ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.172-1.175)


1.172 ἑαυτοῦ περιγράφειν ὑπόστασιν ἐν τῷ προεληλυθέναι μετὰ τοῦ μένειν͵ ἵνα ᾖ τὸ αὐτὸ προεληλυθὸς καὶ οὐ προεληλυθός͵ οὐ διεσπασμένον ἑκάτερον͵ ἀλλὰ συναμφότερόν τι γιγνόμενον διὰ τῆς ἐπιστρεπτικῆς ἰδιότητος. Τοιοῦτον γὰρ ὂν τὸ τρίτον ὅλον τίνα ἂν ἔχοι μονὴν ἄλλην πρὸς τήνδε τὴν ἐπιστροφήν͵ ἢ τήνδε τὴν πρόοδον; εἰ μὴ ἄρα πρὸς τὰ μετὰ ταῦτα καὶ ἀπ΄ αὐτοῦ παραγόμενα; τὸ γὰρ ἐν τῷ οἰκείῳ εἴδει καὶ τῇ οἰκείᾳ τάξει παράγον ἀφ΄ ἑαυτοῦ τὰ ἀπ΄ αὐτοῦ τὸ μόνιμον ἔχοι ἂν ἀπὸ τῆς συνουσιωμένης μονῆς. Εἰ μὴ ἄρα͵ οὐδὲ ῥητέον τὰ παράγοντα μένειν͵ ἀλλὰ τὰ παραγόμενα ἐν τοῖς προάγουσι καὶ ἐν ἑαυτοῖς· ἢ τὸ μένειν τῶν παραγόντων κατὰ τὸ μὴ συμπροϊέναι τοῖς παραγομένοις θεωρητέον. Τί οὖν; ὅλον τὸ τοιοῦτον οὐκ ἐπιστρέφει πρὸς τὸ πρῶτον; ἢ ἐπιστροφὴν ποιήσεται· ἢ πρῶτον εἰ ἐπιστρέφοι πρὸς τὸ γεννῶν͵ δεῖ αὐτὸ προεληλυθὸς εἶναι͵ καὶ οὐ μένειν͵ ὡς ἡ ἀπορία. Εἰ δὲ ἐν τῷ προεληλυθέναι μένειν λέγοι τις͵ ἐπίτασιν λέγοι ἂν καὶ οἷον βεβαίωσιν τοῦ προεληλυθέναι τὴν αὐτὴν μονήν͵ ἀλλ΄ οὐχὶ τὴν ἀντιδιῃρημένην τῇ προόδῳ τε καὶ ἐπιστροφῇ͵ ἐπεὶ καὶ τὸ ἐπιστρέφειν προϊέναι ἐστί· προκοπὴ γάρ τις͵ ἀλλ΄ οὐχὶ ἀπὸ τοῦ αἰτίου. Εἰ δὲ καὶ μέθεξιν ἐν ἑκάστῃ θεωροῖ τις ἑκάστης͵ ἐπεὶ καὶ τὸ μόνιμον τοῦτο πρό εισιν εἰς τὸ τρίτον· εἰ δὲ καὶ πρόεισι͵ καὶ ἐπιστρέφει· οὕτω γὰρ καὶ ἡ πρόοδος ἔχει τι ἐπιστρεπτικόν͵ εἴπερ καὶ αὕτη προῆλθε· καὶ ἡ ἐπιστροφὴ ἕξει τι μόνιμον͵ εἴ γε καὶ προοδικόν. Οὕτω δ΄ οὖν ὑποτιθέμενοι καλῶς ὁμολογήσομεν· ὁμοταγῆ γὰρ ὄντα τὰ τρία ἀντιμεθέξει ἀλλήλων· ἡ δὲ ἀπορία οὐχ ἕξει χώραν͵ ἡ γὰρ διαίρεσις οὐκ ἐγένετο τῶν καθ΄ ὕπαρξιν ἰδιοτήτων· ἡ ἄρα κάτω μονὴ μέθεξίς ἐστι τῆς ἄνω ῥηθείσης. Τίς οὖν ἡ τῶν τριῶν ἀντι διαίρεσις; τὸ μὲν γὰρ προϊέναι καὶ μένειν ἀντιφατικόν͵ προϊέναι γὰρ καὶ μὴ προϊέναι λέγεται. Τὸ δὲ ἀντιστρέφειν τί πρὸς ταῦτα; ἢ ὅτι τὸ προελθεῖν διάστασιν μόνην δηλοῖ καὶ παράλλαξιν͵ οὔπω δὲ συστροφήν τινα καὶ σύστασιν τοῦ χαρακτῆρος ἐν τῷ τὸ προελθεῖν ἔστη καὶ περιεγράφη· τοῦτο οὖν ἡ ἐπιστροφὴ προστεθεῖσα συνεισήγαγεν͵ ὡς τὸ μὲν εἶναι δηλωτικὸν τῆς ἀπ΄ ἄλλου εἰς ἄλλο διαστάσεως ἢ παραλλάξεως͵ τὸ προοδικὸν ἰδίωμα͵ τὸ δὲ μόνιμον τοῦ γεννῶντος εἴδους͵ τὸ δὲ ἐπιστρεπτικὸν τοῦ γεννωμένου παραστατικόν.

1.173 Εἰ δὲ μετέχει τὰ γεννώμενα τῶν γεννώντων͵ καὶ ὅπως μετέχει ἢ οὐ μετέχει͵ μετὰ ταῦτα ζητήσομεν. Νῦν δὲ μόνον ἡ ἀνάγκη τῆς διαιρέσεως ἀποδέδοται τῶν τριῶν͵ ὡς τὰ μὲν κατὰ τὰ πέρατα θεωρεῖται͵ τὸ δὲ κατὰ τὸ μέσον· μένει μὲν γὰρ ἐν τῷ παράγοντι͵ ἐπιστρέφεται δὲ κατὰ τὸ παρηγμένον͵ ὅ ἐστιν· πρόεισι δὲ εἰς τοῦτο ἀπ΄ ἐκείνου. Ἀλλ΄ ἐπεὶ ταῦτα καθόλου διώρισται͵ φέρε νῦν ἐπὶ τῶν πραγμάτων αὐτὰ παραλάβωμεν. Τριχῆ γὰρ ἑκάστη διαιρεῖται͵ ἥ τε μονὴ καὶ πρόοδος καὶ ἐπιστροφή͵ ἑκάστη γὰρ ἢ οὐσιώδης ἐστὶν ἢ ζωτικὴ ἢ γνωστική. Ὅτι μὲν γάρ ἐστιν ἐπιστρέφεσθαι κατὰ γνῶσιν͵ φανερόν· ἔστι γὰρ τὸ γιγνῶσκον καὶ ἑαυτὸ καὶ τὰ πρὸ αὐτοῦ· ὅτι δὲ καὶ κατ΄ οὐσίαν͵ δηλοῖ τὸ δεῖν εἶναί τι αὐθυπόστατον͵ ἀλλὰ μὴ μόνον ἑτέρωθεν ὑφιστάμενον. ῍Η γὰρ ἐπ΄ ἄπειρον͵ εἰ μηδὲν αὐθυπόστατον͵ ἢ μετὰ τὸ πάντη τὴν ὑπόστασιν ἐκβεβηκὸς ὡς μηδαμῶς ὑφεστάναι μήτε ἀπ΄ ἄλλου μήτε ἀφ΄ ἑαυτοῦ͵ τὸ ἑτέρωθεν ὑφιστάμενον θήσομεν· καὶ τὸ ἀφ΄ ἑαυτοῦ ὑποβλέψομεν μέσον γε ὂν τῇ ἑαυτοῦ φύσει͵ καθάπερ τὸ αὐτοκίνητον τοῦ ἀκινήτου τε καὶ ἑτεροκινήτου μέσον ὁμο λογοῦμεν. Εἰ γάρ τι καὶ ἑτέρωθεν ὑφιστάμενον κρεῖττον τοῦ ἀφ΄ ἑαυτοῦ͵ ἀλλ΄ ἔστι τι͵ ὃ καὶ χεῖρον͵ ὅπερ ἐπὶ τῶν σωματοειδῶν ἀληθὲς εἰπεῖν. Δεῖ δὲ εἶναι τὸ φύσει κρεῖττον͵ εἴπερ καὶ τὸ χεῖρον. Ἀλλ΄ ὅτι μέν ἐστι τὸ αὐθυπόστατον͵ καὶ αὖθις ἐπιζητήσομεν τοῦτό τε καὶ ὅ τε τυγχάνει ὄν͵ καὶ καθ΄ ἣν ἐκφαίνεται τάξιν. Τοῦτο δὴ οὖν τὸ ἑαυτὸ ὑφιστάνειν͵ ἐπιστρέφεσθαί ἐστιν αὐτὸ πρὸς ἑαυτὸ κατ΄ οὐσίαν· ἔσται ἄρα καὶ αὐτόζων κατὰ τὰς αὐτὰς αἰτίας͵ ὅπερ ἑαυτὸ ζωοποιεῖ. Καὶ οὐχ ἑτέρωθεν μόνον δέχεται τὴν ζωήν͵ ἀλλὰ πρὸς μὲν ἑαυτὸ τοιαῦτα ἐπιδείκνυται τὰς τρεῖς ἐπι στροφάς· πρὸς δὲ τὸ πρῶτον πῶς; γνωστικὴ μὲν γὰρ εἰς ἐκεῖνο ἐπιστροφὴ τοῦ τρίτου γίγνεται͵ ὅτι γιγνώσκει ἐκεῖνο· ζωτικὴ δέ τινα τρόπον͵ ἢ οὐσιώδης τάχα σαφεστέρα προφαίνεται. Καὶ γὰρ ἐλέγομεν ἐν τοῖς πρόσθεν ὅτι τὸ τρίτον͵ ἐπειδὴ προῆλθεν καὶ καθ΄ ἑαυτὸ γέγονεν καὶ ὅρον ἔσχεν ἀφ΄ ἑαυτοῦ τὸν οἰκεῖον͵ οὕτω τούτῳ ἐπεστράφη πρὸς τὸ πρῶτον͵ ἄλλο τοιοῦτο γεγονὸς

1.174 ἐν τῇ τρίτῃ τάξει οἷον ἐν τῇ πρώτῃ ἐκεῖνο͵ οἷον ὡς ἐκεῖνο τὸ ὂν ἁπλῶς͵ τοῦτο νοῦς ἁπλῶς· καὶ ὡς ἐκεῖνό γε οὐσία ἡνωμένη͵ οὕτως τοῦτο νοῦς συνηρημένος͵ οἷα προσήκει τῷ νῷ συναίρεσις͵ οὐχ οἵα τῷ ὄντι. Διόπερ εἰς ὅρον ἐμβὰς τὸν οἰκεῖον ὁ νοῦς ᾠκειώθη τῷ πρώτῳ πάντων ὅρῳ φανέντι· αὕτη μὲν οὖν ἡ κατ΄ οὐσίαν ἐπιστροφὴ τοῦ νοῦ πρὸς τὸ ὄν· ἡ δὲ κατὰ ζωὴν τίς ἂν εἴη; ἢ ἐπειδὴ μετὰ τὸ ὂν ἡ ζωὴ καὶ ἄμεσος ἡ πρὸς τὸ ὂν τῆς ζωῆς συναφή͵ τὸ ζωτικῶς ἐπιστρεφόμενον πρὸς τὸ ὂν εἰς τὴν πρὸς αὐτὸ συναφὴν ἐκείνην ἐπείγεται ἣν πρὸς αὐτὸ συνῆπται πρὸ τῶν ἄλλων ἁπάντων αὕτη ἡ ζωή. Ὥστε ἡ μὲν οὐσιώδης ἐπιστροφὴ πρὸς ἐκεῖνο ποιεῖ τὸ ἐπιστρεφόμενον͵ οἷον ἐκεῖνο͵ ἡ δὲ ζωτικὴ συνημμένον αὐτῷ μόνον ἀμέσως κατὰ τὴν ζωήν͵ ἡ δὲ γνωστικὴ πόρρωθεν αὐτὸ καὶ ἀπὸ τῆς τρίτης ἐπανάγει τάξεως ἐπὶ τὸ πρῶτον· καὶ ἀΐδιος αὕτη τοῦ τρίτου ᾗ τρίτον ἐπιστροφή͵ καὶ τοῦ νοῦ ᾗ νοῦς· πολλὴ γὰρ ἡ πρὸς τὸ ὂν διάστασις τοῦ νοῦ͵ καὶ πρὸς τὸ γιγνωσκόμενον τοῦ γιγνώσκοντος· ἐν διακρίσει γὰρ ἀξιολόγῳ τὸ ὁρῶν πρὸς τὸ ὁρώμενον· ἡ δὲ ζωὴ σχεδὸν οὐσία ἐστὶ καὶ εὐθὺς μετ΄ ἐκείνην͵ καὶ τὸ ζῶν τοῦ οὐσιωμένου οὐ πόρρω. Περὶ δὲ τούτων καὶ αὖθις ἐροῦμεν͵ αὐτίκα δὴ μάλα. Νῦν δὲ τὰς ἐπιστροφὰς ἀποδεδώκαμεν τοῦ νοῦ πρὸς τὸ ὄν͵ καὶ τοῦ τρίτου πρὸς τὸ πρῶτον· ὁμοίας δὲ ἀποδώσωμεν καὶ τὰς πρὸς τὸ δεύτερον τοῦ τρίτου καὶ τοῦ νοῦ πρὸς ζωήν. Γιγνώσκει τε γὰρ ὁ νοῦς τὴν ζωήν͵ εἴπερ καὶ τὸ ὄν͵ καὶ κατὰ τὸν ὅμοιον τρόπον͵ καὶ μέντοι καὶ εἰς τὸν ὅρον αὐτῆς ἐμβήσεται͵ ὅς ἐστιν αὐτῆς οὐσία͵ καθ΄ ὃν ζωὴ γίγνεται νοερὰ ὁ νοῦς͵ ὥσπερ οὐσία νοερὰ κατὰ τὴν πρὸς τὸ ὂν ἀφομοίωσιν͵ ὥσπερ νοῦς κατὰ τὴν ἑαυτοῦ τρίτην ἰδιότητα· νόει γάρ μοι τὸν νοῦν ὡς τρίτον ὄντα τρίμορφον γεγονότα καθ΄ ὅλον ἑαυτόν͵ καὶ ὄντα καὶ ζῶντα καὶ νοοῦντα͵ συνῃρημένον τε καὶ δια κρινόμενον καὶ διακεκριμένον· ᾗ οὖν ζωῇ καὶ πῶς διακρίνεται ὡς ἐν διακεκριμένῳ τὸ διακρινόμενον εἶναι δυνατὸν ἀφομοιοῦται πρὸς τὴν ζωὴν καὶ οἷον εἰς ζωὴν καθίσταται· καὶ αὕτη ἐστὶν ἡ πρὸς ζωὴν οὐσιώδης ἐπιστροφή· τίς δὲ ἂν εἴη ἡ ζωτικὴ πρὸς ζωήν; ἢ ἄλλο ἐστὶν ἑστάναι κατὰ τὸν ὅρον τῆς ζωῆς͵ καὶ γενέσθαι ζωήν. Ἄλλον οὖν ὄντα καὶ καθ΄ ἑαυτὸν ἑστῶτα͵ ὅς ἐστι συνῆφθαι ζωῇ͵ ὡς τρίτον δευτέρῳ͵ καὶ ζῆν μᾶλλον ἢ ζωὴν εἶναι͵ καὶ ὀρέγεσθαι ζωῆς͵

1.175 ἀλλ΄ οὐχὶ καὶ ἤδη ζωὴν γενέσθαι. Ὁ δὲ αὐτὸς ἡμῖν ἁρμοζέτω πανταχοῦ τύπος τῶν τριῶν ἐπιστροφῶν͵ ὁπούποτε ἂν ὦσι καὶ ὁπόσων ἢ πρὸς ὁπόσα τῶν προϋπαρχόντων· πρὸς γὰρ ἕκαστα ἐπιστρέφεται τῶν πρὸ ἑαυτοῦ τὸ ἐπιστρεφόμενον͵ εἴτε ἔγγυθεν͵ εἴτε πόρρωθεν͵ ἀφομοιοῦταί τε πρὸς ἐκεῖνο πᾶν πρὸς ὃ ἐπιστρέφεται͵ εἴτε δὴ κατὰ τὰς εἰς αὐτὸ συρρεούσας ἀπὸ τῶν πρὸς ἃ ἐπιστρέφεται ἰδιότητας οἰκείας ἤτοι πληρωμάτων ἢ στοιχείων͵ ἤτοι συνουσιωμένας τῷ δεχομένῳ͵ ἢ ἐπεισάκτους ἄλλως γιγνομένας͵ εἴτε κατὰ τὰς ἐν αὐτῷ τῷ ἐπιστρεφομένῳ διαφόρους ὑπάρξεις͵ αὐτοῦ οὔσας ἰδίας καὶ οὐκ ἄνωθεν ἡκούσας͵ ἄλλως δὲ ἐκείναις ἀναλογούσαις ταῖς τῶν προγενεστέρων φύσεσι͵ πρὸς ἃ καὶ ἡ ἐπιστροφὴ κατὰ ἀναλογίαν ἐπιτελεῖται. Ὁ μὲν γὰρ ἤδη προάγων λόγος ἑκάτερον ἐδόκει λέγειν͵ ποτὲ μὲν τῷ προεληλυθότι καὶ τρίτῳ ὅρῳ τὸν νοῦν ἀφομοιῶν πρὸς τὸ ὄν͵ ποτὲ δὲ τῷ ἐνόντι αὐτῷ ἑνουμένῳ ἀνάγων αὐτὸ πρὸς τὸ πρὸ αὐτοῦ ἡνωμένον͵ τὸ τοῦ ὄντος λέγω συνῃρημένον. Εἰ δὲ ἑκάτερον ἀληθές͵ ἢ οὐδέτερον ἢ τὸ ἕτερον ὁποτερονοῦν͵ ἢ πάντα ταῦτα πῆ τε καὶ πῶς͵ εἰσαῦθις ἀναβάλλομαι εἰς τὸν περὶ τῶν μεθέξεων λόγον. Νῦν δὲ τοσοῦτον διορίζομαι συντομώτερον ὡς ἄλλο μὲν εἶναι αὐτὸ ὅ ἐστιν͵ ἄλλο δὲ τὸ ὁμοιοῦσθαι πρὸς ἄλλο κατ΄ αὐτό γε ὅ ἐστιν· οἷον νοῦς ἐστιν ἀφ΄ ἑαυτοῦ μένων͵ ὅς ἐστι͵ κατὰ τὴν εἰς ἑαυτὸ ἐπιστροφήν͵ ἑαυτὸν περιγράψας καὶ οὐσιωδῶς καὶ ζωτικῶς καὶ γνωστικῶς· ἀλλὰ καὶ ἀπὸ τῆς ζωῆς προῆλθεν τοῦτο ὅ ἐστιν ὁ νοῦς͵ πάντα καὶ ἐκεῖθεν ὅσα ἀφ΄ ἑαυτοῦ κεκτημένος. Πᾶς οὖν καὶ ὅλος ἐπέστραπται πρὸς τὴν αἰτίαν͵ οὐ καθοσονοῦν ἑαυτοῦ ἐστιν͵ ἀλλὰ καθόσον ἐκείνης· ὀρέγεται οὖν συνῆφθαι τῇ παραγούσῃ αἰτίᾳ καὶ εἶναί πως ἐκείνη ὡς δύναται καὶ ὁρᾶν αὐτὴν ὡς πρὸ αὐτοῦ τεταγμένην καὶ κεχωρισμένην. Οὕτω δὲ ἔχει καὶ πρὸς τὸ ὂν καὶ ἕκαστον τῶν παραγόντων͵ κἂν ᾗ πολλὰ παρακτικὰ πρὸς ἕκαστον ὁμοίως. Ἀπαιτεῖ δὲ ὁ λόγος μετὰ ταῦτα διαπορούμενος πρῶτον μὲν διὰ τί μόνον τριχῆ διειλόμεθα τῶν τριῶν τούτων ἑκάστην͵ ἐπιστροφὴν λέγω καὶ πρόοδον καὶ μονήν͵ οὐσιώδη φαμὲν καὶ ζωτικὴν καὶ γνωστικήν. Ἐνῆν μὲν γὰρ