1.151 Διὸ πρὸς οὐδὲν ἀντιδιακέκριται τὸ ἡνωμένον ὡς πάντα͵ ὄντων ἐν μέρει διωρισμένων ἐν ταῖς ἡμετέραις ἐννοίαις. Περὶ μὲν οὖν τοῦ ἡνωμένου πρὸ ἑνὸς καὶ οὐσίας ταῦτα χρὴ ἐννοεῖν κατὰ τὸ δυνατόν. Εἰ δὲ ἐν τοῖς πρόσθεν τὴν τρίτην ἀρχὴν ὡς ἡνωμένην κατὰ τὸ ὂν ἐτίθεμεν καὶ τοῦτο διττὸν ἐποιοῦμεν͵ τὸ μὲν οὐσιῶδες͵ τὸ δὲ ἑνιαῖον͵ ἀλλὰ νῦν εἰς τὸ ἓν πρὸ ἀμφοῖν τὰ δύο συμπτύξαντες καὶ κατωτέρω τοῦ νοητοῦ τὰ διωρισμένα δύο τάξαντες͵ τῷ τε Πλάτωνι σύμφωνα λέγειν ἐδόξαμεν καὶ τῷ νοητῷ καὶ πάντη ἡνωμένῳ καὶ περὶ τἀγαθὸν συνεσπειραμένῳ͵ κατὰ τὸν Ἰάμβλιχον τὰ σεμνότατα τῶν νοημάτων ἀνατεθείκαμεν. Καὶ ἔτι μέντοι τὰ τότε συλλογισθέντα ῥᾳδίως ἐπὶ τὰ νῦν δεδογμένα μετοίσομεν· πάντα γὰρ ἦν λεγόμενα ἐκεῖνα περὶ τοῦ πρώτου μικτοῦ· πρῶτον δὲ μικτὸν ἐν τοῖς νῦν δὴ πέφηνε λόγοις τὸ πρὸ τοῦ ἑνὸς καὶ τοῦ ὄντος οἷον συναμφότερον. Ἐπεὶ οὖν τῷ λόγῳ ἐπισπώμενοι κατὰ φύσιν ἀναβεβήκαμεν ἐπὶ τὴν σεμνοτάτην καὶ μάλιστα ἡνωμένην κορυφὴν τῆς ὁπωσδήποτε διαιρουμένης τῶν πραγμάτων ὑποστάσεως͵ φέρε νῦν τὸ νοητὸν αὐτῆς ὅπως λέγομεν ἐν δίκῃ ζητήσωμεν. Ὅτι μὲν τοίνυν οὔτε δόξῃ͵ οὔτε διανοίᾳ͵ οὔτε νῷ τῷ ψυχικῷ͵ οὔτε νοήσει μετὰ λόγου περιληπτόν͵ ἀλλ΄ οὐδὲ τῇ τοῦ νοῦ παντελεῖ περιωπῇ͵ οὔτε τῷ ἄνθει τοῦ νοῦ αἱρετόν͵ οὔτε ἐπιβολῇ ὅλως͵ οὔτε κατὰ ἐπέρεισιν ὡρισμένην͵ οὔτε κατὰ περίληψιν͵ οὔτε τινὰ τοιοῦτον τρόπον ἐκεῖνο γνωστόν͵ συγχωρητέον ταῦτα ἀξιοῦντι τῷ μεγάλῳ Ἰαμβλίχῳ. Πρῶτον δὲ αὐτὸν ἐρωτητέον πότερον αὐτὸ γνωστὸν εἶναι φήσομεν͵ καὶ τοῦτο αὐτοῦ εἶναι͵ τὸ νοητὸν τὸ νοήσεως ἀπο πληρωτικόν͵ τῆς μέντοι ἡνωμένης καὶ πρὸ πάντων τῶν ἐννοήσεων ἐν μιᾷ ἁπλότητι νοητῇ προϋποτιθεμένης͵ ἢ ἄγνωστον μὲν ἅτε τῇ ἀπορρήτῳ ἀρχῇ καὶ τἀγαθῷ͵ ὥς φησι͵ περιπεπηγός͵ ἀποπληρωτικὸν δὲ τοῦ νοῦ καὶ γεννητικόν͵
1.152 ἐν τἀγαθοῦ μοίρᾳ πρὸς αὐτὸν τεταγμένον͵ καὶ τὸ τοῦ νοῦ ὀρεκτὸν εἶναι βουλόμενον͵ νοῦ δὲ οὐχ ὡς νοοῦντος͵ ἀλλ΄ ὡς ὄντος. Ὅτε γὰρ ἀνὴρ οὗτος ἐφ΄ ἑκάτερα δοκεῖ φέρεσθαι͵ μᾶλλον δὲ ἡμᾶς φέρεσθαι ποιεῖ περὶ τὴν μίαν αὐτοῦ νόησιν μεριζομένους͵ καὶ ὁ λόγος͵ εἰ μέτρια βασανισθείη͵ πολλὴν ἕξει περιολκὴν πρὸς ἑκάτερον. Αὐτίκα γνωστὸν εἶναί φαμεν τόγε ὄν͵ ἐκεῖνο δὲ ὑπὲρ τὸ ὄν͵ καὶ τὸ ὄν͵ ὅτῳ ὄντι ἀντιδιώρισται τὸ ἡνωμένον ἱστάμενον͵ ὃ πρὸ ἀμφοῖν ἐτίθεμεν. Οὐκ ἄρα γνωστὸν ὅλως͵ ὅτι μηδὲ ὂν ἁπλῶς. Ἔτι εἰ γνωστὸν τὸ πρὸ οὐσίας͵ γνωστικὴ ἂν εἴη πως καὶ ἡ οὐσία͵ ἵνα μετὰ γνώσεως ἐπιστρέφῃ πρὸς τὸ γνωστόν. Ἀλλὰ τρίτον ἀπὸ τῆς οὐσίας τὸ γνωστικὸν καὶ ὁ νοῦς͵ μέση δὲ ἀμφοῖν ἡ ζωὴ καὶ αὐτή πως γιγνώσκουσα τὴν οὐσίαν͵ ὡς νοερόν τι ἔχουσα πρὸς τῷ νοητῷ καὶ οὖσα μετὰ τὸ νοητόν· ἢ καὶ τὴν οὐσίαν ἀξιωτέον ἔχειν τι γνωστικὸν ὡς ἐκβᾶσαν ἀπὸ τοῦ νοητοῦ͵ εἴπερ νοητὸν τὸ ἡνωμένον. Ἡ γνῶσις ἄρα τοῦ νοῦ διὰ ζωῆς ἐπιστρέφεσθαι πέφυκεν πρὸς οὐσίαν· ἐκείνης γάρ ἐστι νοῦς͵ ἀλλ΄ οὐ τοῦ ἡνωμένου͵ οὐδ΄ ἓν τὸ ἡνωμένον. Τρίτον τοίνυν εἰ νοητόν ἐστι τὸ ἡνωμένον͵ ὡς γνωστὸν τῷ νοητῷ νῷ͵ πρὸ παντὸς ἔσται ἑτέρου νοητόν. Ὁ ἄρα νοητὸς νοῦς γνώσεται τὸ πρὸ αὐτοῦ ἡνωμένον· οὐκ ἄρα αὐτὸς ἔσται ἡνωμένος· ἡ γὰρ γνῶσις ἐνέργειά ἐστιν δι ωρισμένη ἀπὸ οὐσίας͵ εἰ καὶ τῇ οὐσίᾳ σύνδρομος· καὶ ὅλως ἐν πολλῷ διορισμῷ τὸ γιγνῶσκον πρὸς τὸ γιγνωσκόμενον͵ καὶ ὅσος οὐκ ἂν γένοιτό τις ἐν τῷ ἡνωμένῳ. Ὁ γοῦν νοῦς ἀποστὰς τῆς οὐσίας ἀγαπᾷ διὰ γνώσεως ἐπανελθεῖν εἰς οὐσίαν· ἀλλὰ δὴ τὸ ἡνωμένον εἰ γιγνώσκοιτο͵ οὐκ ἔσται μόνον ἡνωμένον͵ ἀλλὰ καὶ γνωστόν· οὐκ ἄρα ἡνωμένον εἴη͵ καὶ τὸ γνωστὸν ἐν αὐτῷ εἴη διωρισμένον· εἰ δὲ μὴ εἴη γνωστὸν αὐτόθεν͵ ἀλλὰ καὶ τὸ γνωστὸν ἔχοι μετὰ τῶν ἄλλων ἀδιάκριτον͵ οὐ γνωσθήσεται αὐτόθεν͵ ἀλλ΄ ἕνωσις ἔσται μόνη ἡ πρὸς αὐτὸ συναφή τε καὶ ἐπιστροφή. Ἔτι πολλαί εἰσιν αἱ ἐπιστροφαί͵ καὶ τρεῖς γε αἱ πρῶται͵ κατ΄ οὐσίαν͵ κατὰ ζωήν͵ κατὰ γνῶσιν· καὶ αὕτη μὲν ποιεῖ τὸ γιγνῶσκον͵ ἡ δὲ μέση τὸ ζῶν͵ ἡ δὲ πρώτη τὸ οὐσιωμένον καὶ ὃ γνωστὸν εἶναι ὑπομένει· τὸ δὲ ἡνωμένον πρὸ πάντων τούτων. Οὔτε ἄρα γνωστικὴν ἕξει ἐπιστροφήν͵ οὔτε γνωστήν͵ οὔτε τὴν μέσην. Καὶ μήποτε οὐδὲ πέφυκεν τὸ ἡνωμένον ἐπιστρέφεσθαι͵ οὐδὲ γὰρ
1.153 προϊέναι· πᾶσα δὲ ἐπιστροφὴ τοῦ προϊόντος ἐστὶ καὶ μετὰ πρόοδον· τὸ δὲ οὕτως ἔχει ἀδιακρίτως͵ ὥστε καὶ πρὸ οὐσίας εἶναι καὶ πρὸ ἑνός͵ τοῦ γε πρὸ οὐσίας ἑνός. Ἐπὶ πᾶσι δὲ τούτοις ἡ γνῶσις περιγράφειν ἐθέλει καὶ περιλαμβάνειν τὸ γνωστόν͵ εἶδος δὲ πᾶν τὸ περιγραφόμενον· τὸ δὲ ἡνωμένον ἀπερίγραφον͵ ἄγνωστον ἄρα τελέως. Ἀλλὰ μὴν καὶ εἴ τις ὑποθοῖτο τὸ ἄγνωστον ἐκεῖνο͵ χαλεπὸς ὁ λόγος· ἤδη μὲν γάρ πως καὶ ἡμεῖς δοκοῦμεν τὸ ἡνωμένον ὑπονοεῖν͵ ὅτι πρὸ οὐσίας ἐστὶ καὶ ἑνὸς τοῦ πρὸ οὐσίας͵ πρὸ ἀμφοῖν γε τὸ συναμφότερον. Εἰ δὲ μήπω καὶ ἡμεῖς͵ ἀλλ΄ ὅγε θεῖος νοῦς πάντως ἐπίσταται τὸ ἡνωμένον ὅτι ποτὲ εἶναι βούλεται κατὰ μίαν φύσιν τὴν πρὸ οὐσίας τε καὶ ἑνός. Ἔπειτα μέντοι ὡς ἔστι πρὸ οὐσίας τε καὶ ἑνὸς τὸ ἡνωμένον͵ οὕτω καὶ πρὸ τῆς ἑνιαίας γνώσεως καὶ τῆς οὐσιώδους εἴη ἂν ἡ ἁπλῶς γνῶσις ῥηθεῖσα͵ ἂν πρὸ ἀμφοῖν οὖσα κατὰ μίαν φύσιν τὴν ἡνωμένην. Καὶ γὰρ διττῆς οὔσης τῆς ζωῆς͵ οὐσιώδους τε καὶ ἑνιαίας͵ εἴη ἂν καὶ ἡ πρὸ ἀμφοῖν ἁπλῶς οὖσα ζωή͵ ὥσπερ ἡ ἁπλῶς ὑπόστασις͵ οὐδὲν δὲ κωλύει καὶ οὐσίαν φάναι κατ΄ ἄλλο τὸ συναμφότερον σημαινόμενον· ἢ ἁπλῶς ἐστιν ὑπόστασις͵ οὐσία δὲ ὁμοίως ἡ κατὰ τὸ ἄκρον τοῦ ἡνωμένου͵ ὡς κατὰ τὸ μέσον ἡ ἡνωμένη ζωή· καὶ κατὰ τὸ τρίτον ἡ ἡνωμένη γνῶσις ῥηθεῖσα· καὶ αὕτη ἐστὶν ἡ νοητὴ γνῶσις ὡς ἀληθῶς͵ καὶ ἡ νοητὴ ζωὴ καὶ ἡ νοητὴ οὐσία͵ τὸ νοητὸν ἔχουσα κοινὸν ἑκάστη· τοῦτο δὲ ἦν τὸ ἡνωμένον· πάντα ἐστὶ γάρ͵ ἀλλὰ νοητῶς͵ φησὶ τὸ λόγιον͵ τοῦτο δ΄ ἔστιν ἀδιακρίτως τε καὶ ἡνωμένως. Ἔστιν ἄρα καὶ γνῶσις νοητή͵ καὶ αὕτη ἐστὶν ἡ ἁπλῶς γνῶσις· οὔτε γὰρ ἑνιαία οὔτε οὐσιώδης͵ ἀλλὰ πρὸ ἀμφοῖν͵ ταὐτὸν δὲ εἰπεῖν͵ πρὸ πασῶν. Πρῶτος γὰρ ὁ τοῦ ἑνὸς καὶ τῆς οὐσίας διορισμός· διὸ καὶ ζωὴ ἁπλῶς ἐκείνη καὶ οὐσία ὁμοίως κατὰ κοινὸν τῆς ἑνιαίας καὶ τῆς οὐσιώδους. Αὕτη δὴ οὖν ἡ γνῶσις ἡ νοητὴ τοῦ ἁπλῶς ἐστι νοητοῦ· ἁπλῶς δὲ νοητὸν
1.154 τὸ πρὸ τοῦ διωρισμένου νοητοῦ ἑνιαίου πρὸς τὸ οὐσιῶδες· ὥστε καὶ τὸ ἡνωμένον ὑπὸ τῆς ἡνωμένης γιγνώσκεται γνώσεως. Ἔτι δὲ εἰ τὸ ἡνωμένον πάντη ἄγνωστον͵ τόγε πρὸ τοῦ ἡνωμένου ἓν ἔτι μειζόνως ἄγνωστον· οὕτω δὲ τὴν ἀπόρρητον ἐκείνην ἀρχὴν τίνι διαφέρειν φήσομεν τοῦ ἑνὸς τούτου ἢ τοῦ ἡνωμένου; ἢ καὶ ταῦτα πάντη ἀπόρρητα· καίτοι καὶ ἐννοοῦμεν ὡς διαφέρει τοῦ ἑνὸς τὸ ἡνωμένον οὕτως ὡς πρόσθεν ἐλέγομεν. Χωρὶς δὲ τούτων καὶ οἱ θεοὶ γιγνώσκεσθαι τὸ νοητὸν ἀποφαίνονται σαφῶς͵ οὐ μόνον λέγοντες νοεῖσθαι καὶ νοεῖν· ἤδη μὲν γὰρ ταῦτα καὶ ἄλλως ἐξηγοῦνται οἱ φιλόσοφοι͵ τὸ νοητὸν προκεῖσθαι τῷ νῷ λέγοντες͵ οὐχ ὡς γνωστόν͵ ἀλλ΄ ὡς ἐφετόν͵ καὶ ἀπὸ τούτου πληροῦσθαι τὸν νοῦν λέγοντες οὐ γνώσεως͵ ἀλλ΄ οὐσίας καὶ τῆς ὅλης καὶ νοητῆς τελειότητος. Οὕτω γὰρ πολλα χοῦ καὶ ὁ Ἰάμβλιχος καὶ οἱ μετ΄ αὐτὸν ἀξιοῦσιν· οὐκ ἀεὶ δὲ οὕτως͵ ἀλλ΄ ἐν ἄλλοις καὶ τὴν γνῶσιν ἐν τῷ νοητῷ καὶ περὶ αὐτὸ καταλείπουσιν͵ ὡς ἐν τοῖς Χαλδαϊκοῖς ὁμολογουμένως ὁ Ἰάμβλιχος. Μαρτύρονται δὲ οὖν καὶ οἱ αὐτοὶ τοὺς θεούς͵ ἐν οἷς ἔπεσι λέγουσι πρὸς τὸν θεουργόν· Ἔστιν γάρ τι νοητόν͵ ὃ χρή σε νοεῖν νόου ἄνθει ἢν γὰρ ἐπεγκλίνῃ ὡς [ἂν] νοῦν κἀκεῖνο νοήσῃ͵ ὥς τι νοῶν͵ οὐ κεῖνο νοήσεις· ἔστι γὰρ ἀλκῆς ἀμφιφαοῦς δύναμις νοεραῖς στράπτουσα τομαῖσιν. Οὐ δὴ χρὴ σφοδρότητι νοεῖν τὸ νοητὸν ἐκεῖνο͵ ἀλλὰ νόου ταναοῦ ταναῇ φλογὶ πάντα μετρούσῃ. Πλὴν τὸ νοητὸν ἐκεῖνο͵ χρεὼ δὴ τοῦτο νοῆσαι. ῍Ην γὰρ ἐπεγκλίνῃς σὸν νοῦν͵ κἀκεῖνο νοήσεις οὐκ ἀτενῶς͵ ἀλλ΄ ἁγνὸν ἀπόστροφον ὄμμα φέροντα͵ σῆς ψυχῆς τεῖναι κενεὸν νόον ἐς τὸ νοητόν͵ ὄφρα μάθῃς τὸ νοητόν͵ ἐπεὶ νόου ἔξω ὑπάρχει. Καὶ γὰρ περὶ τοῦ νοητοῦ σαφῶς ταῦτα εἴρηται καὶ περὶ γνώσεως τῆς ἐκεῖνο