1.166 ὃ δὲ μὴ μένει͵ τοῦτο δέ ἐστι τὸ μηδαμῆ μηδαμῶς ὂν τοῦτο ἀφ΄ οὗ λέγεται προελθεῖν· τοῦτο οὖν οὐδὲ προελήλυθεν· τίς γὰρ ἂν εἴποι τὸ μηδαμῆ μηδαμῶς ὂν ἀπὸ τοῦ ὄντος προεληλυθέναι; Ἔστω τοίνυν αὐτὴ μὲν πρόοδος͵ αὐτὴ δὲ ἡ μονή͵ καὶ συμπεφυκέτω ἀεὶ ἑκατέρα τῇ ἑτέρᾳ͵ καθάπερ εἴρηται. Τί δ΄ ἐπὶ ταύταις ἡ ἐπιστροφὴ προστίθεται; τίς οὖσα καὶ τίνα χρείαν παρεχομένη τῷ προελθόντι; ὅτι μὲν τοῦτο προσήκει͵ φανερόν͵ δοκεῖ γὰρ ἐπάνοδος εἶναι· πᾶσα δὲ ἐπάνοδός ἐστι τοῦ προελθόντος͵ οὐ γὰρ οὔπω προῆλθεν· ἔτι δὲ μένει ἐν τῷ πρώτῳ͵ τί ἂν δέοιτό τινος ἐπιστροφῆς εἰς τὸ πρῶτον; καὶ γὰρ ἡ μονὴ κρείττων τῆς ἐπιστροφῆς· ὃ δὲ ἔχει τὸ κρεῖττον͵ τί ἂν δέοιτο τοῦ χείρονος; τοῦ μὲν δὴ προελθόντος ἐστί. Τί δέ ἐστιν ἡ ἐπιστροφή; τί δὲ ἄλλο φαίη τις ἂν ἢ τοῦ προελθόντος ἐπάνοδος εἰς τὸ γεννῆσαν; ἀντίθετος γὰρ τῇ προόδῳ καὶ οἷον ἐκείνης ἐπανόρθωσίς τίς ἐστι καὶ ἀνάλυσις. Τοιγαροῦν ψυχὴ τὴν ἑαυτῆς πρόοδον ἀναλύει διὰ τῆς ἐπιστροφῆς· ἀλλ΄ εἰ τοῦτο͵ οὐκ ἔτι ἔσται προεληλυθός͵ ἀπολεῖ γὰρ τοῦτο͵ εἰ ἐπιστρέψειεν. ῍Η ἐπὶ μὲν ψυχῆς ποτὲ μὲν τοῦτο͵ ποτὲ δὲ ἐκεῖνο συμβαίνει͵ ἐπὶ δὲ τῶν ἀϊδίων ἑκάτερον ὁμοῦ καὶ κατὰ ταὐτόν. Ἆρα οὖν οὐ πάσης ἐπιστροφῆς ἴδιον τὸ ἀφομοιοῦν τῷ γεννῶντι τὸ γεννώμενον͵ ὡς τῆς προόδου τὸ ἑτεροιοῦν; διακριτικὴ μὲν γὰρ ἡ πρόοδος͵ συναιρετικὴ δὲ ἡ ἐπιστροφὴ καὶ ἀναγωγὸς τοῦ τρίτου εἰς τὸ πρῶτον͵ ὡς ἐκείνη προαγωγὸς τοῦ πρώτου εἰς τὸ τρίτον. Φέρε οὖν ἴδωμεν τί ποτε καὶ λέγομεν· τὸ προεληλυθὸς ἐπιστρέφειν λέγομενμένον γε ἐν τῷ προεληλυθὸς εἶναι· πλασιαίτερον ἄρα τῷ παράγοντι γίγνεται τὸ ἐπιστρέφον ἐν αὐτῷ τοῦ προεληλυθότος͵ προσλαμβάνει δὲ τὸ ἐπιστρεπτικὸν μετὰ τὸ προοδικόν· ὑποκείσθω γὰρ ἑκάτερον κατ΄ οὐσίαν͵ κρεῖττον δὲ τὸ ἀεὶ προϋφιστάμενον τοῦ ἐπιγιγνομένου͵ ὥστε καὶ τὸ προοδικὸν τοῦ ἐπιστρεπτικοῦ· οὐκ ἄρα πλησιάζει τῷ γεννῶντι μᾶλλον καθὸ ἐπιστρέφει ἢ καθὸ προελήλυθεν. Εἰ δὲ καὶ μένει τὸ προεληλυθός͵ ὡς δέδεικται͵ τί δεῖται τῆς ἐπιστροφῆς͵ ἤδη κατὰ τὸ μένειν ἀφωμοιωμένον; Εἰ δὲ ἀνάκτησίς ἐστι τῆς μονῆς ἡ ἐπιστροφή͵
1.167 μονὴ ἂν εἴη καὶ αὕτη͵ ἀλλὰ μετὰ τὴν πρόοδον͵ καὶ οὐκ ἄλλο τι σημαίνει τρίτον ἡ ἐπιστροφή͵ εἰ μηδὲν ἄλλο παρὰ τὸ μένειν ἐργάζεται. Καίτοι ἄλλο κατὰ τὴν ἔννοιαν τὸ ἐπιστρέφεσθαι παρὰ τὸ μένειν· κατὰ μὲν γὰρ τὸ μένειν αὐτὸ βούλεται εἶναι τὸ γεννηθὲν ὅπερ τὸ γεννῆσαν͵ ὥσπερ κατὰ τὴν πρόοδον αὐτὸ ὅπερ ἐστὶ τὸ γεννηθὲν μετὰ τὸ γεννῆσαν· κατὰ μέν τοι τὴν ἐπιστροφὴν ὀρέγεται τὸ γεννηθὲν τοῦ γεννήσαντος͵ μένον αὐτὸ καὶ μένοντος ἐκείνου ἐν οἰκείοις ὅροις. Τὸ ὀρεκτικὸν γὰρ τοῦ ὀρεκτοῦ ἀντέχεται͵ ὡς ἄλλο ἄλλου͵ ἀεὶ δὲ τὸ ἄλλο μετὰ τὸ προελθεῖν. Τάχα οὖν ἡ ἐπιστροφὴ ὄρεξίς ἐστι τοῦ τρίτου ἐπιποθοῦντος· ἐν γὰρ τῷ μένειν οὔπω ὄρεξις͵ οὔπω γὰρ διέστη τὸ ὀρεκτικὸν τοῦ ὀρεκτοῦ· ἀλλὰ μὴν οὐδὲ ἐν τῷ προεληλυθέναι͵ διάστασις γὰρ αὕτη καὶ διάκρισίς ἐστι τοῖν δυεῖν͵ ἵνα τὸ μὲν ᾖ ὀρεκτικόν͵ τὸ δὲ ὀρεκτόν͵ μᾶλλον δὲ ἵνα τὸ τρίτον ἀποστὰν τοῦ πρώτου ὕστερον ὀρεχθῇ ἐκείνου πόθῳ τῆς ἀρχαίας φύσεως. Διόπερ οὐ τὸ μένειν ἐργάζεται ἡ ἐπιστροφή͵ ἀλλὰ τὸ πόρρωθεν ἀπολαύειν τοῦ γεννήσαντος ὀρεκτοῦ φανέντος· ὅθεν καὶ τὸ προελθεῖν κάλλιον τοῦ ἐπιστρέφεσθαι· οὐσιο ποιὸν γὰρ τοῦ τρίτου τὸ προεληλυθέναι͵ τὸ δὲ ἐπιστρέφεσθαι τελειοποιόν. Ἀλλὰ τὸ ὀρεγόμενον ἐκεῖνο σπεύδει γενέσθαι ὅπερ τὸ ὀρεκτόν͵ ὥστε καὶ τὸ τρίτον ἐφίεται γενέσθαι τὸ πρῶτον͵ καὶ γίνεται διὰ τῆς ἐπιστροφῆς͵ ἀλλὰ πρῶτον γίνεται διὰ τῆς μονῆς αὐτῷ τῷ μένειν ἐν τῷ πρώτῳ; ῍Η τοῦτο μὲν ἔχει πρὸ τῆς προόδου͵ τὸ δὲ διὰ τῆς ἐπιστροφῆς μετὰ τὴν πρόοδον; ἀλλ΄ ἄτοπον͵ ὡς εἴρηται πρότερον͵ ὃ ἤδη ἔχει͵ τοῦτο πάλιν λαμβάνειν͵ καὶ τὸ ἀτοπώτερον͵ ὅτι διὰ τῆς χείρονος ἐνεργείας. Ἀλλ΄ ἴσως οὐκ αὐτὸ διὰ τῆς ἐπιστροφῆς· ἀλλὰ τί αὐτοῦ οἷον εἴδωλον͵ ὃ καὶ τῆς προόδου χεῖρον φανεῖται; ἀλλ΄ οὐδὲν ὀρέγεται τοῦ εἰδώλου͵ οὐδὲ τοῦ χείρονος ὅλως ἐκείνου͵ οὗ ἔχει τὴν κρείττω καὶ πρεσβυτέραν ὑπόστασίν τε καὶ ἀπόλαυσιν.