματος. Διὰ τί γὰρ τῶν μὲν ἄλλων εἰσὶ πάντων μεσότητες κατὰ πρόοδον ὅλῳ γένει διαφερόντων͵ οὐχὶ δὲ καὶ ὑπερουσίου καὶ οὐσίας ἢ ἑνὸς καὶ ὄντος; ἐπεὶ καὶ ὁ Πλάτων͵ ὡς ἔοικε͵ τοῦτο συνεωρακὼς ἐν Παρμενίδῃ κέκληκεν αὐτὸ οὔτε ἓν οὔτε ὄν͵ ἀλλ΄ ἓν ὂν τὸ ὅλον δι΄ ἀπορίαν τοῦ προσρήματος οἰκείου͵ ἀπὸ τῶν ἄκρων τὸ μέσον παραστῆσαι βουλόμενος͵ ὡς καὶ τὴν ψυχὴν μέσην οὖσαν ἀπὸ τῶν ἐφ΄ ἑκάτερα παρακειμένων γνωρίζει͵ μεταξὺ λέγων αὐτὴν τῆς τε ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας͵ καίτοι μία καὶ αὐτὴ φύσις͵ ἀλλ΄ οὐκ ἀπὸ τῶν ἄκρων͵ ὡς δοκεῖ͵ συντιθεμένη. Οὕτως ἄρα καὶ τὸ ἓν ὂν οὐ σύνθετόν τι οὐδὲ δύο αὐτά͵ τὸ μὲν ἡγούμενον͵ τὸ δὲ ἑπόμενον͵ ὡς οἱ φιλόσοφοι ἐξηγοῦνται͵ ἀλλὰ μία φύσις ἀμφοῖν ἐν μέσῳ τοῦ ἑνὸς καὶ τοῦ τε ὄντος͵ ἤδη μὲν χαλάσασα τῆς τοῦ ἑνὸς ἁπλότητος͵ οὔπω δὲ προβαλλομένη τὸ τοῦ ὄντος συναίρεμα.