ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.180-1.183)


1.180 τὴν γνῶσιν. Ἡ δὲ ζωὴ λέγεται μὲν νοητὴ καὶ νοερὰ ἀπὸ τῶν ἄκρων͵ ἔστι δὲ οὐδέτερον ἀκραιφνῶς͵ ἀλλ΄ ᾗ διακρίνεται μόνον͵ ταύτῃ καὶ γνῶσιν ἔχει καὶ γνωστὸν καὶ γνωστικόν͵ οὐ διακεκριμένον͵ ἀλλ΄ ἔτι διακρινόμενον· τοῦτο δέ ἐστιν ὑποφαινόμενον. Ἐν ἄρα τῷ νῷ πρώτῳ ἡ πρώτη γνῶσις͵ ἐπειδὴ καὶ ἡ πρώτη περιγραφὴ ἐν αὐτῷ αὐτοῦ τε πρὸς ἑαυτὸν καὶ πρὸς τὰ πρὸ ἑαυτοῦ. ῟Η μὲν οὖν πρὸς ἐκεῖνα διεκρίθη͵ ἔγνω ἐκεῖνα͵ τοῦτο δέ ἐστι πόρρωθεν͵ ἐκείνοις συνήφθη διὰ τῆς γνώσεως· ᾗ δὲ πρὸς ἑαυτὸν καὶ ἀφ΄ ἑαυτοῦ͵ ταύτῃ ἑαυτῷ συνάπτεται διὰ γνώσεως ἔν τινι διαστάσει τῇ πρὸς ἑαυτόν͵ καὶ τὰ ἐν αὐτῷ δὴ πρὸς ἄλληλα καὶ πρὸς τὸν ὅλον αὐτὸν ἕκαστον διέστη καὶ περιεγράφη· διὰ τοῦτο καὶ ἄλληλα γιγνώσκει καὶ τὸν ὅλον· ὅλος δὲ καὶ πᾶς ἐν διακρίσει γεγονὼς καὶ περιγραφῇ εἰκότως ὅλως καὶ πᾶς͵ γνώσεώς τε περιεπλήσθη καὶ νοῦς ἐγένετο κατὰ τὴν νόησιν καὶ ἐγανώθη τῷ τῆς νοερᾶς ἀληθείας φωτί͵ πρῶτος ἐν ἑαυτῷ τὸ τῆς γνώσεως ὄμμα προβαλλόμενος͵ ἵνα τῇ θέᾳ τοῦ ἀφ΄ οὗ προῆλθεν ἐπανίοι πάλιν εἰς ἐκεῖνο καὶ ἐπανάγοι ἐκεῖνο πρὸς ἑαυτόν͵ ὡς οἷόν τε ἐν τῇ διαστάσει. Συνῆπτε μὲν γὰρ αὐτὸν καὶ ἡ οὐσιώδης ἐπιστροφή͵ ἀλλὰ κατὰ τὴν πρώτην διάστασιν͵ ἣν διέστη καὶ ὡρίσθη κατὰ τὴν ὑπόστασιν· συνῆπτε δὲ αὐτὸν καὶ ἡ ζωτική͵ ἀλλὰ κατὰ τὴν δευτέραν διάκρισιν͵ καθ΄ ἣν ἀπὸ τῆς οὐσιώδους ὑποστάσεως εἰς τὴν γνωστικὴν διεκρίνετο· συνάπτει δὲ καὶ ἡ γνωστικὴ κατὰ τὴν πορρωτάτω καὶ ἐνάτην μὲν οὖσαν ἀπὸ τοῦ ἀδιακρίτου͵ τρίτην δὲ ἀπὸ τοῦ διακεκριμένου· τρίτης γὰρ οὔσης τῆς ἐπιστροφῆς μετὰ μονὴν καὶ πρόοδον͵ τρίτη ἐστὶν ἐπιστροφὴ ἡ διὰ γνώσεως γιγνομένη. Διὸ τὴν πλείστην ἀπόστασιν εἰς τὸ ἔσχατον ἑαυτοῦ καὶ οἷον τοῦ τρίτου τὸ τρίτον ἀποστὰς ὁ νοῦς ἀγαπᾷ τὴν τῶν διεστώτων οὕτω συνάπτεσθαι συναφήν· αὕτη δέ ἐστιν ἡ γνῶσις͵ ἢ ὅτι μὲν ἐπιστροφή τις εἴρηται͵ καὶ ὅτι ἐσχάτη ἐπιστροφὴ καὶ τοῦτο εἴρηται. Τί δέ ἐστιν ὅμως ἡ γνῶσις; ἢ ἀντίληψις τοῦ γνωστοῦ ἐν τῷ γνωστικῷ.

1.181 Ἀλλ΄ οὔπω τι ἴσμεν ὧν λέγομεν. Τί γὰρ ἂν εἴη τὸ γνωστὸν ἢ τὸ γνωστικόν͵ οὐ ῥᾴδιον γνῶναι͵ ἀγνοουμένης τῆς γνώσεως. Ἡ γνῶσίς ἐστιν͵ ὡς τὸ ὄνομα παραδηλοῖ͵ γιγνομένη γνῶσις͵ ὅ ἐστιν νόησις· ἡ δὲ νόησις͵ ὅτι ἐπὶ τὸ εἶναι καὶ τὸ ἔστι νεῖται καὶ ἐπάνεισι͵ νεόεσις ἐν δίκῃ ἂν κληθεῖσα· νῦν δὲ σεμνολογούμενοί τε διὰ τοῦ η καὶ εὐστομοῦντες κατὰ τὴν συναίρεσιν͵ νόησιν καλοῦμεν· ὥστε ὁ νοῦς͵ ὅτι νεῖται ἐπὶ τὸ ὄν. Νεῖται δὲ καὶ τὴν οὐσιώδη ἐπάνοδον καὶ τὴν ζωτικήν͵ ἀλλ΄ ἐν τρίτῃ τάξει καὶ οἷον πόρρωθεν διὰ τῆς γνωστικῆς νοήσεως͵ καὶ ᾗ νοῦς γνωστικὸς καί τινα τρόπον δι΄ ἐνεργείας͵ ἀλλ΄ οὔτε οὐσίας οὔτε ζωτικῆς δυνάμεως. Διὸ γιγνομένη μᾶλλον ἥδε ἡ νόησις͵ ἐναργεστέρα δὲ αὕτη μᾶλλον ἡμῖν͵ ὅτι μάλιστα διακέκριται. Διὸ κατὰ ταύτην οἱ πλεῖστοι εἰδοποιοῦσι τὸν νοῦν· ἔδει δὲ πρὸ τῆσδε κατὰ τὴν διακεκριμένην καὶ περιγεγραμμένην ὑπόστασιν καὶ νόησιν ταύτην πρὸ τῆς γνωστικῆς ὀνομάζειν ὡς πρώτην εἰς τὸ ὂν τοῦ προελθόντος ἀπ΄ αὐτοῦ ἐπάνοδον͵ ἀφ΄ ἧς καὶ ὁ νοῦς ἐπικέκληται καὶ πρὸ τῆς γνώσεως εἰς τὸ ὂν ἤδη νεόμενός τε καὶ ἐπανιών. Ἴσως δὲ καὶ γένεσις ὄντος καὶ οὐσίας ἡ γνῶσις εἶναι βούλεται· οὐσίωται γὰρ τῇ εἰς τὸ ὂν ἐπανόδῳ τὸ γιγνῶσκον κατὰ τὴν γνῶσιν͵ οὐ τὴν πρώτην͵ ἀλλ΄ οἷον γιγνομένην οὐσίωσιν· διόπερ ὁ νοῦς τὰ πράγματα͵ φησὶ καὶ Ἀρι στοτέλης. Ἀλλὰ τὰ μὲν ὀνόματα ὅπως ἄν τις εὐφυέστερον ἔχοι͵ προσαρμοζέτω τοῖς πράγμασιν. Ὅτι δ΄ οὖν κατὰ τὴν εἰς τὸ ὂν ἐπάνοδον ὅ τε νοῦς ὑφέστηκε καὶ ἡ γνῶσις προβέβληται͵ πᾶσα δὲ ἐπάνοδος τοῦ προελθόντος ἐστὶ καὶ διαστάντος ἤδη͵ καὶ διὰ τοῦτο δεομένου τῆς ἐπανόδου͵ οὐκ ἀναλυούσης τὴν διάστασιν͵ ἀλλ΄ αὐτὸ τὸ διεστὼς ᾗ διέστηκεν καὶ ᾗ διεστὼς ἐπαναγούσης εἰς ἐκεῖνο͵ ἀφ΄ οὗ διέστη καὶ προελήλυθεν͵ φανερὸν καὶ ἀπὸ τοῦ τῆς γνώσεως ὀνόματος. Τί δὲ οὖν ἡ γνῶσις; ἆρα περιαυγασμὸς καὶ οἷον προπομπεία φωτὸς ἐν τῷ γνωστικῷ τοῦ γνωστοῦ; καὶ γὰρ ἡ αἴσθησις κατὰ τὸ αἴσθημα͵ καὶ ἡ φαντασία

1.182 κατὰ τὸν τύπον ὑφίσταται͵ καὶ ἡ δόξασις καὶ ἡ διανόησις ἡ μὲν κατὰ τὸ δια νόημα͵ ἡ δὲ κατὰ τὸ δόξασμα· καθόλου τοίνυν ἡ γνῶσις κατὰ τὸ γνῶσμα͵ εἰ οἷόν τε φάναι. Τὸ δὲ γνῶσμά ἐστιν αὐτὸ τὸ γνωστόν͵ ἀλλ΄ ἤδη τῷ γιγνώσκοντι ἐνουσιωμένον; ἢ κατὰ μὲν τοῦτο πάντως ἡ γνῶσις͵ οὐ τοῦτο δὲ ἡ γνῶσις. Τί οὖν πάσχει τὸ γνωστικόν͵ ὅτε μήπω γιγνώσκει ἢ ὀρέγεται τοῦ γνωστοῦ; Οὐκοῦν ἡ γνῶσις τεῦξις ἐστὶ τοῦ γνωστοῦ ᾗ γνωστόν· καὶ γὰρ εἰ τοῦ ὄντος͵ ἀλλ΄ ᾗ γνωστὸν τὸ ὄν. Τί οὖν τὸ γνωστόν͵ καὶ πῆ διαφέρον τοῦ ὄντος; ἢ ὅτι γνωστὸν μὲν πρὸς ἄλλο͵ καθ΄ αὑτὸ δέ͵ ὅ ἐστιν͵ ὄν· ἢ καὶ τοῦτο μὲν πρόσεστιν͵ οὔπω δέ τις ἑκατέρου διώρισται φύσις· ἢ τὸ μέν ἐστιν ἡ ὑπόστασις͵ τὸ δὲ γνωστὸν οἷον τὸ φανὸν τῆς ὑποστάσεως· καὶ γὰρ ἄλλο τῷ ἐνύλῳ εἴδει φέρε εἰπεῖν ἡ ὑπόστασις͵ ἄλλο τῷ αἰσθητῷ εἶναι· καὶ ἔστιν αὐτοῦ τὸ αἰσθητὸν τὸ προπίπτον αὐτοῦ καὶ προλάμπον αὐτοῦ͵ καὶ προλάμπον ἕως αἰσθήσεως͵ καὶ ταύτῃ σύμμετρον πρὸς αὐτὴν γιγνόμενον. Οὕτω δὲ καὶ τὸ φανὸν τοῦ ὄντος οἷον φῶς αὐτοῦ προπομπεῦον ἕως τοῦ γνωστικοῦ καὶ προ απαντῶν αὐτῷ ἱεμένῳ τὴν ἄνω πρὸς αὐτό͵ συμμέτρως αὐτῷ συμφύεται καὶ τελειοῖ καὶ κορέννυσιν αὐτοῦ τὴν ὄρεξιν τοῦ ὄντος τῇ πληρώσει τοῦ οἰκείου φωτός. Οὐκ ἄρα τὸ ὂν γιγνώσκει ὁ νοῦς͵ ἀλλὰ τὸ φανὸν τοῦ ὄντος; ἢ τὸ ὂν κατὰ τὸ φανόν͵ καὶ τὸ ὂν κατὰ τὸ γνωστόν· καὶ γὰρ εἰ τὸ ὂν γιγνώσκοι͵ ὥσπερ γιγνώσκειν͵ ἀλλὰ πᾶν γιγνωσκόμενον πάντως ἂν εἴη γνωστόν. Ὥστε τὸ μὲν ὂν γιγνώσκει ὁ νοῦς͵ ἀλλὰ κατὰ τὸ φανόν͵ ὡς φαμέν͵ ἀναγκαίως. Καὶ μὴν τοῦ ὄντος ὀρέγεται; ἢ ὀρέγεται μὲν ὡς ὄντος͵ τυγχάνει δὲ τοῦ αὐτοῦ ὡς γνωστοῦ. Τάχα δὲ καὶ ἡ ὄρεξις ῥητέα τοῦ ὄντος κατὰ τὸ γνωστόν· αἱ γὰρ κατὰ φύσιν ὀρέξεις τῶν αὐτῶν εἰσιν ὧν καὶ αἱ τεύξεις· ὁμολογουμένως δὲ ἡ τεῦξις τοῦ ὄντος τῷ γιγνώσκοντι κατὰ τὸ γιγνωσκόμενον. Τί οὖν τὸ φανὸν τοῦτο λέγομεν; ἢ τὸ φαίνεσθαι τοῖς δευτέροις ἀντεχόμενον καὶ εἰς συμμετρίαν ἑαυτὸ παρεχόμενον τοῖς ἀπολαύειν αὐτοῦ βουλομένοις͵ καὶ περιπτύσσεσθαι αὐτοῦ τὸ προπομπεῦον φῶς ἐφιεμένοις. Οὐκ ἄρα ὅλον γνωστόν͵ ἀλλὰ μόνον τὸ φῶς͵ οἷον τῇ ὄψει τὸ χρῶμα μόνον ὁρατόν͵ ἀλλ΄ οὐ τὸ ὑποκείμενον; ἢ μάλιστα μὲν οὐδὲν θαυμαστόν͵ ἀλλὰ καὶ ἀναγκαῖον εἶναί τι τῶν πρώτων ἀεὶ τοῖς

1.183 δευτέροις ἄληπτον καὶ ἀπόρρητον· οὕτω γὰρ καὶ τὸ πάντη ἐκβεβηκὸς ἀπόρρητον ἦν ἁπλῶς πρὸς πάντα͵ τῶν δὲ ἄλλων ἕκαστον πρὸς τὰ δεύτερα μόνον ἑαυτοῦ τε ἀπόρρητον ἔχει καὶ γίγνεται πρός τι ἀπόρρητον. Μάλιστα μὲν οὖν͵ ὅπερ ἔφην͵ οὐδὲν τοῦτο παράλογον͵ ἀλλ΄ ἐκεῖνο ἴσως ἀπορήσειεν ἄν τις εἰ τῷ ὄντι τὸ προπομπεῦον τοῦ ὄντος γιγνώσκοι ὁ νοῦς͵ ἀλλ΄ οὐκ αὐτό· κατὰ μέντοι τὸ φανὸν ἢ τὸ φανὸν αὐτοῦ ἐλέγετο εἶναι. Τοῦτο δὴ τὸ προπομπεῦον͵ ἀλλ΄ οὐχὶ ἀπόρροιά τις ἀπ΄ αὐτοῦ͵ ὡς ἀφ΄ ἡλίου τὸ περίγειον φῶς͵ ἀλλ΄ ὡς εἴ τις ὁρῶν τὸν ἥλιον αὐτὸν κατὰ τὴν ἐν αὐτῷ λαμπρότητα τῆς φύσεως. Οὐκοῦν τὸ ἐπι πολῆς γιγνώσκει μόνον͵ εἴπερ ὡς χρῶμά τι γιγνώσκοι τὸ φανὸν τοῦ ὄντος͵ ἢ δι΄ ὅλου τὸ φανόν͵ νοητέον καὶ μηδὲν εἶναι αὐτοῦ ὃ μὴ διαλάμπει καὶ σπεύδει πρὸς ἔκφανσιν͵ ὡς εἰ λέγοις ὕαλον ἤτοι τῶν διαφανῶν ὅλον ὁρατόν͵ ὅτι δι΄ ὅλου κεχώρηκεν ἡ τοῦ ὁρατοῦ φύσις. Ἀλλ΄ ὅμως ἕτερον τὸ σῶμα καὶ ἕτερον τὸ δι΄ ὅλου φανόν͵ ὥστε κἂν ἐκεῖ τὸ φανόν͵ ἀλλ΄ οὐ παρὰ τὸ ὄν· καὶ πρῶτον μὲν ἐπανήξει τὸ αὐτὸ μὴ τοῦ ὄντος εἶναι͵ ἀλλὰ τοῦ φανοῦ ἑτέρου ὄντος· καὶ γὰρ τοῦ πάντη διαφανοῦς οὐ τὸ σῶμα ὁρατόν͵ ἀλλὰ τὸ χρῶμα μόνον. Ἔπειτα διοριοῦμεν ἐν τῷ πάντη ἀδιορίστῳ ἄλλο μὲν τὸ φανόν͵ ἄλλο δὲ τὸ ὄν͵ οἷον τῷ φανῷ τὸ ὑποκείμενον͵ ἢ ὁπωσδήποτε διαφέρον αὐτοῦ; ῍Η ὧδε ῥητέον πρὸς ταῦτα ὡς τὸ ὂν αὐτὸ ὅ ἐστιν͵ ᾗ μὲν αὐτὸ μόνον γε ὄν͵ καὶ ἀδιάκριτον μόνον͵ ᾗ δὲ διέστη αὐτοῦ ὁ νοῦς διακριθεὶς ἀπ΄ αὐτοῦ καὶ ἐγένετο οὐ μόνον ἀδιάκριτον͵ ἀλλὰ καὶ διακεκριμένου διακεκριμένον. Εἰ καὶ τὸ διακεκριμένον ἔσχεν ὡς ἀδιάκριτον διαστὰν τοῦ ὡς ἀληθῶς διακεκριμένου͵ κατὰ τοσοῦτον ὑπεφάνη τὸ γνωστὸν ἐν αὐτῷ· καὶ γὰρ τῷ νῷ κατὰ τὸ διακεκριμένον ἐνεφάνη τὸ γνωστικόν͵ ὥστε καὶ τῷ ὄντι ὡς διακεκριμένῳ πως ἐμφαίνεταί τι καὶ ἄλλο· οὐ μὴν τὸ γνωστικόν͵ διότι τοῦτο τῷ προελθόντι συνῆν͵ ἀλλὰ τὸ γνωστόν͵ ὅτι τῷ προελθόντι διὰ γνώσεως αἱρεθέν͵ γνωστὸν ἐκεῖνο γέγονεν͵ καὶ οὐκ ἔστιν ἐν αὐτῷ τὸ γνωστόν͵ ὥς τι ἰδίωμα διωρισμένον· οὐδὲ γὰρ τὸ διακεκριμένον ὥς τι ἰδίωμα ἐν αὐτῷ· κατὰ γὰρ τὸ ἀδιάκριτον ἦν διακεκριμένου διακεκριμένον͵ οὐκ ἂν οὔτε ὑποστὰν οὔτε ὀνομασθὲν διακεκριμένον͵ ὅσον ἀπὸ τῆς οἰκείας φύσεως͵ εἰ οἷόν τε εἰπεῖν͵ εἰ μὴ διεκρίθη ἀπ΄ αὐτοῦ τὸ ὄντως διακεκριμένον. Οὕτως ἄρα οὐ κατά τι τῶν ἐν αὐτῷ γνωστόν͵ ἀλλὰ κατὰ τὴν πρὸς τὸν νοῦν ἀντιπαραβολὴν ἐφάνη καὶ ὠνομάσθη. Ὁ γὰρ νοῦς ἑαυτὸν διακεκριμένον ἀπ΄ ἐκείνου ἰδών͵ ἐκεῖνο