ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.168-1.171)


1.168 Ὅμοιον γὰρ ὡς εἴ τις ἔχων τελειοτάτην ὑγίειαν ἔπειτα ὀρέγοιτο τῆς ὑφειμένης͵ καὶ τὴν θεωρητικὴν ἀρετὴν κεκτημένος εὔχοιτο κτήσασθαι τὴν πολιτικήν. Οὐκ ἄρα ταὐτὸν κατ΄ εἶδος͵ ὅ τε ἡ μονὴ παρέχεται καὶ ὅπερ ἡ ἐπιστροφή· οὐδὲ γὰρ ταὐτὸν κατ΄ εἶδος μονή τε καὶ ἐπιστροφή. Τί οὖν προσλαμβάνει διὰ τῆς ἐπιστροφῆς ὃ μήτε διὰ τοῦ μένειν ἐκέκτητο͵ μήτε διὰ τοῦ προελθεῖν; Ἐμφύεται δὲ ταῖσδε ταῖς ἀπορίαις καὶ ἐκείνη ζήτησις εἰκότως͵ διττὴν ὑποτιθεμένη τὴν μονήν· οὐ γὰρ τὸ προϊὸν μόνον͵ ἀλλὰ καὶ τὸ ἐπιστρεφόμενον διὰ μονῆς ποιεῖται͵ τοῦτο μὲν τὴν ἐπιστροφήν͵ ἐκεῖνο δὲ τὴν πρόοδον. Δύο γὰρ κινήσεις͵ ἥ τε ἄνωθεν κάτω͵ καὶ ἡ κάτωθεν ἄνω· μεταξὺ δὲ δύο κινήσεων τῶν ἀντικειμένων δύο στάσεις εἶναι λέγουσιν παῖδες φυσιολόγων. Καὶ γὰρ νῦν δὴ ἔφαμεν οὐκ εἶναι τὴν ἐπιστροφὴν ἀνάλυσιν τῆς προόδου καὶ ἀπώλειαν͵ ἀλλὰ μένον ἐν τῷ προεληλυθέναι ποιεῖται τὴν ἐπιστροφήν. ῍Η οὖν δύο μόνα τῷ γένει ποιητέον͵ στάσιν καὶ κίνησιν͵ ἤ͵ εἰ βούλει λέγω͵ μονὴν καὶ ὁδόν· ἢ τέτταρα τῷ εἴδει πρόοδόν τε καὶ ἐπάνοδον͵ καὶ μονὴν αὖ διττήν͵ τὴν ἄνω καὶ κάτω κατέχουσαν͵ ταύτην μὲν τὸ μέλλον ἐπιστρέφειν͵ ἐκείνην δὲ τὸ μέλλον προϊέναι. Τίς οὖν ἡ πολυθρύλητος αὕτη τῶν τριῶν ἀντιδιαίρεσις͵ μονῆς͵ προόδου͵ ἐπιστροφῆς; ἴσως φήσει τις ὅτι πρὸς ἓν τὸ πρῶτον αἱ τρεῖς διῃρέθησαν κατὰ τὰς τρεῖς πρὸς ἐκεῖνο σχέσεις͵ ἐν ᾧ τε καὶ ἀφ΄ οὗ καὶ πρὸς ὅ· δῆλον δὲ καθότι ἑκάστη ἰδιοποιεῖται. Ἀλλὰ φήσω τὸ ἓν διττὸν εἶναι͵ τὸ μὲν ἄνω͵ τὸ δὲ κάτω· καὶ γὰρ ἐν τῷ κάτω εἴδει μένει καὶ ἀπ΄ αὐτοῦ ἐγείρεται κατὰ τὴν ἐπιστροφὴν καὶ πρὸς αὐτὸ πρότερον ἀποτείνεται κατὰ τὴν πρόοδον· ἑκατέρωθι μὲν γὰρ ἡ μονὴ τὸ μέσον͵ ἀλλ΄ ὅπου μὲν προβαλλομένη τὴν πρόοδον͵ προ βαλλομένη δὲ τὴν ἐπιστροφήν. Ἔχεται δὲ τῶν τοιούτων ζητημάτων καὶ ἐκεῖνο δικαίως͵ εἰ διττὴ ἡ ἐπιστροφή͵ ἡ μὲν πρὸς ἑαυτό τινος͵ ἡ δὲ πρὸς τὸ πρὸ ἑαυτοῦ͵ τί ἑκατέρα δίδωσι τῇ οὐσίᾳ τοῦ ἐπιστρέφοντος͵ καὶ τί διαφέρετον· καὶ εἰ ὅπου ἡ δευτέρα͵ καὶ ἡ ἑτέρα· ἔτι δὲ διὰ τί μὴ καὶ ἡ πρόοδος διττὴ καὶ ἡ μονὴ ὁμοίως͵ ἡ μὲν ἐν τῷ κρείττονι͵ ἡ δὲ ἐν ἑαυτῷ͵ καὶ αὖ πάλιν ἡ μὲν ἀπὸ τοῦ κρείττονος͵ ἡ δὲ

1.169 ἀφ΄ ἑαυτοῦ· εἰ γὰρ ἀεὶ ὁμοταγεῖς εἰσιν αἱ τρεῖς αὗται ἐνέργειαι͵ ὡς ἔχει μία͵ καὶ αἱ ἄλλαι ὡσαύτως ἔχουσιν. Καὶ δὴ καὶ τοῦτο ζητείσθω εἰ ὅπου ἡ μία ἀναφαίνεται͵ καὶ αἱ ἄλλαι ἐκφαίνονται· καὶ εἰ τοῦ τρίτου πᾶσαί εἰσιν ἢ τοῦ μὲν τρίτου αἱ τρεῖς͵ [ἢ] τοῦ δὲ δευτέρου αἱ δύο͵ μονὴ καὶ πρόοδος͵ τοῦ δὲ πρώτου μία ἡ μονή· δοκεῖ γὰρ ἰδίως εἶναι τοῦ μὲν πρώτου ἡ μονή͵ τοῦ δὲ δευτέρου ἡ πρόοδος͵ τοῦ δὲ τρίτου ἡ ἐπιστροφὴ ἅτε ἤδη προεληλυθότος. Ἄνωθεν οὖν τὰς ἰδιότητας αὐτῶν ἀφ ορισάμενοι λέγωμεν τὰ φαινόμεν͵ θεὸς δὲ ἄγοι πρὸς τὴν ἀλήθειαν. Οὐκοῦν μονὴ μέν ἐστιν ἡ τοῦ πρώτου φύσις ἐγκεκραμένη τῷ τρίτῳ͵ πρόοδος δὲ ἡ τοῦ τρίτου ἀπόστασις ἀπὸ τοῦ πρώτου· οὐδετέρα δὲ ἀκραιφνής͵ οὔτε ἡ ἀπόστασις ἔρημος οὖσα καὶ διεσπασμένη τῆς οἰκείας αἰτίας͵ οὔτε ἡ τοῦ πρώτου φύσις ἐν τῷ τρίτῳ καταπεπωκυῖα τὴν πρό οδον͵ οὐδὲ ἐῶσα παραλλάξαι τὸ προελθὸν καὶ αὐτὸ ὃ λέγεται προελθεῖν εἰς ἄλλο γένος· ἀλλ΄ ἐξ ἀμφοῖν οἷον στοιχείων τὸ τρίτον ἀπετελέσθη γέννημα τοῦ πρώτου γνήσιον͵ καὶ ὃ φέρει τὴν φύσιν ἐκείνην ἐν τῇ ἑαυτοῦ παραλλάξει. Ἡ δὲ ἐπιστροφὴ σύστασίς ἐστι καὶ περιγραφὴ τοῦ τρίτου καθ΄ αὑτὸ Θεωρουμένου͵ οὔτε ὡς μένοντος οὔτε ὡς προϊόντος͵ μᾶλλον δὲ ἕνωσίς ἐστι τῶν δυεῖν στοιχείων εἰς ἄλληλα καὶ ἐπιστροφὴ τοῦ προοδικοῦ εἰς τὸ μόνιμον͵ καθ΄ ἣν ἡ κρᾶσις τῶν δύο στοιχείων͵ καθ΄ ἣν κρᾶσιν ὁ χαρακτὴρ ἐπιγίνεται καὶ τὸ εἶδος τοῦ τρίτου. Διόπερ ἡ ἐπιστροφὴ καὶ τοῦ τρίτου ἐστὶ μόνου· καὶ τοῦτο μέντοι ἰδιοποιὸς λέγεται καὶ τοῦ προελθόντος ἀνάτασις εἰς τὸ μένον ὅτι τοῦ προοδικοῦ ἐν τῷ τρίτῳ εἰς τὸ ἐν αὐτῷ μόνιμον καὶ τοῦ τρίτου εἰς τὸ πρῶτον͵ ὅτι τὸ προελθὸν κατὰ τὸ μένον ἐν τῷ πρώτῳ ἐστι. Καὶ ὁρᾷς ὅτι κατ΄ οὐσίαν ἐν τῷ τρίτῳ τὰ τρία οἷα στοιχεῖα συγκέκραται ἀλλήλοις͵ καὶ τὸ ὅλον τὰ τρία ἔχει͵ καὶ πρός γε αὐτὸ τριχῇ ἐνεργεῖ͵ μένον ἐν ἑαυτῷ καὶ προϊὸν ἀφ΄ ἑαυτοῦ καὶ ἐπιστρεφόμενον πρὸς ἑαυτό. Στοιχεῖα γὰρ αὐτοῦ τῆς οὐσίας τὰ τρία καὶ εἰς τὸ ὅλον ἕκαστον δρέψαι εἰς ἄλληλα ἅπαντα. Μένει οὖν διὰ τὸ μόνιμον τὸ ὅλον καὶ τὰ μέρη͵ καὶ αὖ πρόεισι διὰ τὸ προοδικὸν καὶ ἐπιστρέφει

1.170 διὰ τὸ ἐπιστρεπτικόν. Τοιγαροῦν καὶ μένει ἐν αὐτῷ τὸ τρίτον κατὰ τὸ ἐγκεκραμένον τῆς μονῆς ἰδίωμα͵ καὶ προϊὸν ἀφ΄ ἑαυτοῦ καὶ ἐπιστρέφει πρὸς ἑαυτό. Ἀλλὰ δὴ τὰ τρία καὶ πρὸς τὸ πρῶτον ἐνεργεῖν λέγεται. Τίς οὖν ἡ διαφορά; ἢ ὅτι διττὴ ἡ διάκρισις͵ ἡ μὲν ἀπὸ τοῦ πρώτου͵ ὡς τρίτου͵ ἡ δὲ ἀφ΄ ἑαυτοῦ ὡς πληθυομένου ἐν ἑαυτῷ καὶ οὐ τρίτου ἁπλῶς γινομένου͵ ἀλλὰ τριαδικοῦ κατὰ τὴν ἐν αὐτῷ φανεῖσαν τριάδα. Ἀλλὰ πᾶσα τριὰς καὶ μονάς ἐστι͵ ἡ πρὸ αὐτῆς πάντως μονάς· ὥστε κατὰ μὲν τὴν τριάδα πρόεισιν ἀφ΄ ἑαυτοῦ͵ κατὰ δὲ τὴν μονάδα͵ μένει ἐν ἑαυτῷ͵ ἐπιστρέφει δὲ κατὰ τὴν ἕνωσιν τῆς τριάδος πρὸς τὴν μονάδα. Εἰ δὲ καὶ οὕτω λέγοι τις͵ οὐκ ἂν πόρρω βάλοι τοῦ ἀληθοῦς͵ ὡς τὸ μὲν τριαδικὸν ἐν αὐτῷ τῆς ἐπιστροφῆς αἴτιον· τρίτη γὰρ καὶ ἡ ἐπιστροφή· τὸ δὲ δυαδικὸν τῆς προόδου· δευτέρα γὰρ ἡ πρόοδος· τὸ δὲ μοναδικὸν τῆς μονῆς͵ ὅτι πρώτη ἡ μονὴ τῶν τριῶν. Ταῦτα μὲν οὖν ἕτερος λόγος. Πρὸς δ΄ οὖν τὸ πρῶτον͵ μένει μὲν ἐν αὐτῷ͵ ὅτι οὐ πάντη διέστη καὶ ὁπωσοῦν͵ ἐπιστρέφει δέ͵ ὅτι τὸ διαστὰν τῷ μὴ διαστάντι συνῆψεν κατὰ τὴν εἰρημένην ἐπιστροφήν. Μία οὖν ἐπιστροφὴ ἢ διττή͵ ἡ μὲν πρὸς ἑαυτό͵ ἡ δὲ πρὸς τὸ πρὸ ἑαυτοῦ; ἢ τῷ μὲν ὑποκειμένῳ μία͵ τῇ δὲ σχέσει διττή. Καθόσον μὲν γὰρ ἑαυτὸ περιέγραψεν͵ ὡς εἴρηται͵ δι΄ ἐπιστροφῆς͵ ἐπέτρεψε πρὸς ἑαυτό· καθόσον δὲ ὅλον ἔστη καθ΄ ἑαυτὸ περιγεγραμμένον καὶ τέλειον͵ ὡμοιώθη τῷ πρὸ αὐτοῦ͵ ὅτι καὶ ἐκεῖνο πρὸ τούτου καθ΄ ἑαυτὸ τέλειον͵ ἑαυτοῦ τινα φύσιν ἴδιον εἰληχός͵ καὶ ὅτι μὲν τὸ τρίτον ὑπέστησεν ἑαυτὸ πρὸς ἐκεῖνο πρῶτον (ἐπιστροφὴ γὰρ καὶ αὕτη τις)͵ καὶ ἔτι πρὸ τούτων ὅτι οἷον τὸ γεννῶν ἠβουλήθη͵ τοιοῦτον ἀπετελέσθη τὸ γεννώμενον. Τῷ ἄρα αὐτὸ ὅπερ ἐστι γενέσθαι ἐπέστραπται ἅμα καὶ πρὸς ἑαυτὸ καὶ πρὸς τὸ πρὸ αὐτοῦ. Ὡς δὲ ἔχει ἡ ἐπιστροφή͵ οὕτω καὶ ἡ πρόοδος· αὐτὸ γὰρ ὅ ἐστι καὶ ἀφ΄ ἑαυτοῦ πρόεισι κατὰ τὸ ἐν ἑαυτῷ διακεκριμένον καὶ τοῦ πρὸ αὐτοῦ· καθ΄ ἑκάτερον γάρ ἐστιν ὅ ἐστι· καὶ γὰρ καθ΄ ἑκάτερον προελήλυθε· καὶ μέντοι καὶ ἀπὸ τοῦ αἰτίου κατὰ τὸ συναμφότερον· καὶ γὰρ αὐτὸ τὸ προεληλυθὸς ὅλον ὅ ἐστι͵ κατὰ τὸ
1.171 συναμφότερον· τὸ γὰρ ἀπὸ τοῦ πρώτου διακριθῆναι κατὰ τὴν τρίτην διάκρισιν͵ καὶ αὐτὸ ἐν ἑαυτῷ διακεκριμένον ἀπέδειξεν. Ὁμοίως ἄρα καὶ ἡ μονὴ τῷ ὑπο κειμένῳ ἐστὶν ἡ αὐτή͵ σχέσει διαφέρουσα μόνον. Τὸ γὰρ μὴ πάντη διαστῆναι τοῦ αἰτίου͵ τοῦτο ἐποίησεν αὐτὸ μηδὲ ἑαυτοῦ πάντη διαστῆναι. Τῷ αὐτῷ ἄρα μονίμῳ καὶ ἐν ἑαυτῷ μένει͵ καὶ ἐν τῷ πρὸ αὐτοῦ͵ καὶ τῷ προοδικῷ ἀφ΄ ἑαυτοῦ γε πρόεισι καὶ ἀπ΄ ἐκείνου· καὶ δὴ καὶ τῷ ἐπιστρεπτικῷ πρὸς ἑαυτό τε ἐπέστραπται καὶ πρὸς ἐκεῖνο. Τοῦτο δέ ἐστι τὸ τρίτον στοιχεῖον͵ καθὸ τὸ προοδικὸν τῷ μονίμῳ συνδέδεται. Ἐκ τριῶν ἄρα τούτων ἐστὶ τὸ προεληλυθός͵ οὐ καθὸ προῆλθεν͵ ἀλλὰ καθὸ τόδε οἷον νοῦς. Ἔστι δὲ καὶ ἐν τῷ προϊόντι τὰ τρία͵ ἀλλ΄ οὐκ ἐν μόνῳ τῷ προεληλυθότι· ἔστι καὶ ἐν τῷ μένοντι πρὸ τοῦ προϊόντος͵ ἀλλ΄ ἐν τούτῳ μὲν συνῃρημένα καὶ ἀδιάκριτα͵ ἐν δὲ τῷ τρίτῳ διῃρημένα͵ ἐν δὲ τῷ μέσῳ μέσως͵ καὶ διακρινόμενα μόνον. Ἀλλ΄ εἰ ἀδιάκριτα ἐν τῷ πρώτῳ͵ οὐδ΄ ἂν μένειν λέγοιτο δικαίως τὸ πρῶτον; ἢ ὡς μὲν ἔχον τὸ μόνιμον στοιχεῖον͵ οὐκ ἂν λέγοιτο· οὐ γὰρ ἔχει κατ΄ ἀλήθειαν ἀφωρισμένον· ὡς δὲ μὴ προϊὸν λέγοιτο ἂν κατὰ ἀναλογίαν ὡς πρὸς τὸ τρίτον͵ ἢ τόγε δεύτερον. Καὶ δὴ τὸ προϊὸν πρὸς τὸ ἐληλυθὸς καὶ προϊὸν μένον λέγοιτο ἄν· κατὰ ἀλήθειαν δὲ οὐδέτερον· οὔπω γὰρ οὐδὲ ἐν τούτῳ διώρισται τὰ στοιχεῖα· ἐν ἄρα τῷ τρίτῳ τὰ τρία διώρισται ἀπ΄ ἀλλήλων· πρῶτον ἄρα τὸ τρίτον κυρίως καὶ μένει καὶ πρόεισι καὶ ἐπιστρέφει πρὸς τὸ πρὸ ἑαυτοῦ· ἀλλὰ πρὸς μὲν τὸ προσεχές͵ ὅπερ ἦν τὸ δεύτερον κατὰ τὴν ὑπὸ τοῦ δευτέρου παραλλαγήν τε καὶ ὑπόστασιν͵ οἷον τὴν ἀπὸ τοῦ διακρινομένου· κατὰ δὲ τὴν ἀπὸ τοῦ ἀδιακρίτου καὶ πρώτου πρὸς αὐτὸ τὸ ὑπέρτερον. Ὁ γὰρ νοῦς φέρε εἰπεῖν καὶ πρὸς ζωὴν ἔχει τὴν τριπλῆν σχέσιν καὶ πρὸς τὸ ὂν κατὰ τὴν ἀπ΄ ἐκείνου γένεσιν. Ἀλλὰ περὶ μὲν τούτων καὶ αὖθις. Ἐν δὲ τῷ πρώτῳ͵ τρίτῳ γεγονότι͵ τὰ τρία φανέντα προέρχεται καὶ διὰ πάντων τῶν ἐφεξῆς. Τρίτον λέγω δὲ οἷον εἰ ἐν τῷ πρώτῳ ἐφάνη νῷ͵ καὶ ἐν παντὶ νῷ τὰ τρία ἐστι· ἐπικρατεῖ δὲ ὁμῶς ἐν μὲν τῷ ἄκρῳ ἡ μονή͵ τὰ ἄλλα εἰδοποιοῦσα͵ ἐν δὲ τῷ ἐσχάτῳ ἡ ἐπιστροφή͵ ἐν δὲ τῷ μέσῳ ἡ πρόοδος. Διόπερ ἐν ἑκάστῃ νοερᾷ τριάδι τὸ μὲν πρῶτον μονιμώτερον͵ τὸ δὲ δεύτερον προοδικώτερον͵ τὸ δὲ τρίτον ἐπιστρεπτικώτερον. Οὐκοῦν ἐπὶ τούτοις ἡ διττὴ μονὴ οὐκ ἄλλως ὑπετίθετο͵ εἴπερ μένειν ἐστὶ τὸ μὴ διαστῆναι πάντη τοῦ γεννῶντος αἰτίου μηδὲ τῆς ἐκείνου φύσεως͵ τὸ δὲ ἐπιστρέφειν ἐστὶ τὸ τὴν