ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.176-1.179)


1.176 εἰπεῖν καὶ τριαδικῶς͵ ἀδιάκριτον͵ διακρινομένην͵ διακεκριμένην͵ ἢ ἑνιαίαν καὶ πεπληθυσμένην͵ καὶ μέσην τινά͵ ἣν καλεῖν τις ἀξιώσει ἡνωμένην. Ἔξεστι δὲ καὶ πολλαχῶς θεωρεῖν· καθ΄ ἕκαστον γὰρ κόσμον ἐστὶν ἑκάστη μονή τε καὶ πρόοδος καὶ ἐπιστροφὴ ἰδιότροπος· ἀλλὰ καὶ καθ΄ ἕκαστον εἶδος οἰκεία τῷ εἴδει καὶ παρώνυμος ἐκείνῳ͵ ἀλλ΄ οὐ μόνοις τοῖς τρισὶ τούτοις͵ νῷ τε καὶ ζωῇ καὶ ὄντι. Τάχα γὰρ ἄν τις καὶ ἀπορήσειε τίς ἡ τριὰς αὕτη καὶ πόθεν λαβοῦσα τὴν ἀντιδιαίρεσιν· ἡ μὲν γὰρ γνῶσις ἀντιδιαιρεῖται πρὸς τὸ γνωστόν· καὶ ἔστω τι μέσον͵ εἰ βούλει͵ γιγνῶσκον καὶ γιγνωσκόμενον· ἀλλ΄ οὔπω τοῦτο ζωή͵ οὐδὲ τὸ γνωστὸν πάντως ὄν. Πολλὰ γὰρ καὶ ἄλλα γνωστὰ καὶ πᾶν εἶδος γνωστόν͵ ὥστε καὶ ὁ νοῦς γνωστόν. Διὰ τί οὖν ὡς γνωστικός͵ ἀντιδιαιρεῖται τῷ ὄντι ὡς γνωστῷ; πόθεν δὲ ἡ οὐσία πρὸς νοῦν ἀντίκειται͵ ἵνα καὶ τὴν ζωὴν ἐν μέσῳ τάξωμεν; εἰ μὲν γὰρ κίνησις ἡ ζωή͵ τίς ἡ ἀντίθετος τῇ κινήσει στάσις; ἢ γὰρ ὁ νοῦς καὶ ἐκτὸς φαίνεται τῆς ἀντιδιαιρέσεως͵ ἢ οὐσία ἡ αὐτὴ κατὰ τὴν στάσιν· ὁ δὲ νοῦς ἔξω τῆς ἀντιθέσεως. Πρῶτον μὲν οὖν͵ ὅπερ ἔφην͵ περὶ αὐτῆς ἀπορητέον τῆς τριαδικῆς ἀντι διαιρέσεως. Δεύτερον δὲ εἰ τὸ ἐπιστρεφόμενον πάντως τὸ τρίτον ἐστίν͵ ὡς ἀρχόμενος ἐδόκει λέγειν ὁ λόγος. Τοῦ γὰρ τρίτου πρὸς τὸ πρῶτον ἔλεγεν εἶναι· ἢ καὶ τὸ δεύτερον ἐπιστρέψει πρὸς τὸ πρὸ ἑαυτοῦ͵ ὡς τὸν νοῦν ἐτίθετο πρὸς ζωὴν ἐπιστρέφοντα τὴν προσεχῶς ὑπερκειμένην͵ ὥστε καὶ τὴν ζωὴν ἀξιώσει τις ἐπιστρέφεσθαι πρὸς τὸ ὄν͵ καίτοι ὃ μὴ προελήλυθεν οὐδὲ ἐπιστροφῆς δεῖσθαί φαμεν. Τρίτον ἐπὶ τούτοις ἀπορητέον εἰ μὴ μόνη ἡ ἐπιστροφὴ θεωρεῖται τριχῶς͵ ἀλλὰ καὶ ἡ μονὴ καὶ ἡ πρόοδος͵ οὐσιώδης τε καὶ γνωστικὴ καὶ ζωτική͵ ἡ μὲν ἀφ΄ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ ἑκάστη͵ ἡ δὲ ἀπὸ τοῦ πρὸ αὐτοῦ καὶ ἐν τῷ πρὸ αὐτοῦ. Τέταρτον δὲ πῶς ἐπὶ μὲν τῆς γνωστικῆς ἐστι τρία ταῦτα͵ γιγνῶσκον͵ γιγνωσκόμενον͵ γνῶσις͵ ἐπὶ δὲ τῶν οὐσιωδῶν ἐπιστροφῶν οὐκέτι͵ οὐδὲ ἐπὶ τῶν ζωτικῶν. Εἰ δέ ἐστίν πως͵ ποῖα ταῦτα ἂν εἴη; Πέμπτον διὰ τί τὸ μὲν αὐτόγνωστόν ἐστιν ὅπερ ἑαυτὸ γιγνώσκει͵ τὸ δὲ

1.177 αὐτόζων καὶ αὐθυπόστατον ὅπερ ἑαυτὸ ποιεῖ ζῆν τε καὶ εἶναι. Τῆς γὰρ ἐπιστροφῆς ἑκάστης ἴδιον εἶναι ῥητέον τὸ συννεύειν αὐτὸ πρὸς ἑαυτὸ μόνον͵ οὐ μέντοι καὶ ζωοποιεῖν· τοῦτο γὰρ ζωῆς ἢ ζωοποιοῦ τινὸς ἴδιον͵ ἀλλ΄ οὐκ ἐπιστροφῆς αὐτὸ μόνον βουλομένης ἐπιστρέψαι πρὸς ἑαυτό. Ὁμοίως δὲ καὶ τὸ οὐσιοποιὸν τῆς ἐπιστροφῆς ἀλλότριον· ἡ γὰρ ἑαυτοῦ γνῶσις οὐκ ἔστι γνωστοποιὸς ἢ γιγνώσκοντος ἀπεργαστική͵ καίτοι ἐδόκει καὶ ταύτην κατὰ τὸ ποιεῖν ἐνδέχεσθαι͵ εἴπερ καὶ ἐκείνας. Ἕκτον δὴ οὖν ἐστι πρὸς τοῖς εἰρημένοις διὰ τί τῶν πρὸς τὰ προγενέστερα ἐπιστροφῶν ἡ μὲν γνωστικὴ ὁμοίως ἔχει τῇ πρὸς ἑαυτό· γιγνώσκει γὰρ καὶ ἐκεῖνο μόνον͵ ὥσπερ καὶ ἑαυτὸ κατὰ τὴν ἐπιστροφήν͵ ἡ δὲ ζωτική τε καὶ οὐσιώδης οὐ τὸν αὐτὸν τρόπον· ἑαυτὸ μὲν γὰρ οὐσιοῖ καὶ ζωοῖ τὸ κατ΄ αὐτὰς ἐπιστρεφόμενον πρὸς ἑαυτό͵ οὐ μέντοι δρᾷ τι καὶ εἰς τὰ πρὸ ἑαυτοῦ κατ΄ οὐδ οτιοῦν. Ἕβδομον τοίνυν ζητητέον πῶς γιγνώσκει τὸ πρὸ ἑαυτοῦ. Ἆρα τῷ γιγνώσκειν ἑαυτὸν ὁ νοῦς καὶ τὸ πρὸ αὐτοῦ γιγνώσκει͵ ὥσπερ τῷ ἑαυτὸν κατὰ τὸν ἑαυτοῦ ὅρον ἱστάνειν ἀφομοιοῖ τὴν ἑαυτοῦ οὐσίαν τῇ τοῦ παράγοντος͵ ὡς ἐλέγομεν͵ καὶ ὡς ἐπιστρέφει τῇ οὐσίᾳ κατὰ τὸ προεληλυθὸς εἰς τὸ παράγον͵ οὕτω καὶ τῇ γνώσει τοῦ προεληλυθότος͵ ὅ ἐστιν τῆς ἑαυτοῦ φύσεως͵ γνωρίζει τὴν φύσιν τοῦ παραγαγόντος; ἢ ἀφεὶς τὴν ἑαυτοῦ ἐκείνης ἀντιλαμβάνεται καὶ λέγει μέντοι ὡς ὑπερέχει ἐκείνη ταύτης͵ ἅτε καὶ τὴν διαφορὰν ἐπιλογιζόμενος. Εἰ δὲ τοῦτο͵ κρείττων ἡ γνωστικὴ τῆς οὐσιώδους ἐπιστροφῆς͵ εἴπερ αὕτη μὲν κατὰ τὸν τοῦ προελθόντος ὅρον ἐπιτελεῖται͵ ἐκείνη δὲ κατὰ τὸν τοῦ παραγαγόντος. Ὄγδοον τί τέλος ἐστὶ τῆς γνώσεως͵ καὶ τί τῷ γιγνώσκοντι παραγίγνεται ἀπὸ τοῦ γνωστοῦ· πότερον τὸ τοῦ γνωστοῦ εἶδος ἐγγιγνόμενον τῷ γιγνώσκοντι͵ ἢ τὸ τοῦ γνωστικοῦ δυνάμει γιγνόμενον ἐνεργείᾳ κατὰ τὴν γνῶσιν· καὶ τί σεμνὸν ὁποτερονοῦν͵ ἢ τί ὠφέλιμον. Ἔνατον ζητήσεως ἄξιον εἰ δρᾷ τι τὸ γιγνῶσκον εἰς τὸ γιγνωσκόμενον ἢ τὸ γιγνωσκόμενον εἰς τὸ γιγνῶσκον. Ὅ τι γὰρ ἂν εἴποι τις τὸ χεῖρον τῇ

1.178 φύσει καὶ αἰτιατόν͵ δράσει τι εἰς τὸ κρεῖττον ἑαυτοῦ καὶ τὸ αἴτιον· τὸ γὰρ γιγνωσκόμενον τῶν μέν ἐστι κρεῖττον γιγνωσκόντων αὐτό͵ τῶν δὲ χεῖρον. Οὐκοῦν δέκατον ἐπὶ πᾶσι ζητητέον τίς ἡ γνῶσις͵ τί τὸ γνωστόν͵ τί τὸ γνωστικόν͵ καὶ εἰ τῷ τρίτῳ σύνεστι πανταχοῦ͵ ἢ καὶ τῷ δευτέρῳ͵ ἢ καὶ τῷ πρώτῳ͵ καθὸ πρῶτον· καὶ γὰρ ὁ πρῶτος νοῦς γνωστικός͵ ὅτι καὶ πᾶς. Ὅσον δὲ ἐπιβάλλει τοῖς προκειμένοις͵ καὶ περὶ ζωῆς τε καὶ οὐσίας ἀπορητέον τί ἑκάτερον καὶ τί τῆς γνώσεως διαφέρετον. Φέρε οὖν ἐξ ὑπτίας ἀπὸ τῶν ἐσχάτων ἐπὶ τὰ πρῶτα τῶν προβεβλημένων ἐπανιόντες ἐπισκεψώμεθα ἃ δεῖ πρὸς ἕκαστον λέγειν. Οὐκοῦν τὴν οὐσίαν͵ ἣν νῦν ἀντιτίθεμεν ζωῇ τε καὶ γνώσει͵ οὔτε ζωὴν φήσομεν εἶναι οὔτε γνῶσιν. Εἰ μὲν δὴ ὁμοταγεῖς εἶεν αἱ τρεῖς ἢ ὡς εἴδη ἢ ὡς γένη ἢ ὡς μέρη ἢ ὅπως λέγοι τις͵ οὐδὲν ἂν ἐκώλυσεν αὐτὰς μετέχειν ἀλλήλων· νῦν δὲ τὸ πρῶτον οὐσίαν βουλόμεθα λέγειν͵ καὶ τὸ δεύτερον ζωήν͵ καὶ τὸ τρίτον γνῶσιν͵ καὶ εἶναι τὸ μὲν αἴτιον αὐτῶν͵ τὸ δὲ αἰτιατόν͵ τὸ δὲ συναμφότερον πρὸς ἄλλο καὶ ἄλλο. Οὐκ ἄρα μεθέξει τὰ πρότερα τῶν δευτέρων· ὑπὲρ μὲν ἄρα τὸ γνῶσιν ἔχον ἡ ζωή͵ ὑπὲρ δὲ ζωὴν τὸ ὂν καὶ οὐσία. Ἔτι γὰρ καὶ ὧδε οὐ γένη ταῦτά φαμεν͵ οὐδὲ εἴδη ἄττα οὐδὲ μερικωτέρας τινὰς ὑποστάσεις͵ οὐδὲ ὅσαι μετὰ τὰς πρώτας ἀρχάς͵ ἃς βούλεται σημαίνειν τάδε τὰ ὀνόματα͵ ἀλλὰ κόσμους ὅλους καὶ τούτους πρώτους ἁπάντων τῶν συνωνύμων ἢ ὁμωνύμων εἶναι δοκούντων͵ οἷον πρόκειται νῦν ἡμῖν ὁ πρῶτος νοῦς͵ καὶ ὡς περιέχει πάντας τοὺς νοεροὺς διακόσμους· καὶ ζωὴν ἄρα τὴν πρὸ τούτου κόσμον εἶναι ὁλοτελῆ καὶ πλήρη πάντων κατὰ ζωήν͵ ὧν ὁ νοῦς κατὰ νοῦν· ὥστε καὶ ἡ οὐσία περὶ ἧς ὁ λόγος κόσμος ὅλος ἐστὶ πάντων κόσμων πρεσβύτατος καὶ περιληπτικώτατος τῶν δηλουμένων τοῖς προκειμένοις ὀνόμασιν. Ὁ μὲν ἄρα νοῦς οὐδὲν θαυμαστὸν εἰ ζωῆς καὶ οὐσίας μετείληφεν͵ ὅποι ποτὲ ἂν οὖσα φανείη πρόσω ἰοῦσιν ἡ μέθεξις. Ἡ δὲ ζωὴ γνώσεως μὲν οὐκ ἂν μετέχοι͵ εἴπερ ἐστὶ τοῦ τρίτου καὶ τοῦ νοῦ ἡ γνῶσις ἐξαίρετος͵ ἤ͵ κοινότερον φάναι͵ τοῦ προελθόντος· ἡ δὲ οὐσία οὔτε γνῶσιν ἔχοι ἄν͵ οὔτε ζωήν͵ οὔτε προεληλυθυῖα͵ οὔτε προϊοῦσα͵ εἴπερ ἐστὶ καὶ ἡ ζωὴ τοῦ μέσου καὶ προϊόντος. Οὐσία μὲν ἄρα ἐστὶ κόσμος ὁλοτελὴς ἐν τῷ ἀδιακρίτῳ πάντα συνῃρηκώς͵ νοῦς δὲ κόσμος

1.179 ὁλοτελὴς ἐν τῷ διακεκριμένῳ τῆς φύσεως ὑφεστηκώς͵ ἡ δὲ ζωὴ κόσμος ὁλοτελὴς ἐν τῷ διακρινομένῳ τῆς μεσότητος πάντα ὠδίνων. Ὁ μὲν δὴ πρῶτος αὐτός τε ἀπερίγραφός ἐστι καὶ πάντα περιέχων ἀπεριγράφως͵ ὁ δὲ τρίτος αὐτός τε περιγραφείς͵ ἅτε προεληλυθώς͵ καὶ τὰ ἐν ἑαυτῷ περιγράψας͵ ὅσα ἐν αὐτῷ προελθόντα ἐστὶ καὶ διακεκριμένα͵ ὁ δὲ μέσος ὁ κατὰ τὴν ζωὴν οὔτε ἐν τῷ ἀπεριγράφῳ πέπηγεν͵ οὔτε ἐν τῷ περιγεγραμμένῳ συνέστη͵ ἀλλ΄ ἔστιν οἷον ἀμφίβιον καὶ οἷον ἐν κινήσει τῇ ἀπὸ τοῦδε ἐπὶ τόνδε͵ ὅθεν τοῦτον μὲν ζωὴν ὀνομάζουσι͵ ὡς παρακεκινημένον καὶ οἷον ζέουσαν οὐσίαν. Καὶ γὰρ ἡ εἰδητικὴ ζωὴ τῷ εἴδει ἑκάστῳ προστιθεμένη τὸ ζέον τοῦτο καὶ κεκινημένον ἐπάγει. Οὕτω γὰρ καὶ ἡ τοῦ ὄντος ἀκίνητος φύσις ὑποβᾶσα μικρὸν παρέλυσε μὲν τὸ πεπηγὸς ἐκεῖνο καὶ ἀδιάκριτον͵ προὐβάλετο δέ τινα πρόοδον καὶ δια κρίσεως ἔμφασιν. ῎Ηδη δὲ προελθοῦσα καὶ διακριθεῖσα καὶ στᾶσα ἐν εἴδει τῷ ἑαυτῆς περιεγράφη κατὰ τὴν διάκρισιν͵ καὶ τὰ ἐν ἑαυτῇ ὁλικώτατα καὶ πρεσβύτατα τῶν πάντων διέκρινέν τε καὶ περιέγραψεν. Οὐ γὰρ διεκρίθη τὴν εἰς πάντα διάκρισιν͵ ἀλλὰ τὴν ἐγγυτάτω τοῦ ἑνός͵ καί͵ ὅλως εἰπεῖν͵ τὴν πρώτην καὶ πρώτων διάκρισιν· ὅθεν ἐπειδὴ διάστασις αὐτῷ γέγονεν ἀπό τε τῶν πρὸ αὐτοῦ καὶ ἀφ΄ ἑαυτοῦ (διεκρίθη γὰρ καὶ αὐτὸ ἐν ἑαυτῷ)͵ διὰ δὴ τοῦτο προεχειρίσατο τῆς διαστάσεως ἐπανόρθωσίν τινα καὶ οἷον παραμυθίαν τὴν γνῶσιν· ἔστι γὰρ ἡ γνῶσις ἐν τοῖς διεστῶσιν ἀπ΄ ἀλλήλων͵ ἢ ἀφ΄ ἑαυτῶν καὶ ἑτερότητι διειλημμένοις· ἄνευ γὰρ ἑτερότητος οὐκ ἂν εἴη τὸ μὲν γιγνῶσκον͵ τὸ δὲ γιγνωσκόμενον͵ τὸ δὲ μέσον ἡ γνῶσις. Εἰκότως ἄρα ἐν τῷ προελθόντι καὶ διακριθέντι ταῦτα ὑφέστηκεν͵ ὥσπερ καὶ οἱ ἄλλοι διορισμοὶ ἐντεῦθεν ἄρχονται͵ καὶ αἱ ἄλλαι σχέσεις ὅσαι διακεκριμέναι εἰσίν. Ἔχουσι μὲν οὖν καὶ αἱ ἄλλαι συνδετικόν τι τῶν ἐν σχέσει ὄντων͵ μάλιστα δὲ ἡ γνῶσις τὸ γιγνῶσκον τῷ γιγνωσκομένῳ συνάπτει· καὶ γὰρ ἐκτείνει τὸ γιγνῶσκον εἰς τὸ γιγνωσκόμενον δι΄ ἔρωτος τοῦ ἀληθοῦς͵ καὶ τὸ γνωστὸν ἐντίθησι τῷ γιγνώσκοντι διὰ τὴν εἰς αὐτὸ ἀπ΄ ἐκείνου διαθρώσκουσαν ἀστραπήν. Καὶ αὕτη ἦν ἡ γνωστικὴ ἐπιστροφὴ τοῦ προελθόντος εἰς τὸ παραγαγόν͵ καὶ καθὸ τὸ ἕτερον τοῦ ἑτέρου διακέκριται· ἑτερότητος γὰρ μὴ οὔσης οὐδὲ γνῶσις͵ ὥστε ἡ οὐσία οὐκ ἂν ἑαυτὴν γιγνώσκοι͵ εἴπερ ἥνωται πάντη͵ οὐδ΄ ἂν ἄλλο͵ εἴπερ οὐδαμῆ ἐστι διακεκριμένη͵ ὡς ἔχειν τὸ γνωστικὸν ἄλλο καὶ τὸ γνωστὸν καὶ δὴ καὶ