ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.162-1.165)


1.162 καὶ εἰδητικῶν· διὸ καὶ τὴν ὕλην διακεκρίσθαι λέγοντες τοῦ εἴδους͵ ἀληθὲς μέν τι συλλογιζόμεθα͵ οὐ μὴν ἀληθῶς γε ὀνομάζομεν. Τοσαῦτα μὲν περὶ τούτων. Ἐπειδὴ δὲ τὸ διακεκριμένον προῆλθεν ἀπὸ τοῦ ἀδιακρίτου͵ πᾶν δὲ προϊὸν μένον ποιεῖσθαι τὴν πρόοδόν φαμεν͵ καὶ αὖ πάλιν ἐπιστρέφεσθαι πρὸς τὸ ἀφ΄ οὗ γέγονεν ἡ πρόοδος͵ καὶ ὅλως ἐπειδὴ τρία ταῦτα λέγομεν εἶναι ἐφεξῆς ἀλλήλοις͵ μονὴν καὶ πρόοδον καὶ ἐπιστροφήν͵ φέρε καὶ περὶ τούτων αὐτὰ διαπορήσωμεν͵ καὶ πρῶτόν γε εἰ ἀναγκαῖον τὸ προϊὸν μένον ἐν τῷ παράγοντι προϊέναι͵ καὶ ἔτι πρὸ τούτου͵ τί τὸ μένειν λέγομεν τῇ αἰτίᾳ· οὐ γὰρ δὴ ὡς ἐν τόπῳ͵ οὐδὲ ὡς ἐν τάξει͵ οὐδὲ ἐν τῷ πρώτῳ· πῶς γὰρ ἂν ἔτι προεληλυθὸς εἴη καὶ ὁπωσοῦν; νῦν γὰρ ἡμῖν γιγνέσθω ὁ λόγος περὶ τῆς τοῦ προεληλυθότος προόδου· ἐξέσται γὰρ καὶ ἐπὶ μέσου τὰ αὐτὰ κατὰ τὸ διακρίνεσθαι συνορᾶν. Ἆρα οὖν πρῶτον αἴτιον͵ καὶ ταύτῃ μένον͵ τρίτον γέγονεν ἤδη; καὶ ταύτῃ προῆλθεν; ἀλλ΄ ἀδύνατον͵ ἢ γὰρ πρῶτον ἢ τρίτον ἐστίν. Ἆρα οὖν τὸ μένειν ἐκεῖνο σημαίνει ὅτι οὐκ ἐξίσταται τῆς τοῦ παράγοντος ἰδιότητος͵ ἀλλ΄ ἔχον ταύτην ἐν αὐτῇ͵ τὸ ἴδιον ἐγκεντρίζει͵ καθὸ πρόεισιν͵ οἷον ὁ ἄνθρωπος ἐν τῷ ζῴῳ͵ καὶ ἡ ζωὴ ἐν τῇ οὐσίᾳ; τοιάδε γὰρ ἡ ζωὴ οὐσία͵ καὶ ὁ νοῦς τοιάδε οὐσία ἅμα καὶ ζωή· προσφύεται γὰρ ἀεὶ τῷ κοινῷ τὸ ἴδιον͵ ἢ ἀπ΄ αὐτοῦ προ βάλλεται͵ μένει δὲ οὖν τὸ προελθὸν ἐν τῇ ἰδιότητι τοῦ γεννῶντος. Ἀλλ΄ εἰ τοῦτο͵ πρῶτον μὲν οὐ τὸ προελθὸν μένειν ἐν ἐκείνῳ λεκτέον͵ ἀλλ΄ ἐκείνῳ τῷ προελθόντι συμπροελθεῖν· εἶτα μέντοι τοῦτο προεληλυθός͵ ὃ κοινὸν λέγομεν πρὸς τὸ γεννῆσαν ἢ καὶ αὐτὸ μένον προελήλυθεν͵ καὶ τοῦτο ἐπ΄ ἄπειρον ἥξει. ῍Η οὐκ ἀνάγκη τὸ προϊὸν μένον προϊέναι͵ ὥστε οὐδὲ τὸ ἴδιον ἀναγκαῖον μεῖναι· εἰ δὲ καὶ μένει τὸ κοινόν͵ ἀλλ΄ ὃ προεληλυθέναι φαμέν͵ τοῦτο οὐ μένει· τὸ δὲ ζητούμενον ἦν εἰ μένει τὸ προϊόν· ἀλλ΄ οὐ τὸ μένον ἐῶ λέγειν ὅτι οὐδὲ πάντως ἀπὸ τοῦ παράγοντος πρόεισι τι ὁμοφυές͵ καὶ τοῦτο μικρὸν ὕστερον ἐπιδείξομεν πολλῆς ἀπορίας ἐχόμενον καὶ ἴσως οὐχ οὕτως ἔχον ἁπλῶς δειχθήσεται͵ οὐδὲ ἐπὶ πάντων͵ εἴπερ καὶ ἐπὶ ἐνίων. Μήποτε οὖν τὸ προϊὸν ἢ προεληλυθὸς αἰτίαν ἔχει ἐν τῷ παράγοντι·

1.163 καὶ τοῦτό ἐστι τὸ μένειν ἐν ἐκείνῳ τὸ ῥίζαν ἔχειν ἐν αὐτῷ τὴν αἰτίαν ἀφ΄ ἧς ἀποφύεται; καὶ γὰρ τὸ φυτὸν ἀπὸ γῆς ἀναβλαστάνει μόνον ἐν αὐτῇ κατὰ τὴν ῥίζαν· ἢ καὶ τοῦτο φανεῖται ἄλογον͵ εἴ τις ἀκριβῶς αὐτὸ βασανίσειεν· ἡ γὰρ αἰτία οὐκ ἔστιν αὐτὸ ἀπὸ τῆς αἰτίας παραγόμενον͵ ἀλλὰ τὸ μὲν δεύτερον͵ τὸ δὲ πρῶτον· ἐν γὰρ τῷ πρώτῳ ἵδρυται τοῦ δευτέρου ἡ αἰτία· καὶ γὰρ οὐσία τις τοῦ παράγοντος ἡ τοῦ παραγομένου αἰτία καὶ οὐ τούτου μέρος͵ ἀλλ΄ ἐκείνου͵ οὐδὲ ἀναλογεῖ τῇ ῥίζῃ͵ ἀλλὰ τῷ λόγῳ τοῦ ὅλου φυτοῦ ὅλῳ γε ὄντι καὶ ἐνουσιω μένῳ τῇ φύσει τῆς γῆς. Εἰ δὴ ταῦτα οὕτως ἔχοντα φαίνεται͵ οἱ αὐτοὶ ἥξουσιν ἐλέγχοι· οὔτε γὰρ τὸ μένον πρόεισιν͵ οὔτε τὸ προϊὸν μένει· οὔτε γὰρ τὸ προαγόμενον ἐν τῷ προάγοντι ἔτι͵ οὔτε ἡ αἰτία πρόεισιν ἀπ΄ ἐκείνου εἰς τὸ προαγόμενον· οὐ γὰρ ἔτι αἰτία ἐστίν͵ ἀλλ΄ ἀπ΄ αἰτίας. Οὐ τοίνυν οὐ δὴ ῥητέον μένειν τὸ προϊόν͵ ἀλλὰ τὸ αἴτιον τοῦ προϊόντος. Ἴσως οὖν τοῦτό ἐστι τὸ λεγόμενον͵ ὅτι μένοντος ἐκείνου τοῦτο πρόεισιν; ἢ οὐκ ἐκείνου ἁπλῶς͵ ἀλλὰ τοῦ ἐν αὐτῷ αἰτίου μένοντος. Καὶ ἐπειδὴ ὁμοιοειδὲς τῇ αἰτίᾳ τὸ ἀπ΄ αἰτίας͵ αὐτό πως λέγεται τὸ μένον εἶναι καὶ προϊόν͵ ἔστι δὲ ὁλοσχερῶς μὲν ταὐτὸν τῇ γε ἰδιότητι καὶ τῷ εἴδει͵ κατὰ ἀλήθειαν δὲ οὐ ταὐτόν͵ οὐδὲ τῇ ὑποστάσει. Ἀλλ΄ εἰ οὕτω τις ὑποτιθοῖτο͵ πρῶτον διασπάσει τὸ παραγόμενον ἀπὸ τοῦ παράγοντος͵ εἰ μηδὲν αὐτοῖς ἐστι κοινὸν καθ΄ ὑπόστασιν͵ μηδὲ συνεχῇ τὰ προϊόντα τοῖς προάγουσιν͵ ἀλλὰ γεννᾶται ταῦτα ἀπ΄ ἐκείνων͵ ὡς ἄνθρωπος ἐξ ἀνθρώπου͵ διακοπτόμενα. Δεύτερον δέ͵ εἰ ὁλοσχερεῖ λόγῳ καὶ οὐκ ἀληθεῖ τὸ προϊὸν ἀνάγκη μένειν͵ οὐδ΄ ἂν ἀληθὲς εἴη τὸ ἀξίωμα͵ φαινόμενον δὲ μόνον͵ ὅτι φαινομένη καὶ ἡ ταυτότης͵ ἤγουν ἡ κοινωνία τῆς σχέσεως. Ἐκ δὲ τρίτων οὐδὲν ἐρεῖ σεμνὸν οὗτος ὁ λόγος͵ εἰ τοῦτο ἐρεῖ͵ ὅτι τὸ πρῶτον οὐκ ἔστι δεύτερον͵ οὐδὲ τὸ δεύτερον πρῶτον͵ ἢ τὸ γεννῶν οὐκ ἔστι τὸ γεννώμενον͵ καὶ ἀνάπαλιν͵ ἐκεῖνο μὲν μένειν͵ τοῦτο δὲ προϊέναι͵ καὶ οὐδέτερον ἅμα καὶ προϊέναι καὶ μένειν. Μήποτε οὖν τὸ προϊὸν τοιοῦτόν ἐστιν οἷον μηδετέρῳ κρατεῖσθαι μήτε

1.164 μονῇ͵ μήτε προόδῳ μόνον͵ ἀλλὰ ἔχειν τι καὶ μένον καὶ προϊὸν ὁμοῦ͵ ὅπερ αἰτιατὸν εἶναι φαμεν· τῆς γὰρ τοῦ γεννωμένου φύσεώς ἐστι τὸ συναμφότερον. Οὕτω γὰρ ἂν λέγοιτο καλῶς μένειν τὸ προϊόν͵ εἰ προΐοι ἅμα καὶ μένοι ταὐτόν. Ἀλλ΄ εἰ μὲν τοῦτο λέγοιμεν ἐπὶ τοῦ μέσου͵ ὅπερ ἐν τῷ προϊέναι τὸ εἶναι ἔχει͵ ἀλλ΄ οὐκ ἐν τῷ προεληλυθέναι͵ τὸ δὲ προεληλυθὸς καὶ διαστὰν ἤδη καὶ ἀφειμένον ἀπὸ τοῦ πρώτου ὡς τρίτον͵ πῶς ἂν ἔτι λέγοιτο μένειν ἐν ἐκείνῳ; ἀντίφρασις γὰρ εἰ προεληλυθὸς οὐ προελήλυθεν· ἢ τὸ μὲν ἔχει μένον͵ τὸ δὲ προεληλυθός· κάρα γὰρ ἄνω στηρίξαν ἔπειτα διατείνεται πρὸς τὸ κάτω. Ἀλλ΄ οὕτως οἵ τε πρότεροι λόγοι ἥξουσιν ἡμῖν͵ ὡς οὔτε μένει τὸ προελη λυθός͵ οὔτε τὸ μένον προελήλυθεν͵ καὶ πρὸς τούτοις οὐχ ὅλον ἔσται προ εληλυθὸς ὅ γε ἐν τῷ προεληλυθέναι λέγομεν ὑφεστάναι͵ οὔτε ὅλον μένει ὅ γε μένον προεληλυθέναι φαμέν͵ οὐδέν τε διοίσει τοῦ ἐν τῷ προϊέναι ὑφεστῶτος͵ εἴπερ ὅλον ἑκατέρως. Εἰ δὲ μέρει ἄλλῳ καὶ ἄλλῳ μένει καὶ πρόεισι͵ μεριστὸν ἔσται πρὸς τοῖς εἰρημένοις͵ εἴπερ εἰς τὸ κάτω ἄνωθεν ἐκμηρύεται; ῍Η μερίζει μὲν ἡ ἡμετέρα ἔννοια καὶ τὰ ἀμέριστα· νοητέον δὲ ὅμως αὐτὰ ὡς ἔχειν ὀφείλει ἐκεῖνα καὶ οὐχ ὡς ἡμεῖς ἐννοοῦμεν͵ ἐπαγκαστέον τε τὰς ἀνθρωπίνας νοήσεις καὶ προσεθιστέον ἀναπλοῦσθαι καὶ ἀνευρύνεσθαι ὡς δυνατὸν εἰς τὴν ἐκείνοις προσήκουσαν ἀλήθειαν. Ὅλον οὖν λέγω τὸ προεληλυθὸς καὶ μένον εἶναι ἐν τῷ γεγεννηκότι κατ΄ αὐτό γε που ὃ προελήλυθεν͵ ὅτι αὐτὸ τὸ προεληλυθὸς κατὰ τὴν ἑαυτοῦ φύσιν ἰδιό τροπον ὁμοιότατόν ἐστι καὶ συγγενέστατον τῷ παράγοντι καὶ οἷον αὐτὸ κατὰ τὸ τρίτον μέτρον͵ ὡς ἔπος εἰπεῖν͵ τῆς ὑποβάσεως. Καὶ γὰρ εἰ ἄλλο εἶδος ἐξ ἄλλου͵ ἀλλὰ σύνορός γε καὶ ὁμοφυὴς ἡ ἐξαλλαγή͵ καὶ οὐ τοσαύτη ἡ διάστασις͵ ἣν ἡμεῖς ἀναφέρομεν ἀπὸ τῶν τῇδε διασπασμῶν ἐπ΄ ἐκεῖνα· τοιοῦτος γὰρ ὁ νοῦς πρὸς ζωήν͵ ἡ ψυχὴ πρὸς νοῦν͵ ἡ ζωὴ πρὸς οὐσίαν͵ ὡς τῷ ἰδόντι κατὰ τὴν πρώτην προσβολὴν τὸ δεύτερον δόξαι ἂν εἶναι͵ τὸ πρὸ αὐτοῦ͵ μάλιστα μὲν τὸ προσεχέστατον͵ ἤδη δὲ καὶ τὸ πορρωτέρω͵ κἂν ἔσχατον ᾖ τῶν ἀφ΄ ἑνὸς προϊόντων. Οὐδὲν γὰρ οὐδὲ ὁπωστιοῦν πρὸς τὸ παράγον ἑτερόφυλόν ἐστι τῶν παραγομένων͵ οὐδὲ ἀνοίκειον͵ οὐδὲ ὃ μὴ περιείληπται ὑπὸ τοῦ

1.165 γεννῶντος ὡς ἑαυτοῦ ὂν ἴδιον. Εἰ δὲ ἡ τῶν ὀνομάτων διαφορὰ καὶ ἡ τῶν μεριστῶν φαντασμάτων διάκρισις ἀπατᾷ καὶ ἐν ἐκείνοις ὑποτίθεσθαι τὴν παντελῆ διάστασιν͵ οὐδὲν τοῦτο πρὸς τὴν ἐκείνων ἀλήθειαν. Πᾶν γὰρ ἁπλῶς ἐκεῖ τὸ γεννώμενον ἀπὸ τοῦ γεννῶντος ᾗ μὲν αὐτό͵ προελήλυθεν͵ ᾗ δὲ ἀπ΄ ἐκείνου͵ μένει· τὸ γὰρ ἀπ΄ ἐκείνου οὐκ ἔστι συμβεβηκός͵ ἀλλ΄ οὐσία τοῦ προελθόντος͵ καὶ ἐκεῖνο͵ τὸ δὲ αὐτὸ ὅ ἐστιν οὐδὲν ἧττον μετ΄ ἐκεῖνο· γνήσιον γὰρ τοῦτο ἐκείνου ἔκγονον͵ ὡς εἰ ὁ παῖς ὁμοιότατος εἴη τῷ οἰκείῳ πατρί͵ παῖς μὲν πάντως͵ ὁ δὲ πατήρ͵ τὸ δὲ εἶδος ταὐτὸν σχεδόν. Εἰ δὲ ἐκεῖ δοκεῖ ἑτεροειδὴς ἡ γέννησις͵ ἀλλ΄ εὖ εἰδέναι χρὴ ὅτι συμπέφυκεν μᾶλλον ἀλλήλοις ἐκεῖ τὰ ἕτερα κατ΄ εἶδος ἢ ἐνταῦθα τὰ αὐτά. Ὁ ἄρα νοῦς καθὸ νοῦς καὶ προελήλυθεν ἀπὸ τοῦ ὄντος͵ ἀπὸ πρώτου τρίτον͵ καὶ ὄν ἐστιν ἐγγύς τι τὸ πρῶτον͵ ἀλλὰ τρίτην τάξιν προσείληφεν· αὐτὸ γὰρ τὸ τρίτον καὶ ἡ τριὰς ἡ τοῦ νοῦ φύσις ἐστί͵ καὶ ὅσα καὶ οἷα τὸ πρῶτον͵ τοσαῦτα καὶ τοιαῦτα τὸ δεύτερόν ἐστι τρόπον τινά· πλὴν ὅτι ἐκεῖ μὲν ἡ ἕνωσις ἐπικρατεῖ͵ ἐνταῦθα δὲ ἡ διάκρισις. Ὅλως δὲ εἰπεῖν͵ εἰ ἐπὶ τῶν ὁμοταγῶν καὶ ἀντιδιῃρημένων ἕνωσιν ὁμοῦ καὶ διάκρισιν λέγομεν͵ ταυτότητά τε καὶ ἑτερότητα͵ πολλῷ μᾶλλον ἐπὶ τῶν γεννώντων καὶ γεννωμένων ἐροῦμεν ὡς ἕτερα καὶ τὰ αὐτὰ καὶ ὡς διακεκριμένα ἀπ΄ αὐτῶν͵ καὶ ὁμοῦ πρὸς αὐτὰ ἡνωμένα. Οὐκοῦν ᾗ μὲν τὰ αὐτὰ καὶ ἡνωμένα͵ μένειν λέγεται δικαίως͵ ᾗ δὲ αὖ πάλιν ἕτερα καὶ διακεκριμένα͵ προεληλυθέναι. Καθ΄ ὅλον ἄρα καὶ μένει καὶ προελήλυθεν ἕκαστον͵ ἕως μὲν τῶν ἐπ΄ ἔσχατον προελθόντων ἀπὸ τῶν πρώτων ἀρξαμένων͵ ἀλλ΄ ἤδη μᾶλλον καὶ ἧττον͵ ὅπου μὲν τῆς μονῆς ἐπικρατούσης͵ ἐν οἷς ἄπορος ἡ διάκρισις͵ ὅπου δὲ τῆς προόδου͵ ἐν οἷς ἀσυμφανὴς ἡ ἕνωσις. Ἀπὸ γὰρ τούτων καὶ ἡμεῖς ὁρμωμένοι καὶ ταῖς πρώταις τῶν προόδων ἐπι ψευδόμεθα τὸν παντελῆ διασπασμόν͵ καίτοι οὐδὲ ἐν ταῖς ἐσχάταις ὄντα παντελῆ. Πᾶν μὲν οὖν τὸ προεληλυθὸς καὶ ἐν τῇ φύσει καὶ ἐν τοῖς ὅροις μένει τῶν οἰκείων αἰτίων·