ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.158-1.161)


1.158 Ὡς γὰρ τὸ γνωστὸν ἡνωμένον͵ οὕτω καὶ ἡ σύστοιχος γνῶσις ἡ νοητὴ τοῦ νοητοῦ͵ καὶ εἰ μετὰ διακρίσεώς τινος ἡ γνῶσις͵ ἀλλ΄ ἡνωμένη καὶ ἡνωμένου καὶ ἡ διάκρισις· ἔστι γὰρ καὶ ἐκεῖ νοητῶς πρῶτον καὶ δεύτερον καὶ τρίτον. Τὸ δὴ τρίτον εἰ ἐπιστρέφοιτο καὶ εἰ γιγνώσκοι͵ τὶ θαυμαστόν; οὐ μὴν ἀνάγκη τὴν οὐσίαν εἶναι γνωστικὴν ὅτι καὶ τὸ ἡνωμένον πρὸ αὐτῆς ἄν· οὐ γάρ͵ ἐπειδὴ πάντα ἐκεῖ νοητῶς͵ κατὰ τὸ λόγιον͵ ἤδη πάντα καὶ ἐν ἑκάστῳ τῶν διωρισμένων· ἐκμηρύεται γὰρ ἐκ τοῦ ἡνωμένου πάντα κατὰ διορισμὸν οἰκεῖον͵ τὸ ἕν͵ ἡ οὐσία͵ ἡ ζωή͵ τὸ τῆς ζωῆς ἕν͵ ὁ νοῦς͵ τὸ νοερὸν ἕν· καὶ οὐ διὰ τοῦτο ἡ οὐσία ζωή. Ἔστι καὶ ἐν τῷ ἡνωμένῳ ἡ ζωὴ κατὰ τὴν πρὸ ἀμφοῖν τοῦ ἡνωμένου ἀναλογίαν· οὐδὲ ἄρα νοῦς ἡ οὐσία οὐδὲ γνωστική͵ ὅτι ἐν τῷ ἡνωμένῳ τὸ τρίτον γνωστικόν· ἐμφαίνεται γὰρ ἀπὸ μὲν τοῦ ἄνω γνωστοῦ τὸ κάτω γνωστόν͵ ἀπὸ δὲ τοῦ γνωστικοῦ τὸ γνωστικόν͵ ἀπὸ δὲ τοῦ μέσου τὸ μέσον. Πρὸς μὲν οὖν τὰς ἀπορίας οὕτως ἄν τις ἀπαντήσειε κατὰ τὸ ἐνδεχόμενον. Πάλιν δὲ ἀπ΄ ἄλλης ἀρχῆς ἀρξάμενοι λέγομεν περὶ γνωστοῦ τε καὶ γνώσεως͵ καὶ ἔτι πρότερον περὶ μονῆς καὶ προόδου καὶ ἐπιστροφῆς· ἀπὸ γὰρ τούτων τῶν λόγων φανεῖται καὶ τίς ἡ χρεία τῆς γνώσεως καὶ τί τὸ γνωστόν· ἔτι δὲ ἀπὸ τούτων ἀπορήσομεν καὶ εἴ τίς ἐστι μονὴ καὶ πρό οδος καὶ ἐπιστροφὴ ἐν τῷ ἡνωμένῳ· καὶ πρό γε πάντων ζητητέον πῶς τὸ πρῶτον ἀφ΄ ἑτέρου ἕτερον διεκρίθη· τὸ γὰρ δὴ πρῶτον διακρινόμενον ἢ δια κεκριμένον (ἔστω γὰρ ἐπὶ τούτου ὁ λόγος)͵ τὸ δ΄ οὖν διακεκριμένον͵ ἀλλὰ πρὸ αὐτοῦ ἐκεῖνο ἀφ΄ οὗ διακέκριται͵ ὅτι καὶ αὐτὸ διακεκριμένον. Ἀλλὰ μήπω γε τοῦτό ἐστι τὸ πρῶτον διακεκριμένον͵ ἀλλὰ τὸ πρῶτον διακεκριμένον τρί τον ἐστὶν ἀπὸ τοῦ ἡνωμένου͵ ἅτε τοῦ διακεκριμένου μέσου ὄντος. Πῶς οὖν ἂν εἴη πρῶτον διακεκριμένον τὸ πρῶτον ἡνωμένον; ἀπὸ γὰρ τούτου διεκρίθη τὸ πρῶτον διακριθέν. Μήποτε οὖν ἐπὶ τῶν ὁμοταγῶν ἀληθὲς ἀντιστρέφειν τὰ πρός τι· ἐπὶ γὰρ τούτων καὶ ἡ ἀνθυπόστασις ἀληθής· ἐπὶ δὲ αἰτίου καὶ

1.159 αἰτιατοῦ οὐ κατὰ πάντα ἀληθὲς ἀντιστρέψαι. Οὐ γὰρ τὸ αἰτιατὸν ποιεῖ τὸ αἴτιον ᾗ αἴτιον· τὸ δ΄ ἐναντίον τὸ αἴτιον καὶ τὸ αἰτιατὸν ποιεῖ αἰτιατὸν καὶ ἑαυτό γε ἐκείνου αἴτιον. Ἀλλ΄ εἰ μὴ καὶ ἀνθυφίστησιν͵ ἔστω ὅμως πρός τι κατὰ τὴν συνώνυμον σχέσιν͵ ὡς τὸ ἴσον ἴσως ἴσον͵ ἢ τὸ διακριθὲν ἑαυτὸ διέκρινεν ἀπὸ τοῦ πρώτου ἐν ἑαυτῷ͵ καὶ οὐκ ἐν ἐκείνῳ τὴν διάκρισιν τῇ ὑπο βάσει ποιησάμενον͵ ὥσπερ τὸ ἔνυλον σῶμα διεκρίθη τοῦ ἀΰλου τῇ εἴδους ῥοπῇ πρὸς τὴν ὕλην· τὸ δὲ ἄϋλον ὅμως χωρεῖ καὶ διὰ τοῦ ἐνύλου οὐκ ἀνεχόμενον τῆς διακρίσεως. Οὕτω δ΄ οὖν καὶ τὸ μὲν σῶμα διέστη τῇ ψυχῇ τοῦ νοῦ· νοῦς μέντοι διὰ πάντων χωρεῖ τῶν δευτέρων͵ καὶ ψυχὴ ὁμοίως; ἢ τοῦτο μὲν ἀληθές͵ διεκρίθη δὲ ὅμως καὶ ὁ νοῦς τῆς ψυχῆς καὶ ἡ ψυχὴ τοῦ σώματος τῇ ἐξαλλαγῇ τῶν ὑποστάσεων͵ ὥστε πάλιν τὸ διακεκριμένον διακεκριμένου διακέκριται͵ εἰ καὶ ἄλλος ἑκατέρου ὁ τῆς διακρίσεως τρόπος. Καὶ γὰρ τὸ καλὸν τοῦ δικαίου ἕτερον͵ ἑτέρου καὶ τούτου ὄντος· ἀλλ΄ ἡ ἑτερότης οὐχ ἡ αὐτή͵ πλὴν τῷ γένει τῆς ἰδιότητος· ᾗ γὰρ διαφέρει τὰ εἴδη ἀλλήλων͵ ταύτῃ καὶ τὰ συμπληροῦντα γένη. Ἀλλὰ μὴν οὐκ ἀεὶ τὸ ἕτερον ἑτέρου ἕτερον͵ ἀλλ΄ ὅταν εἶδος ἑκάτερον ᾖ· τὸ γοῦν εἶδος ἕτερον τῆς ὕλης͵ οὐ μὴν ἡ ὕλη ἑτέρα τοῦ εἴδους͵ ὅτι μηδὲ ἑτερότης αὐτὴν συμπληροῖ· εἶδος γάρ τι καὶ ἡ ἑτερότης͵ ἡ δὲ ἀνείδεος· ὥστε καὶ τὸ μὲν εἶδος διεκρίθη τῆς ὕλης͵ οὐ μέντοι καὶ ἡ ὕλη τοῦ εἴδους͵ ὅτι καὶ ἡ διάκρισις εἶδος ἦν καὶ μόνοις ἐγγιγνόμενον τοῖς εἴδεσι. Καὶ ἄνω τοίνυν ὡσαύτως ἡ πρώτη διάκρισις τοῦ εἴδους ἀπὸ τοῦ ὑπερειδέου͵ ὃ μένει ἀδιάκριτον· ὑπερείδεον γὰρ ὂν οὐκ ἄν τι πάθοι εἰδητικόν͵ τοιοῦτον δὲ καὶ τὸ διακριθῆναι. Οὐκ ἄρα τὸ διακε κριμένον διακεκριμένου διακέκριται πάντως͵ ἀλλὰ τὸ πρῶτον διακριθὲν ἢ τὸ ὕστατον οὐκ ἂν οὕτως ἔχοι. Τί οὖν; οὐκ ἀφ΄ αὑτοῦ ἑκάτερον ἕστηκε͵ τὸ μὲν ὕλη μόνον͵ τὸ δὲ εἶδος μόνον; καὶ τὸ μέν͵ εἰ τύχοι͵ ὂν μόνον͵ τὸ δὲ νοῦς μόνον; καὶ οὐδέτερόν ἐστι τὸ ἕτερον· ἀλλὰ καὶ ὅσον ὑπέβη τὸ δεύτερον εἰς διάκρισιν τῆς φύσεως͵ τοσοῦτον ἐξῄρηται τὸ πρῶτον εἰς ὑπεροχὴν ἀσύγχυτον τὴν πρὸς τὸ δεύτερον· οὐδὲ γὰρ διοισόμεθα͵ εἰ μὴ ὁ αὐτὸς τῆς διακρίσεως τρόπος· καὶ γὰρ τὸ ἀθάνατον διακέκριται τοῦ θνητοῦ καὶ τὸ θνητὸν τοῦ ἀθανάτου͵ ἀλλ΄ ὅμως οὐχ

1.160 ἡ αὐτὴ διάκρισις ἐν ἑκατέρῳ͵ εἴ γε ἐν μὲν τῷ͵ ἀθάνατος͵ ἐν δὲ τῷ͵ θνητή͵ καὶ ἐν μὲν τῷ αἰωνίῳ καὶ ἡ διάκρισις καὶ ἡ ἑτερότης αἰώνιος͵ ἐν δὲ τῷ χρονικῷ χρονικὴ καὶ τούτων ἑκατέρα. Οὕτω δὲ ἔχει καὶ τὸ ἀγένητον πρὸς τὸ γενητὸν καὶ τὸ παραδειγματικὸν πρὸς τὸ εἰκονικόν͵ καὶ τὸ λογικὸν πρὸς τὸ ἄλογον· πάντα γὰρ ἐν ἑκάστῳ κατὰ τὴν ἑαυτοῦ ἰδιότροπον φύσιν. Οὕτως ἄρα καὶ ἡ διάκρισις ἔχει πανταχοῦ καὶ ἡ ἑτερότης͵ ἤδη καὶ ἡ ταυτότης͵ εἰ καὶ δοκεῖ αὕτη σύμφυσιν ἀπεργάζεσθαι. Εἰ γὰρ ταὐτὸν ἄνθρωπος καὶ ἵππος ᾗ ζῷα͵ ἀλλὰ τὸ ζῷον ἕτερον ἐν ἑκατέρῳ͵ ὥστε καὶ τὸ τῆς ταυτότητος εἶδος͵ ὅτι ποτέ ἐστιν͵ ἄλλο καὶ ἄλλο ἐν ἵππῳ τε καὶ ἀνθρώπῳ· καὶ δὴ ἐν μὲν τῷ εἴδει εἰδη τική͵ ἐν δὲ τῇ ὕλῃ ὑλική͵ τουτέστιν δυνάμει͵ καὶ ἐν τῷ ὑπερειδέῳ ὑπερείδεος͵ τοῦτο δέ ἐστι κατ΄ αἰτίαν͵ ἀλλὰ τῶν πρός τι͵ εἰ θάτερον δυνάμει͵ καὶ θάτερον͵ καὶ κατά τι ἀνομοίως ἑκάτερον· καὶ γὰρ ἐνεργείᾳ ὁμοῦ καὶ καθ΄ ὕπαρξιν͵ συνυφέστηκεν γάρ· καὶ γὰρ οὕτως ἅμα τὸ αἴτιον καὶ τὸ αἰτιατὸν ἢ καὶ τὸ τῆς ὕλης ἐνεργείᾳ· τὸ γὰρ δυνάμει πρὸς εἶδος αὐτῆς ἦν τῆς ὕλης τὸ ἐνεργείᾳ͵ καὶ τὸ κατ΄ αἰτίαν ἐκεῖ πρὸς εἶδος ὕπαρξις ἦν τῆς αἰτίας συνῃρηκυίας ἐν ἑαυτῇ καὶ τὴν διάκρισιν. Ἀλλ΄ εἰ συνῄρηται ἡ διάκρισις͵ καὶ τὸ κατ΄ αὐτὴν διακεκρίσθαι λεγόμενον· εἰ γὰρ διώρισται ὡς πρῶτον καὶ δεύτερον͵ ἤδη ἂν εἴη καὶ ἡ διάκρισις ἐν ἑαυτῷ κεχωρισμένη͵ ὥστε καὶ ἐν ἑαυτῷ διακέκριται ὅ γέ φαμεν ἔτι ἡνωμένον εἶναι· ἡ γὰρ ἐν αὐτῷ διορισθεῖσα διάκρισις συνδιέκρινεν ἑαυτῇ καὶ τὰ ἄλλα. Τίς γὰρ ἡ ἀποκλήρωσις μόνην διορισθῆναι τῶν ἐν αὐτῷ γενῶν ἢ εἰδῶν τὴν διάκρισιν͵ ἄτοπον δὲ εἶναί τι καὶ ὁτιοῦν ἐν τῷ ἡνωμένῳ; Ὅλως δὲ κατὰ τοῦτο διωρίσθαι ὁμολογοῦμεν͵ ὅτι τὸ μὲν ἡνωμένον εἶναι τιθέμεθα͵ τὸ δὲ διακεκριμένον. Πῶς οὖν τόγε ἡνωμένον διακέκριται; ἀντιφάσει γὰρ ἔοικε τὸ λεγόμενον· ἔτι δὲ μείζων ἡ ἀπορία͵ εἰ τὸ ἡνωμένον πρὸς τὸ ἓν παραβάλοιμεν ὡς προεληλυθὸς ἀπὸ τοῦ προάγοντος. ῍Η τοῦτο μὲν τῆς ἡνωμένης φύσεως ἐξαίρε τόν ἐστι͵ τὸ μὴ ἀνασχέσθαι τῆς πρὸς τὸ ἓν διακρίσεως͵ οὐδὲ τῆς ἀπ΄ ἐκείνου

1.161 προόδου͵ ἀλλὰ περὶ αὐτὸ πεφυκέναι καὶ ἐν τούτῳ ἐκεῖνο τὸ ἡνωμένον εἶναι͵ ἐν τῷ μὴ ἑαυτοῦ εἶναι͵ ἀλλὰ τοῦ ἑνός. Ἐφ΄ ὧν δὲ τοῦ ἑτέρου τὸ διακεκρίσθαι τιθέμεθα σαφῶς͵ ἐπὶ τοῦ ἑτέρου τούτων ἡ ἀντωνυμία τῆς διακρίσεως ἀπαιτου μένη πολλὴν ἀπορίαν παρέχεται τοῖς ζητητικοῖς. Μήποτε οὖν͵ πολλῆς οὔσης καὶ παντοδαπῆς τῆς τῶν πρός τι φύσεως͵ ἔστι τις αὐτῶν καὶ τοιαύτη σχέσις͵ οἵα τῇ μὲν ἀντιστροφῇ ἐξισάζειν͵ τῇ δὲ φύσει τῶν ἀντιστρεφόντων μὴ παρέχεσθαι τὸ ὅμοιον͵ οἷον τὸ διάφορον διαφέροντος διαφέρει. Ἀλλὰ τὸ μὲν τὴν διαφορὰν ἔχει κατὰ τὸ εἶδος͵ ἡ δὲ ὕλη ἀνείδεον καὶ τὴν διαφοράν͵ ὡς εἶναι τὴν διαφορὰν αὐτοῖν ἀνειδέου καὶ εἴδους. Οὕτω γὰρ καὶ εἰκὼν πρὸς παράδειγμα ποιεῖται ὡς πρὸς ὅμοιον τὴν ἀντιπαραβολήν· ἡ γὰρ ὁμοιότης κοινὴ μὲν κατὰ τὸ ὁλοσχερὲς τῆς ἰδιότητος͵ οὐχ ἡ αὐτὴ δὲ ὅμως͵ ἀλλ΄ ἡ μὲν παραδειγματική͵ ἡ δὲ εἰκονική. Οὕτω καὶ τὸ ἡνωμένον τινὶ ἡνωμένῳ ἥνωται͵ ὥστε εἰ τῷ ἑνὶ ἥνωται͵ καὶ τὸ ἓν ἔσται ἡνωμένον. Οὐκ ἄρα ἕν͵ ἢ καθὸ συνέζευκται μόνον͵ τὸ ἡνῶσθαι ῥητέον κατ΄ αὐτὴν μόνην τὴν σχέσιν͵ ἐπεὶ τόγε ἓν ὑπὲρ τὸ ἡνωμένον. Οὕτω γὰρ καὶ τῷ αἰτίῳ συνέζευκται τὸ αἰτιατὸν οὐ κατὰ κοινὴν φύσιν τῆς σχέσεως͵ ἀλλὰ κατὰ διάφορον τῇ ἀληθείᾳ. Ἡ γοῦν ἐν τῷ αἰτίῳ τῆς ἐν τῷ αἰτιατῷ σχέσεως αἰτία͵ ὡς ἡ φύσις ἡ ἄλλη τῆς φύσεως τῆς ἄλλης. Ἁπλῶς δὲ οὖν καὶ τὸ ἓν τῷ ἡνωμένῳ καὶ τὸ ἡνωμένον ἡνῶσθαι͵ ὡς ἐν μὲν τῷ ἡνωμένῳ καὶ τὸ ἡνωμένον διακεκρίσθαι τοῦ διακεκριμένου͵ ὡς μέντοι ἡνωμένον. Ἔστι γὰρ ἡ διαφορὰ ἡνωμένου πρὸς διακεκριμένον͵ τοῦτο δέ ἐστιν ἀδιάκριτον πρὸς τὸ διακεκριμένον· καὶ γὰρ τὸ ἀδιάκριτον τοῦ διακεκριμένου διέστηκεν͵ τοσοῦτον μόνον διακριθέν͵ ὅσον μεῖναι ἀδιάκριτον καὶ ὅσον ἀντιδιαστῆναι πρὸς τὸ διακεκριμένον. Τοσοῦτον οὖν συναπέχει τοῦ διακρῖναι τὸ ἡνωμένον ἡ τοιαύτη διάκρισις͵ ὥστε καὶ φυλάττει αὐτὸ ἀδιάκριτον͵ ἢ μᾶλλον διακεκριμένον ἀπὸ τοῦ διακεκριμένου· τοῦτο δέ ἐστι πάλιν αὖ ἀδιάκριτον· ὥστε κοινὴ μὲν ἡ διάκρισις͵ κατὰ γοῦν τὸ ὄνομα καὶ τὸ πρᾶγμα τῆς σχέσεως ὁλοσχερῶς τῆς αὐτῆς φανταζομένης͵ οὐκ οὔσης δὲ τῆς αὐτῆς͵ ἀλλ΄ ὅπου μὲν κατὰ τὸ διακεκριμένον ἱσταμένης͵ ὅπου δὲ κατὰ τὸ ἀδιάκριτον͵ καὶ ὅπου μὲν διακεκριμένης͵ ὅπου δὲ ἀδιακρίτου͵ καὶ αὐτῆς ἀδιακρίτου μενούσης. Εἰ δὲ ὅλως καὶ διάκρισιν αὐτὴν ὀνομάζομεν ὡς τῶν ἄλλων τι οὖσαν͵ συγγνῶναι δεῖ· τὰ γὰρ ὀνόματα τῶν διωρισμένων ἐστὶ