ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.145-1.150)


1.145 Διὰ τί δὲ καὶ ὂν ἐκεῖνο λέγομεν͵ ὅ γε πάντα λέγομεν; διὰ τί δὲ καὶ νοητόν͵ ὅ γε καὶ τὸ νοερὸν καὶ τὸ αἰσθητὸν προσείληφε κατὰ τὴν τῆς αἰτίας δύναμιν; οὐδὲ γὰρ [οὐδὲ] τὸ ἡνωμένον͵ ὡς εἴρηται καὶ πρότερον͵ τοῦτο ὅπερ ἐννοοῦμεν ὡς οὔπω διακρινόμενον͵ ἀντικείμενον δὲ αὐτῶν͵ ἀλλὰ κατὰ ἔνδειξιν ὃ πρὸ πάντων. Πῶς δ΄ ἄλλως ὁ Ἰάμβλιχος τὸ νοητὸν ἐξηγούμενος περὶ τὸ ἓν αὐτό φησιν ὑποστῆναι καὶ ἀνεκφοίτητον εἶναι τοῦ ἑνός; ἢ συννοῶν καὶ αὐτὸς ὃ λέγομεν ἡνωμένον τε καὶ ἓν ὄν͵ ὡς οὔπω μὲν τῷ ὄντι ὄν͵ οὐδ΄ ἔτι μέντοι ἕν͵ διὰ μέ σον δὲ ἀμφοῖν τεταγμένον.

Πρὸς δὲ τούτοις μετὰ τὸ ἓν ὂν τὴν οὐσίαν ἀντιδιίστησι τῷ ἑνί͵ διακρίνας ἄμφω κατὰ τὴν ἀκρότητα τῶν νοερῶν͵ ὅπου καὶ τὴν θείαν ἑτερότητα συνεξέφηνεν· ὥστε τὰ πρὸ τούτων οὐκ ἦν διορίσαι͵ ὡς τὸ μὲν αὐτῶν ἕν͵ τὸ δὲ ὂν ὑποκείμενον τῷ ἑνί͵ ἀλλ΄ ἓν ὂν τὸ συναμφότερον͵ οὐχ ὡς μίγμα ἐξ ἑκατέρου͵ ἀλλ΄ ὡς μέσον ἀμφοῖν καὶ οἷον προποδισμὸς εἰς τὸ ὂν τοῦ ἑνός. Ἀμέλει καὶ τομὴν αὐτοῦ ποιησάμενος οὐ διεῖλε τὸ ὅλον εἰς ἓν καὶ ὄν· καὶ τῶν μορίων δὲ ἕκαστον ἓν ὂν ἐποίησεν· εἰ δὲ μέρη φησὶ τοῦ ἑνὸς ὄντος εἶναι τὸ ἓν καὶ τὸ ὄν͵ ἀλλὰ προϊὼν μικρὸν διεσάφησεν ὡς οὔτε τὸ ὂν ἄνευ ἐστὶ τοῦ ἑνός͵ οὔτε τὸ ἓν ἄνευ τοῦ ὄντος. Εἰ δὲ καὶ δοκεῖ διορίζεσθαι ἑκάτερον ὡς μετέχον τοῦ ἑτέρου͵ ἀλλὰ τῆς ἀνωνύμου μεσότητος τοῦτο ποιεῖ δηλωτικόν͵ ὡς εἰ λέγοι τις ἄλλο τὸ ἀμέριστον ἐν ψυχῇ καὶ μέτοχον τοῦ μεριστοῦ͵ ἄλλο τὸ μεριστὸν καὶ μέτοχον τοῦ ἀμερίστου. Νοητέον μέντοι ἑκάτερον κατὰ μίαν τὴν συναμφότερον φύσιν ἀμιγῆ πως οὖσαν καὶ ἁπλῆν πρός γε τὸ μεριστὸν καὶ ἀμέριστον. Εἰ δὲ νοητὸν αὐτὸ λέγοι μεν͵ ἄλλον τρόπον ἐροῦμεν͵ ἢ ὡς τὸ ὂν γνωστὸν εἶναί φαμεν· ἀντιδιώρισται γὰρ τῇ γνώσει τὸ γνωστόν· ἐκεῖνο δὲ πάντα καὶ πρὸς οὐδὲν ἀντιδιακρινόμενον͵ καὶ οὐκ ἔστιν ἓν μόνον͵ ὃ διέφευγεν τὴν νόησιν· πρὸς δὲ τούτοις οὕτως ἔστω νοητὸν ὡς ὄν. Ἀλλὰ μὴν οὐδὲ τὸ ὂν ἐκεῖ διαφανές· πάντα γὰρ ἀδιακρίτως· καὶ τὸ νοητὸν ἄρα τοιοῦτον· οὐ γὰρ ἄλλο αὐτῷ ἐστι τὸ εἶναι ὄντι καὶ νοητῷ͵

1.146 ἐπεὶ οὐδ΄ ἂν ἦν ὡς ἀληθῶς ἡνωμένον͵ ἀλλ΄ ἢ πάντα καὶ τὸ νοητόν͵ καὶ τὰ πρεσβύτατα αὐτῷ ἐγκαταπέπωται͵ ἢ καὶ τὸ ὂν καὶ τὸ νοητὸν καὶ τὰ πρεσβύτατα καὶ τιμιώτατα μᾶλλον αὐτῷ προσῳκείωται καὶ ἀφωμοίωται. Διὸ καὶ αὐτὰ δοκεῖ ταῦτα εἶναι οὐκ ὄντα κατὰ ἀλήθειαν. Καὶ μήποτε καὶ ἐν Φαίδρῳ τοῦτο ἐνδείκνυται͵ λέγων μὲν ὅτι στᾶσαι αἱ ψυχαὶ ἐν τῇ τοῦ οὐρανοῦ περιφορᾷ καθορῶσι τὰ ὑπὲρ τὸν οὐρανόν͵ αὐτὴν δήπου τὴν ἀχρώματον καὶ ἀσχημάτιστον καὶ ἀναφῆ ὄντως οὖσαν οὐσίαν͵ ἣν δικαίως καὶ τῆς ἀληθείας πεδίον κέκληκεν͵ καὶ τρέφεσθαι τὴν ψυχὴν ἐκ τοῦ ἐκεῖ λειμῶνος͵ ὡς ἂν ἐκεῖ οὔσης τῆς νοητῆς οὐσίας. Ἔτι δὲ σαφέστερον ἐν τῷ Κρατύλῳ ταῦτά φησι· ποιήσας γὰρ τὸν οὐρανὸν ὄψιν ἀνορῶσαν͵ καὶ δηλονότι πρώτην͵ δῆλόν ἐστι τὸ ὑπ΄ αὐτῆς ὁρώμενον καὶ πρῶτον ὁρατὸν λέγειν τὸ ὑπερκείμενον προσεχῶς. Ἔοικε δὲ καὶ Ὀρφεὺς τὸν Κρόνον εἰδὼς νοῦν͵ ὡς δηλοῖ ὅ τε σύμπας μῦθος ὁ περὶ αὐτοῦ͵ καὶ ὁ ἀγκυλομήτης τὴν Νύκτα ὡς πρώτην οὐσίαν καὶ τροφὸν πάντων διὰ τοῦτο ἀνυμνουμένην αὐτὸν μάλιστα τὸν Κρόνον πεποιηκέναι τρέφουσαν͵ ὡς τοῦ νοῦ οὖσαν τὸ νοητόν͵ ἐπειδὴ τῷ νοοῦντι τροφὴ τὸ νοούμενόν ἐστι κατὰ τὸ λόγιον. Λέγει γοῦν ὁ θεολόγος· Ἐκ πάντων δὲ Κρόνον Νὺξ ἔτρεφεν ἠδ΄ ἀτίταλλεν· ἐπεὶ καὶ εἰ καταπίνει τὸν πρὸ αὐτῆς ὁ Ζεύς͵ ἀλλὰ δι΄ αὐτῆς καὶ τὸν παρ΄ αὐτῇ· ἴσως δὲ καὶ ὠδίνει τι νοητὸν ἡ τοῦ ἡνωμένου ἀποτελεύτησις. Ἀλλὰ τούτων μὲν ἅλις. Ἔχοι δ΄ ἄν τις καὶ τῇ ἐναντίᾳ συνηγορεῖν ὑποθέσει λέγων ὡς μετὰ τὸ

1.147 ὑπερούσιόν τι ἂν θεῖτό τις ἕτερον ἢ τὴν οὐσίαν καὶ τὸ ἡνωμένον· τί ἂν λέγοι τις ἕτερον ἢ τὸ ὂν πεπονθὸς τὸ ἕν͵ ὥς φησιν ὁ ἐν Σοφιστῇ ξένος Ἐλεάτης; πῶς δὲ οὐ συναίρεμα τῶν ὄντων πάντων καὶ τῶν οὐσιῶν τὸ ἡνωμένον͵ οὐσία δὲ ἡ μία καὶ τὸ συναίρεμα πασῶν͵ ὡς ἐλέγομεν; Διὸ καὶ ἓν ὂν ὅ τι ἡνωμένον· ἔστι γάρ τι καὶ διακεκριμένον· εἰ δὲ ὡς ἑνὰς καὶ ὄν͵ τὸ συναμφότερον δὲ κατὰ μίαν φύσιν τὴν μέσην͵ ἀλλ΄ ὅτι τὸ ἓν μὲν ὑπέβη͵ τὸ δὲ ὂν ἅτε πρῶτον ἑνο ειδέστατον͵ ὥστε οὐ ῥᾴδιον εἶναι διακρίνειν ὀχοῦν καὶ ὀχούμενον͵ μᾶλλον δὲ ἔχον καὶ ἐχόμενον͵ διὰ τὸ πανταχοῦ τὰ πρῶτα ἐοικέναι ὡς μάλιστα τοῖς πρὸ αὐτῶν. Διὰ τοῦτο ἄρα οὐχ ἓν καὶ ὄν͵ ἀλλὰ ἓν ὂν τὸ συναμφότερον ἐκάλεσεν͵ ἐνδεικνύμενος τὴν ἄφραστον ἕνωσιν τοῦ ἡνωμένου ὄντος πρὸς τὸ ἕν͵ ἐπεὶ ὅτι οὐχ ὡς ταὐτὸν ἐδήλωσεν͵ τὸ μὲν εἰπὼν μετέχειν͵ τὸ δὲ μετέχεσθαι. Ἀλλὰ καὶ ἐν τῇ πρώτῃ τῶν ὑποθέσεων ἀφαιρεῖ τοῦ ἑνὸς τὸ εἶναι καὶ τίθεται ἄνευ τοῦ εἶναι τέως τὸ ἕν· εἶτα μέντοι καὶ τοῦτο ἀναιρεῖ. Ὡς δὲ ἐν ταύτῃ δύο ἀναιρεῖ͵ οὕτω καὶ ἐν τῇ δευτέρᾳ δύο τίθεται. Τὸ ἓν ἄρα καὶ τὸ ὂν συνέζευκται δύο ὄντα ἀλλήλοις· οὕτω δὲ συμφυῶς ἔχεται ἀλλήλων͵ ὥστε μηδεμίαν ἔχειν τὴν διακρίνουσαν παρείσδυσιν· οὕτω γὰρ ἑτερότης· ὅπου δὲ καὶ αὐτὴ χώραν ἔσχεν διὰ τὴν πρόοδον τῆς ἑνώσεως χαλασθείσης͵ ἐκεῖ ἀντιδιωρίσθη πρὸς τὸ ἓν ἡ οὐσία ὡς ὄχημα πρὸς τὸ ὀχούμενον͵ καὶ ἀρχὴ αὕτη γέγονε τῶν νοερῶν ἅτε ἐν δια κρίσει τὸ εἶναι ἐχόντων. Διὸ καὶ τῶν ἐνταῦθα ἕκαστον γέγονεν ἓν καὶ πολλά͵ καὶ διὰ τοῦτο ἐν τῇδε τῇ τάξει καὶ ἡ οὐσία καθαρὰ γέγονε γυμνωθεῖσά πη τοῦ ἑνός͵ καὶ τὰ πολλὰ αὐτόθεν ὑπέστη͵ πρότερον δὲ κατὰ ἔμφασιν ἦν τὸ πλῆθος ἐν τῷ ἡνωμένῳ· ὅθεν καὶ ὁ Ἰάμβλιχος ἐν τῷ ἑνὶ μένειν τὸ νοητὸν ἀπεφήνατο͵ ὅτι μᾶλλον ἥνωται πρὸς αὐτὸ καὶ κατ΄ αὐτὸ εἰδοποιεῖται ἢ κατὰ τὸ ὄν. Ἀμέλει οὐδὲ διώρισταί τι ἐν αὐτῷ͵ οὐκ οὐσία͵ οὐ νοητόν͵ οὐκ ἄλλο οὐδέν͵ ἐν τούτῳ δὲ ἔχει τὸ εἶναι͵ ἐν τῷ πάντα εἶναι κατὰ συναίρεσιν· τοῦτο δὲ αὐτοῦ ἐστι καὶ τὸ ὄντως νοητόν· πάντ΄ ἔστι γάρ͵ ἀλλὰ νοητῶς͵

1.148 φησὶ τὸ λόγιον· συνάγει γὰρ εἰς ἓν πάσας ἡμῶν τὰς νοήσεις καὶ ποιεῖ μίαν συνειλημμένην ἐκ πασῶν παντελῆ καὶ ἀδιάκριτον καὶ ὡς ἀληθῶς ἡνωμένην νόησιν͵ οἵαν τοῦ νοητοῦ ἐκείνου τὴν νόησιν εἶναι βούλεται ὁ Ἰάμβλιχος. Εἰ δὲ ἐν ἄλλοις ἐνδείκνυται οὐσίαν εἶναι τὴν ἀκρότητα τῶν νοερῶν ἢ ὁ Πλάτων͵ ἢ ὁστισοῦν τῶν θείων ἀνδρῶν͵ οὐδὲν ἄτοπον· ἡ γὰρ καθαρὰ οὐσία καὶ κατὰ Ἰάμβλιχον ἐν τῇδε ἀνεφάνη τάξει· εἴη δ΄ ἂν αὕτη ἡ νοερὰ ἀκρότης οὐσία νοερὰ οὖσα· τοῦτο δέ ἐστι διωρισμένη καθ΄ αὑτήν͵ καὶ τῷ ἑνὶ ὑπεστρωμένη ὡς ἑτέρα ἑτέρῳ κατὰ τὴν ἐκεῖ ἀναφανεῖσαν οὐσιώδη καὶ ἑνιαίαν ἑτερότητα. Πολλὰ μέντοι ἀντιλέγειν δοκοῦντες ἐοίκαμεν περὶ ὀνόματος μόνου ποιεῖσθαι τὴν διαμάχην. Εἰ μὲν γὰρ οὐσίαν καλοῦμεν τὴν ἤδη διακρινομένην͵ οὐκ ἂν εἴη τὸ ἡνωμένον οὐσία τοιαύτη͵ ἀλλ΄ ἥτις ἐστὶ μετὰ τὸ ἡνωμένον ἓν καὶ πολλὰ γενομένη· ἐκεῖνο δὲ ἦν ἓν πολλὰ ὡς ἡνωμένον. Εἰ δὲ καὶ τοῦτο κατὰ τὰς εἰρη μένας ἐνδείξεις οὐσίαν καλοῖ τις͵ οὐδὲν παράλογον ὑποτίθεσθαι πρὸ τῆς εἰς πολλὰ διακρινομένης δι΄ ἑτερότητος οὐσίας εἶναι τὴν παντελῶς ἡνωμένην καὶ ἀνετεροίωτον. Διὸ καὶ τῆς ἑτερότητος μήπω ἐκφανείσης͵ οὐκ ἔδοξεν τὸ ὂν διίστασθαι τοῦ ὄντος͵ ἀλλ΄ οἷον πρὸς αὐτὸ συγκεχύσθαι· καὶ αὕτη ἐστὶν ἡ ζητουμένη μεσότης τοῦ ἑνὸς καὶ τοῦ ὄντος ἡ σύμφυσις τοῖν δυοῖν. Μήποτε δὲ τοῦ μὲν ἑνὸς καὶ τοῦ ἡνωμένου ὄντος τὰ πολλὰ ἐν μέσῳ͵ ἓν μὲν ὄντα ἔτι͵ οὔπω δὲ ἡνωμένον͵ ἀλλὰ πολλὰ ὡς ἓν ἔτι καὶ ἑνούμενον͵ εἴπερ ἄρα ὡς μετέχον τοῦ ἑνός͵ καθόσον πολλὰ τῇ ἰδιότητι͵ τοῦ δὲ ὅπως ἓν λέγοιτο ἑνὸς καὶ τῆς διωρισμένης οὐσίας τὸ ἡνωμένον μεταξύ· μᾶλλον δὲ ἀντὶ τούτων πάντων ἐκεῖνο ῥητέον͵ κατὰ τὸ ἀληθέστατον͵ ὡς τὸ μὲν ὑπερούσιον ἓν λεγό μενον οὔτε ὄν ἐστι οὔτε ἓν κατὰ ἀλήθειαν τὸ ἀντιδιαιρούμενον τῷ ὄντι͵ ὡς ὀχήματι ὀχούμενον ἢ ὅλως ἀντιδιαιρούμενον͵ ἀλλ΄ ὑπὲρ ἄμφω͵ καὶ ὅ φησί τις εἶναι καὶ ἓν καὶ ὄν. Ἀλλὰ τὸ πρὸ ἀμφοῖν ἓν μιᾷ τὸ συναμφότερον ἁπλότητι θεωρούμενον͵ οἷον δὲ τοῦτο ἕν͵ τοιοῦτον ἡνωμένον ἐκεῖνο͵ οὔτε ἓν ἡνωμένον͵ ἀλλὰ τὸ πρὸ ἀμφοῖν ἡνωμένον͵ ὡς ἐκεῖνο ἕν. Ὡς γὰρ τοῦτο ἡγεῖται ἑκατέρου͵ προειληφὸς ἑκάτερον ᾗ ἁπλοῦν͵ ταύτῃ καὶ τὸ ἡνωμένον προείληφε τὸ ἡνωμένον αὐτῶν πρὸς ἄλληλα καὶ συμπεφυκός͵

1.149 καὶ ἡγεῖται τοῦ τε ἑνὸς καὶ τοῦ ὄντος͵ ὡς πρὸ ἀμφοῖν μέν͵ ἕνωμα δὲ ἀμφοῖν. Οὐκοῦν τὸ μὲν πρὸ ἀμφοῖν ἕν͵ ἄμφω κατὰ τὸ ἁπλούστατον͵ ὃ καὶ ἁπλῶς ὑπερούσιον͵ τὸ δὲ πρὸ ἑκατέρου ἡνωμένον ἄμφω κατὰ τὸ συμπεφυκὸς ἀμφοῖν ὑπὲρ ἄμφω μεταδοῦναι ταῦτα͵ τρίτον ἡ σύμφυσις ὡς ἑτέρων. Διὸ καὶ ἡ ἑτερότης συναναφαίνεται͵ ἄνω δὲ τὰ δύο μέν͵ ἀλλὰ κατὰ τὸ πρὸ ἀμφοῖν ἡνωμένον͵ ἀνωτάτω δὲ ὑπὲρ ἄμφω μέν͵ ἀλλὰ κατὰ τὸ ἕν. Διόπερ ὁ Πλάτων μετὰ τὸ ἓν ὂν διέκρινεν οὐσίαν καὶ ἓν ἀπ΄ ἀλλήλων ἤδη διά τινος ἑτερότητος. Τὸ ἄρα μέσον οὔτε ἕν͵ οὔτε ὄν͵ ἀλλὰ ἓν ὂν ὡς μία φύσις ἄμφω προειληφυῖα κατὰ τὸ ἡνωμένον τὰ κάτω διακρινόμενα. Μήτε οὖν οὐσίαν ἁπλῶς λεγέτω τις εἶναι τὴν μεσότητα ταύτην͵ μήτε ἓν ἁπλῶς͵ ἀλλ΄ ἤτοι μεσότητα ἀμφοῖν πρὸς ἑκάτερον φανταζομένην εἶναι τὸ ἕτερον͵ ἢ ἓν ὡς ὂν ἅμα͵ καὶ ὂν ὡς ἕν͵ ἢ τὸ συναμφότερον ἓν ὂν κατὰ τὴν οἷον κρᾶσιν τὴν πρὸ τῶν κιρναμένων ἐκ διακρίσεως͵ ὥστε καὶ οὐσίαν εἶναι ἅμα καὶ ἕν. Ὡς δὲ ἕν͵ εἰπεῖν ὄνομα οὐκ ἔχομεν͵ πλὴν εἴ τις ἡνωμένον εἴπῃ ἕν͵ συνεκφαινομένου τῷδε τοῦ ἑνὸς καὶ τοῦ ἡνωμένου͵ ὅπερ ἔμφασις ἦν τοῦ ὄντος· ἀλλ΄ οὔτε τὸ ἓν ἐν τούτῳ κατὰ μέθεξιν͵ οὔτε τὸ ὂν καθ΄ ὕπαρξιν· οὔπω γὰρ ὂν οὐδὲ ἕν· τὸ γὰρ πρὸ τοῦ ἡνωμένου οὐδέτερον ἦν͵ αὐτὸ δὲ συναμφότερον κατὰ μίαν ἁπλότητα ἀμφοῖν οἰστικήν· διὸ μετ΄ αὐτὸ προῆλθε καὶ ἀπ΄ αὐτοῦ ἑκάτερον τό τε ἓν ἰδίᾳ καὶ τὸ ὄν͵ τὸ μὲν ἡγούμενον͵ τὸ δὲ ἑπόμενον͵ δι΄ ἑτερότητος ἀπ΄ ἀλλήλων διαστάντα πη͵ ὥστε ἀπὸ τοῦ δημιουργικοῦ νοῦ πάντα ὄντος ὁμοῦ πρόεισι τό τε σωματοειδὲς ἅπαν καὶ ἡ ψυχὴ τούτῳ ἐποχουμένη͵ καὶ ἔτι ταύτῃ ὁ νοῦς ἐπιβαίνων. Εἰ δὲ κατ΄ αἰτίαν ἐν τῷ δημιουργῷ τὰ τρία͵ τί οὐχὶ καὶ ἐν τῷ ἡνωμένῳ τὸ ἓν καὶ τὸ ὄν͵ οὐ διωρισμέναις αἰτίαις; οὔπω γὰρ ἐκεῖ διορισμός͵ ἀλλὰ κατὰ μίαν ἀμφοῖν αἰτιώδη τοῦ ἡνωμένου ὡς ἀληθῶς ὕπαρξιν͵ ὥστε συνελὼν ἀξιώσω τὸ μὲν κατὰ ἔνδειξιν ἓν εἰρημένον οὐδὲ ἓν εἶναι τῇ ἀληθείᾳ͵ τὰ δὲ μετ΄ ἐκεῖνο πολλὰ ῥηθέντα κατὰ ἔνδειξιν͵ μεσότητα εἶναι καὶ οἷον προποδισμὸν ἐκείνου πρὸς τὸ ἡνωμένον καὶ ὕφεσιν τῆς πρώτης ἀρχῆς ἐς τὴν τῆς τρίτης ὑπόστασιν͵ τὸ δὲ ἄκρον τοῦ ἡνωμένου τὴν τρίτην εἶναι ταύτην ἀρχὴν τὸ ἡνωμένον

1.150 οὖσαν τοῦ παντὸς ἡνωμένου. Μετὰ γὰρ αὐτὴν τὸ διακρινόμενον αὐτοῦ καὶ ὅλου καὶ μερῶν ὡς ἡνωμένου ἐμφατικόν͵ ὡς εἴ τις ὠδῖνα φαίη τῆς τοῦ ἡνωμένου διακρίσεως καὶ οἷον παρασκευὴν αὐτῆς. Μετὰ δὲ τὴν μεσότητα ταύτην ἡ βάσις ἐστὶ τοῦ νοητοῦ καὶ τὸ διακεκριμένον τῆς ἡνωμένης φύσεως· διὸ καὶ τὰ ὁπωσοῦν ἐκεῖ διαστάντα ἡνωμένα͵ καὶ ἐκεῖνά ἐστιν οὐκ ἀπολειπομένου κατ΄ οὐδὲν τῶν τμημάτων͵ οὔτε τοῦ ἑνὸς οὔτε τοῦ ὄντος͵ ὥς φησιν ὁ Πλάτωνος Παρμενίδης. Καὶ οὕτω θεωρητέον τὸν νοητὸν νοῦν͵ διακεκριμένον νοητῶς͵ ὅ ἐστιν εἰς ἡνωμένα͵ οὐ μὴν εἰς εἴδη͵ πλὴν εἰ μὴ τὰ ἑνώματα παραδείγματα ποιοῖ τῶν εἰδητικῶν παραδειγμάτων. Τοῦτο μὲν οὖν ὧδε ἔχειν ὑπονοητέον. Ὅτι δὲ σαφῶς καὶ ὁ Πλάτων ταύτην ἀγαπᾷ τὴν ὑπόθεσιν͵ ἢ τὸ μὲν πρῶτον οὐδέτερον εἶναι τίθεται͵ τὸ δὲ δεύτερον συναμφότερον κατὰ τὸ ἡνωμένον͵ τὸ δὲ τρίτον ἑκάτερον͵ ἐδήλωσεν ἀποφήσας μὲν τοῦ πρώτου καὶ τὸ ὂν καὶ τὸ ἕν͵ συνελὼν δὲ ἐν τῷ μέσῳ τὸ ἓν ὄν͵ διαστήσας δὲ ἐπὶ τούτοις τὸ ἓν καὶ τὸ ὂν μετὰ τῆς διιστώσης ὁπωσοῦν καὶ οἵας δὴ ἑτερότητος͵ ἐπεὶ καὶ τὴν παλαιὰν ἀπορίαν μόλις ἂν οὕτως ἐκφύγοιμεν. Πῶς γὰρ δὴ τὸ πρῶτόν γε ὄν͵ ὃ δὴ καὶ ἡνωμένον ἠξιοῦμεν εἶναι͵ τελέως προτάξειεν ἄν τις ὡς οὐσίαν ζωῆς καὶ νοῦ͵ μηδενὸς ὄντος ἐκεῖ διορισμοῦ͵ καίτοι διωρισμένης ἀπὸ νοῦ μὲν τῆς ζωῆς͵ ἀπὸ ζωῆς δὲ τῆς οὐσίας; Πῶς ἂν οὖν εἴη διορισμός͵ ἑτερότητός γε μὴ οὔσης; καὶ τὸ πάντη πρῶτον ἡνωμένον πῶς ἂν διωρισμένον εἴη πρὸς ἕτερον; ὥστε φανερὸν ὅτι ἡ μὲν οὐσία͵ ὡς μόνη οὐσία πρὸς τὴν ζωήν͵ ὡς τούτῳ μόνῳ συνθεωρουμένην τῷ τῆς ζωῆς ἰδιώματι μετά τινος ἑτερότητος πέφηνε͵ τὸ δὲ ὡς ἀληθῶς ἡνωμένον οὔτε ζωή πω͵ οὔτε νοῦς͵ οὔτε οὐσία͵ πλὴν εἰ μὴ κατὰ ἀναλογίαν τινὰ ἢ κατὰ ἔμφασιν αἰτιώδη. Ἐνιότε καὶ τοῦτο λέγουσιν οἱ φιλόσοφοι͵ ἀλλὰ πάντα ἀδιορίστως καὶ κατὰ τὴν πρὸ πάντων ἡνωμένην ὑπεροχήν.