1.155 γνῶναι δυνησομένης· ὑφηγεῖται γὰρ ἥτις ἂν γένοιτο γνῶσις ἡ ἀντιληψομένη τοῦ νοητοῦ͵ ὅτι οὐχ ἡ σφοδρὰ καὶ ἀντερείδουσα πρός τι γνωστόν͵ οὐδὲ ἡ σπεύδουσα ἑαυτῆς ποιῆσαι τὸ νοητόν͵ ἀλλ΄ ἡ ἀφιεῖσα ἑαυτὴν ἐκείνῳ πρὸς τὴν εἰς αὐτὸ ἀνάπλωσιν͵ καὶ νοητὸν μᾶλλον ἢ νοερὸν εἶναι προθυμουμένη· μηδὲ γὰρ εἶναι διάκρισιν ἐν μέσῳ διείργουσαν͵ ἀλλ΄ ἡνωμένη πρὸς ἡνωμένον ἀναχεῖσθαι ἐπείγεται πάντα ἀρνησαμένη διορισμόν͵ καὶ τὸν ἑαυτῆς͵ καὶ τὸν τοῦ νοουμένου οὐχ ὡς ὄντα παραιτουμένη͵ ἀλλ΄ ὡς οὐκ ὄντα· μηδὲ ἐπιζητοῦσα γνῶσις μὲν οὖσα ἡ ἁπλῶς καὶ πρώτη καὶ μάλιστα δὴ καὶ κυριώτατα͵ διότι μάλιστα τῷ γνωστῷ συμπέφυκεν͵ οὐ τοιαύτη δὲ οἵα ἡ νοερά͵ ἀλλ΄ ἣν ἄν τις ὡς ἀληθῶς νοητὴν ἀνυμνήσειεν͵ καὶ εἰς τὸ ἀδιάκριτον τοῦ νοητοῦ συνῃρημένην. Ἑσσάμενον πάντευχον ἀκμὴν φωτὸς κελάδοντος͵ ἀλκῇ τριγλώχινι νόον ψυχήν θ΄ ὁπλίσαντα͵ παντοιάδος σύνθημα βαλεῖν φρενί͵ μηδ΄ ἐπιφοιτᾶν ἐμπυρίοις σποράδην ὀχετοῖς͵ ἀλλὰ στιβαρηδόν. Φησὶ καὶ τὰ τοιαῦτα περὶ αὐτῆς ὁ χρησμῳδῶν θεός· ὅθεν οὐκ εὐλαβη τέον τὴν περιγραφὴν τῆς γνώσεως ὡς εἰδητικὴν προσάγειν τῷ ἡνωμένῳ· οὐ γάρ ἐστιν ἡ τοιάδε γνῶσις οἵα περιγράφειν τὸ νοητόν͵ ἀλλὰ περιγράφεσθαι μᾶλλον ὑπ΄ ἐκείνου καὶ ὁρίζεσθαι͵ μέχρις ὅσου ἑαυτὸ ἐπιδῶσιν εἰς τὴν θέαν.
Τί οὖν; ἡ γνῶσις οὐ περίληψίς ἐστι τοῦ γνωστοῦ καὶ περιγραφή τις; ἅπασα μὲν οὖν γνῶσις ὑπὸ τοῦ γνωστοῦ μᾶλλον εἰδοποιεῖ τὸ γνωστόν͵ ἡ δὲ ἡνωμένη καὶ τοῦ ἡνωμένου οὐδὲ συνίσταται ἄλλως͵ εἰ μὴ τῇ ἐκείνου ἑνώσει συναναπλώσειεν ἑαυτήν͵ δικαιότερον δὲ εἰπεῖν͵ ἑαυτὴν ἀφεῖσα καὶ ἀναχυθεῖσα ὅλη εἰς ἐκεῖνο͵ τῷ ἑαυτῆς ἀπεριγράφῳ τὸ ἐκείνου ἀπερίγραφον ἑλεῖν πειραθεῖσα͵ καὶ ταύτῃ ποιησαμένη τὸ νοητὸν ἑαυτῆς͵ ᾗ τοῦ νοητοῦ αὐτὴ γεγένηται. Καὶ μὴν οὐδὲ τὸ τῆς ἐπιστροφῆς ἀνοίκειόν ἐστιν ἰδίωμα πρὸς τὸ νοητόν.
1.156 Εἰ γὰρ καὶ ἡνωμένον ἐστίν͵ ἀλλ΄ ἔστι καὶ τούτου ἐν ἑαυτῷ πρόοδος ἡνωμένη͵ οἷον ὠδὶς οὖσα προόδου τῆς κάτω· καὶ γὰρ καὶ μονὴ τῆς μονῆς͵ καὶ ἡ ἐπι στροφὴ ἄρα τῆς ἐπιστροφῆς ἔσται ὥσπερ αἰτία͵ καὶ αὕτη κρύφιος. Ὅλως γὰρ εἰπεῖν͵ τὸ ἡνωμένον πρὸς μὲν τὸ πρὸ αὐτοῦ καλούμενον ἓν τόκος ἐστὶ καὶ προῆλθεν ὅπως θέμις λέγειν καὶ ὡς οἵαν τε ἀφ΄ ἑνὸς γενέσθαι πρόοδον͵ πρὸς δὲ τὰς ὁπωσοῦν διορισθείσας ἀρχὰς ἔτι μένει περὶ τὸ ἓν καὶ ἐκείνῳ συμπέφυκεν. Τοσοῦτον γὰρ μόνον καὶ προῆλθεν ὅσον ἐν αὐτῷ μένειν καὶ μηδαμῶς προελθεῖν. Εἰ δ΄ οὖν καὶ κατὰ τὴν ἐν τῷ ἑνὶ μονὴν οὐσίωται τὸ ἡνωμένον͵ ὡς κατὰ τὴν ἀπ΄ ἐκείνου πρόοδον τὸ μέσον τῶν θεῶν γένος͵ κατὰ δὲ τὴν ἐπιστροφὴν τὸ τῶν νοερῶν͵ ἀλλ΄ ὡς ἐν τῇ μονῇ καὶ ταῦτα θεωρεῖν͵ ἔστι τι καὶ ἐκείνου πρῶτον καὶ μέσον καὶ τελευταῖον οἷον κατ΄ αἰτίαν καὶ κρυφίως παντάπασι͵ καὶ αὐτὸ τοῦτο ὅν φαμεν ἡνωμένως. Καὶ ἐπιστροφὴ ἄρα φανεῖταί τις ἐκείνου κατὰ ἀλήθειαν τήν γε νοητήν͵ ἀλλ΄ ἴσως οὔτι γε τὴν νοοῦσαν ἐπιστροφήν· οὐ γάρ ἐστι γνωστὸν ὅτι καὶ τὸ γνωστὸν ἐν αὐτῷ συνῄρηται καὶ οἷον καταπέπωται μετὰ τῶν ἄλλων ὑπὸ τῆς ἑνώσεως; πολλῷ ἄρα μᾶλλον οὐδὲ γνῶσίς ἐστιν ἐν τῷ ἡνωμένῳ· πολλοστὴ γὰρ ἀπὸ τοῦ γνωστοῦ ἡ γνῶσις· ἀπὸ μὲν οὖν τούτου τρίτη τις ἔοικεν εἶναι. Ἔστι δὲ καὶ τρίτη τῶν ἐπιστροφῶν͵ εἴπερ ἐστὶ πρὸ αὐτῆς ἡ ζωτική͵ καὶ πρὸ ταύτης ἡ οὐσιώδης͵ καὶ λέγομεν κατὰ μὲν ταύτην τὸ αὐθυπόστατον͵ κατὰ δὲ τὴν πρὸ αὐτῆς τὸ αὐτοζῶν͵ κατὰ δὲ τὴν ἐσχάτην τὸ γιγνῶσκον ἑαυτὸ καὶ τὸ γνῶθι σαυτόν· καὶ ἔχουσι πρὸς ἀλλήλας αἱ τρεῖς ἐπιστροφαὶ ἀνάλογον ὡς ἔχει νοῦς πρὸς ζωὴν καὶ ζωὴ πρὸς οὐσίαν. Ἐνάτη ἄρα ἡ γνῶσίς ἐστι τῆς πρώτης οὐσίας͵ ἣν τὸ γνωστὸν εἶναί φαμεν. Τοσαύτην δὲ διάκρισιν ἐν τῷ ἡνωμένῳ ὑποτίθεσθαι τίς ἂν ἐπιστρέψειεν λόγος; ῍Η καὶ πρὸς τὰ τοιάδε τῶν ἐπιχειρημάτων ἐκεῖνο ῥητέον ὅτι ἡμεῖς περὶ αὐτὸ μεριζόμεθα͵ πᾶν μὲν ὅσον καὶ οἷόν ἐστιν ἀφιέμενοι εἰδέναι͵ νοητὴν δὲ νοήσιν οὔπω προβαλλόμενοι͵ οἵ γε οὐδὲ τὴν νοεράν͵ οὐδὲ τὴν ἐσχάτην͵ ἐπεὶ οὐδὲ τὴν λογικὴν καθαράν τε καὶ ἀραρυῖαν͵ εἴπερ δὲ ἄρα͵ πόρρωθεν διόψεσθαί τι τῶν ἀληθῶν ἐλπίζουσαν καὶ ἐν ἐλπίσιν ἀτεχνῶς προλαμβάνουσαν τὸ τέλος τῆς ὅλης προθυμίας. Τὸ δὲ νοητόν ἐστι πάντα μέν͵ ἀλλὰ νοητῶς͵ κατὰ τὸ λόγιον.
1.157 Ἔστι τοίνυν αὐτοῦ τὸ μὲν ἄκρον οἷον οὐσία τὸ ἡνωμένον οὖσα τοῦ ἑνὸς καὶ τῆς οὐσίας͵ ἀλλὰ πρὸ ἀμφοῖν͵ τὸ δὲ μέσον͵ ὃ πρὸ ζωῆς ἐστι καὶ ἑνὸς τοῦ κατὰ τὴν ζωὴν διωρισμένου· ζωή τις ἡνωμένη αὕτη γε ὁμωνύμως ἑκατέρᾳ τῶν κάτω͵ ὅτι μηδετέρα͵ προϋπάρχουσα δέ. Οὕτως οὖν τὸ τρίτον ὁ νοητὸς νοῦς ἕνωμα ὢν τοῦ τε νοῦ καὶ τοῦ νοεροῦ ἑνὸς πρὸ ἑκατέρου συναμφότερος͵ οὗ ἡ γνῶσις οὔτε ἑνιαία οὔτε τοῦ ἐξημμένου νοῦ͵ ἀλλὰ καὶ αὕτη πρὸ ἀμφοῖν μία καὶ ἡνωμένη· οὐδὲ γὰρ ἄλλως ἔχουσα τῷ ἡνωμένῳ καὶ ὁπωσοῦν ἂν ἐφήρμοσεν. Οὕτω δὴ καὶ τὸ γνωστὸν οὔτε τῇ ἑνιαίᾳ γνώσει γνωστόν ἐστιν͵ οὔτε τῇ τοῦ νοῦ τοῦ κατ΄ οὐσίαν͵ ἀλλὰ τῇ ἡνωμένῃ͵ καθάπερ εἴρηται. Οὔκουν ἐστὶ τὸ γνωστὸν τῆς κάτω οὐσίας͵ οὔτε τοῦ ταύτης ἡγουμένου ἑνός͵ ἀλλὰ τὸ πρὸ ἀμφοῖν γνωστὸν καὶ τῷ ὄντι ἁπλῶς γνωστόν· καὶ γὰρ τοῦ ἁπλῶς ὄντος τοῦτό ἐστι· τοιοῦτον δὲ τὸ ἡνωμένον͵ εἴπερ οὔτε ἑνιαῖόν γε ὂν τοῦτό ἐστιν͵ οὔτε ὡς ὄχημα τοῦδε τοῦ ἑνός. Ἆρ΄ οὖν ταὐτόν ἐστι τῷ ἡνωμένῳ καὶ γνωστῷ εἶναι; ἀλλ΄ οὕτω γε οὐκ ἂν αὐτόθεν εἴη γνωστόν· εἰ δέ ἐστιν͵ πῶς οὐ διοριεῖσθαι τὸ γνωστὸν ἐκεῖ; ἢ δι ωρίσθαι μὲν οὐ δεῖ͵ πάντα γὰρ ἥνωται͵ ἓν εἶναι δὲ ὅμως καὶ τοῦτο μετὰ τῶν ἄλλων͵ οὐ δυνάμει͵ ἀλλ΄ ἐνεργείᾳ͵ κατὰ συναίρεσιν δὲ τὴν πρὸ πάσης διαιρέσεως. Τὸ οὖν οὕτως ἓν ὄντι γνωστῷ͵ τὸ ὅλον οὕτω γνωστόν· καὶ γὰρ πᾶν εἶδος γνωστὸν ὅλον τῇ τοῦ γνωστοῦ ἰδιότητι· καὶ γὰρ ὅλον τῇ τοῦ ὅλου͵ καὶ καλὸν καὶ ἀγαθὸν τῷ καλῷ τε καὶ ἀγαθῷ. Ἆρα οὖν καὶ ἄγνωστον τῇ τοῦ ἀγνώστου; ἥκιστα γὰρ ἂν εἴη γνωστὸν καὶ μάλιστα ἄγνωστον τὸ πάντων ἐπ έκεινα τῶν διωρισμένων καὶ ὅλως ἀεὶ τὰ γεννῶντα τοῖς γεννωμένοις ἀπερίληπτά ἐστι καὶ ὑπερηπλωμένα αὐτῶν τῆς οὐσίας͵ οὔτι γε μόνης τῆς γνώσεως. Ἔνεστιν ἄρα τι καὶ ἄγνωστον ἐν ἐκείνῳ καὶ τοῦτο μᾶλλον ἢ τὸ γνωστόν͵ καὶ μὴν ἐκεῖνο τὸ πρῶτον͵ ὥς φαμεν͵ νοητόν. Ὥστε καὶ μάλιστα νοητὸν ἢ τῇ μὲν γνώσει ᾗ πέφυκε γιγνώσκεσθαι μάλιστα γνωστόν· πολὺ δὲ καὶ τῆς γνώσεως ἐκείνης τὸ ἄγνωστον͵ ἥτις ποτέ ἐστι καὶ ὁποῖα τυγχάνει οὖσα. Ἀλλὰ γὰρ τὸ γνωστὸν καὶ ἄγνωστον ἔνεστι μὲν καὶ ἐν τῷ ὄντι͵ ἔνεστι δὲ καὶ τῷ ἑνί͵ πρὸ ἀμφοῖν δέ ἐστι κατὰ τὸ συναμφότερον ἐν τῷ ἡνωμένῳ· οὕτως ἄρα καὶ τὸ γνωστικὸν ἐκεῖ κατὰ τὸ ἡνωμένον τῆς ἑνιαίας καὶ οὐσιώδους γνώσεως προϋπάρχον ἀμφοῖν.