1.184 δὲ ἀδιάκριτον μεῖναν͵ τὴν ἀπ΄ ἐκείνου ἔκβασιν διάκρισιν ὠνόμασεν͵ ἐν ἑαυτῷ μὲν τῷ ὄντι οὖσαν͵ ἐν ἐκείνῳ δὲ κατὰ τὸ ἀδιάκριτον καὶ κατὰ τὸ μὴ συνεκβεβηκότι. Οὕτως ἄρα διότι προελθὼν ὁ νοῦς ἐγένετο γνωστικὸς ἐκείνου ἀφ΄ οὗ προῆλθε͵ κατ΄ αὐτό γε ὃ προῆλθε τὴν γνωστικὴν ἐπιστροφὴν προβαλλόμενος͵ ὡς εἴρηται πρότερον͵ ἑλών͵ οὗ ὠρέχθη διὰ γνώσεως͵ ἐποίησεν αὐτὸ γνωστὸν ὀνομάζεσθαι͵ μᾶλλον δὲ ἐνὸν αὐτῷ καὶ τὸ γνωστὸν ἐξέφηνεν͵ οὐ μὴν διωρισμένον· οὐδὲ γὰρ τὸ διακεκριμένον ἐν διορισμῷ· οὐδὲ γὰρ αὐτὸ ὂν ὥς τι παρὰ τὴν ζωὴν καὶ τὸν νοῦν· πάντα γὰρ ταῦτα καὶ ὀνόματα καὶ πράγματα τῆς εἰδικῆς ἐστι φύσεως· ἐκείνη δὲ ἡ φύσις πάντη ἦν ἀδιάκριτος͵ ὥς φαμεν· ἐν δὲ τῇ μέσῃ διακρίνεταί πως· ἐν δὲ τῷ νῷ τά τε ἄλλα καὶ τὸ γνωστὸν καὶ τὸ γνωστικὸν καὶ ἡ γνῶσις διεκρίθη͵ καὶ τὸ κυρίως γνωστὸν ὁ νοῦς ἐστιν͵ ἑαυτῷ γε ὢν γνωστικός. Εἶδος γάρ͵ ὅτι εἰδητὸν καὶ εἰδητικόν͵ διὸ παντὶ εἴδει σύνεστί τις καὶ γνῶσις ὁποσηοῦν͵ καὶ ἔστι ζῷον πᾶν εἶδος ἢ ζῴου τι νέκρωμα τὴν στέρησιν πεπονθὸς ἅμα μὲν τοῦ ζῴου͵ ἅμα δὲ καὶ τοῦ εἴδους͵ οἷον λίθοι καὶ ξύλα καὶ τὰ νεκρὰ τῶν σωμάτων͵ ἐπεὶ τάγε κατὰ φύσιν ἔχοντα ζῷά τε καί τινα συναίσθησιν ἔχοντα͵ εἰ καὶ τὴν ἀνυδροτάτην καὶ ἡμῖν γε ἀνεπαίσθητον· ἐπεὶ καὶ τὰ φυτὰ ζῷα ἄττα φησὶν ὁ Πλάτων· πέτραι δὲ καὶ μέταλλα καὶ ὅλη ἡ γῆ καὶ τῶν ἄλλων στοιχείων ἕκαστον͵ ὅτι οὐκ ἄψυχα πάντη ἐστί͵ δηλοῖ μὲν καὶ ἡ ζωογονία τῶν ἐν αὐτοῖς ζῴων περιεχομένων͵ δηλοῖ δὲ καὶ τὸ ὁλοτελὲς αὐτῶν τῆς εἰδοποιίας. Ταῦτα μὲν οὖν ἄλλου ἂν δέοιτο λόγου. Ὁ δὲ νοῦς ἐν ἑαυτῷ διακριθεὶς ὅλος δι΄ ὅλου γνωστικός τε ἐγένετο καὶ γνωστός· διακριθεὶς γὰρ ἀφ΄ ἑαυτοῦ καὶ στὰς ἐν τῇ διακρίσει συνάπτεται πρὸς ἑαυτὸν διὰ γνώσεως͵ ὃς νόμος ἐστὶ τοῖς διεστῶσιν ἀφ΄ ὧν διέστηκεν. Κυρίως μὲν τοίνυν͵ ὅπερ ἔφην͵ καὶ τὸ γνωστὸν καὶ τὸ γνωστικὸν καὶ ἡ γνῶσις ἐν τῷ νῷ διεκρίθη ἀπ΄ ἀλλήλων· ἀλλ΄ ᾗ μὲν τὸ διακριθέν͵ γνωστικῶς ἐφάνη͵ ᾗ δὲ τὸ ἀφ΄ οὗ διεκρίθη͵ ταύτῃ γνωστὸν πρὸς τούτου· τὸ γὰρ ἐπανελθεῖν
1.185 ὠρέχθη τὸ προελθόν· διὰ γνώσεως δὲ ἐπανελθὸν ὡς γνωστικὸν πρὸς γνωστὸν ἐποιήσατο τὴν ἐπάνοδον͵ αὐτὸς δὲ τό τε ἀφ΄ οὗ καὶ τὸ ὅ· τὸ γνωστὸν ἄρα αὐτὸς καὶ τὸ γνωστικόν͵ ἐν μέσῳ δὲ τούτων ἡ γνῶσις. Ὅπως μὲν οὖν ἔλεγον͵ κυρίως μὲν ἐπὶ τοῦ νοῦ ταῦτα καὶ ἐν τῷ νῷ͵ ἤδη δὲ καὶ ἀπὸ τοῦ ὄντος͵ ἄλλον δὲ τρόπον· ὅμως δὲ διεκρίθη ὁ νοῦς͵ ὥστε καὶ ἐπ΄ ἐκεῖνο διὰ γνώσεως ὥρμησεν· αὕτη γὰρ ἦν ἐσχάτη συναφὴ τῶν προελθόντων· βουληθεὶς δὲ αὐτῷ συναφθῆναι καὶ ἐφαρμόσαι͵ συνήγαγεν τὴν ἑαυτοῦ γνῶσιν εἰς ἓν συναίρεμα γνώσεων ἁπασῶν͵ καὶ μίαν γνῶσιν ἡνωμένην ἀπεργασάμενος͵ πασσυδίῃ͵ φαίη τις ἄν͵ ἐστέλλετο πρὸς τὸ ἀδιάκριτον τῷ ὄντι γνωστόν͵ οὐδὲ ὡς ἓν πρὸς ἓν ἐν διακρίσει ποιησάμενος τὸ γνωστικὸν πρὸς τὸ γνωστόν͵ ἀλλὰ τρόπον τινὰ τὴν γνῶσιν οὐσίαν ἀποδείξας τῇ πολλῇ ἑνώσει͵ τῷ γνωστῷ ὡς οὐσίᾳ προσέβαλεν͵ καὶ ὠρέχθη μὲν ὡς γνωστικὸς ἄρα γνωστοῦ διὰ τὸ ἐπὶ πόρρωθεν͵ συναφθεὶς δὲ καὶ τυχὼν ἔγνω τὴν συναφὴν οὐ γνωστικοῦ οὖσαν οὐδὲ πρὸς γνωστόν͵ ἀλλ΄ οὐσίας πρὸς οὐσίαν͵ ὥστε πρὸς μὲν ἐκεῖνο μᾶλλον οὐσιώδης ἡ ἐπάνοδος͵ πρὸς δὲ ἑαυτὸν γνωστικὴ μᾶλλον. Διὰ τί οὖν ὁ μὲν νοῦς ἀμφότερα͵ γνωστικός τε ἅμα καὶ γνωστός͵ ἡ δὲ οὐσία γνωστὴ μόνον͵ καίτοι ἔν τινι καὶ αὐτὴ διακρίσει ὁρᾶται͵ ὡς εἴρηται; ἢ ῥητέον ὡς τὸ μὲν γνωστὸν ὀρεκτὸν εἶναί τι βούλεται͵ τὸ δὲ γνωστικὸν ὀρεκτόν͵ ἐν διακρίσει δὲ καὶ ὁπωσοῦν͵ καὶ ταῦτα πρὸς ἄλληλα καθάπερ νοῦς τε καὶ οὐσία· καὶ ἡ μὲν οὐσία τὸ ὀρεκτόν͵ κρείττων γάρ͵ ὁ δὲ νοῦς τὸ ὀρεκτικόν. Ὥστε δῆλον ὅτι τὸ μὲν ὀρεκτικὸν καὶ τὸ γνωστικὸν τῷ καταδεεστέρῳ προσήκει κατὰ φύσιν͵ τῷ δὲ κρείττονι τὸ ὀρεκτὸν καὶ γνωστόν. Εἰ δὲ ὁ νοῦς καὶ ἑαυτῷ γνωστὸν καὶ ἑαυτῷ ὀρεκτὸν ἢ ἄλλοις τοῖς μετ΄ αὐτὸν ἢ ἀπ΄ αὐτοῦ προελθοῦσι͵ τί θαυμαστὸν τὰ μὲν καταδεέστερα μετέχειν τῶν πρὸ αὐτῶν͵ οὑ μέντοι ἀνά παλιν; Τοιγαροῦν ἡ μὲν οὐσία οὐκ ἐστὶ νοῦς͵ ὁ δὲ νοῦς καὶ οὐσία καὶ νοῦς͵ ἀλλὰ τοῦτο μὲν καθ΄ ὕπαρξιν͵ ἐκεῖνο δὲ κατὰ μέθεξιν· ᾗ μὲν ἄρα οὐσία͵ γνωστόν͵ καὶ ὁ νοῦς κατὰ μέθεξιν ἄρα γνωστόν· ᾗ δὲ νοῦς͵ γνωστικός͵ καθ΄ ὕπαρξιν ἄρα τοιοῦτος. Πρὸς μὲν οὖν τὴν ἀπορίαν ἱκανὰ καὶ ταῦτα. Τάχα δ΄ ἄν τις καὶ τὴν οὐσίαν ὑποθοῖτο γνωστικήν͵ εἴπερ πάντα ἐστὶ κατὰ τὴν οἰκείαν συναίρεσιν͵ ἀλλ΄ οὐ κατὰ γνῶσιν τὴν διωρισμένην· οὕτω γὰρ
1.186 καὶ γνωστόν͵ ὅτι καὶ γνωστόν͵ ἀλλ΄ ἀδιορίστως καὶ ἐν τῷ πρὸς ἕτερον ἀσχέτῳ͵ τοῦ δὲ νοῦ προελθόντος ἀπ΄ αὐτῆς καὶ σχέσεως ἐγγενομένης πρὸς αὐτοῦ τινὸς ὡς αἰτίου πρὸς αἰτιατόν͵ ἐπειδὴ τὸ αἰτιατὸν ἐφάνη γνωστικὸν γενόμενον͵ καὶ ἡ οὐσία γνωστόν τι προὐβάλλετο τοσοῦτον ὅσον τὸ τῆς σχέσεως ἰδίωμα προεφάνη τῷ νῷ ἀντιδιαιρούμενον. Τοσαῦτα πρὸς τὸ παρὸν εἰρήσθω περὶ τούτων. Ἔνατον τοίνυν ἄνωθεν ἦν τῶν προβεβλημένων͵ εἰ τὰ κατὰ σχέσιν ὑφεστῶτα ἀντισυνίστησιν ἄλληλα͵ πῶς οὐχὶ δράσει τι καὶ τὸ αἰτιατὸν εἰς τὸ αἴτιον͵ καὶ τὸ ὀρεκτὸν εἰς τὸ ὀρεκτικόν͵ καὶ δὴ καὶ τὸ γιγνῶσκον εἰς τὸ γιγνωσκόμενον. Καὶ γὰρ εἰ ἐνεργείᾳ γίνεται ἅμα ἑκάτερον͵ καίτοι πῶς οἷόν τε τὸ αἰτιατὸν εἰς τὸ αἴτιον δρᾶν; ἐπὶ μὲν γὰρ τῶν ὁμοταγῶν τάχα ἂν εἴη τοῦτο ἀληθές͵ καίτοι καὶ ἐπὶ τούτων ἀπορήσειεν ἄν τις εἰ τὸ μὴ ἁπτόμενον δρᾷ τι εἰς ἐκεῖνο οὗ μὴ ἅπτεται͵ αὐτῷ μόνῳ τῷ πλησιασμῷ τῆς σχέσεως͵ καὶ τὸ πάσχον ὑπ΄ ἐκείνου μηδὲν αὐτὸ μεταβάλλον ὅμως λέγεται πάσχειν. ῍Η τὰ μὲν πλησιάζοντα ἢ χωριζόμενα τὸν ὕλης ἐπέχει λόγον͵ τὸ δὲ εἶδος εὐθὺς ἐπιλάμπει τῆς σχέσεως͵ ἤτοι ἀμφοῖν ἢ τοῦ ἑτέρου προσιόντος ἢ ἀπιόντος. Καὶ γὰρ συνιόντες ἄνθρωποι τυγχάνουσί τινος ἀριθμοῦ ἔξωθεν ἐπιγενομένου͵ καὶ ἡ κοπεῖσα μία ῥάβδος εἰς δύο δυάδος μετέσχεν ἀντὶ μονάδος. Ταῦτα μὲν οὖν ἐν τῷ Φαίδωνι διδάσκει ἡμᾶς ὁ Σωκράτης. Εἰ δὲ καὶ τὸ αἰτιατὸν πρὸς τὸ αἴτιον ἀντιδιέστη κατὰ τὴν πρόοδον͵ καὶ ἢ δύο γέγονεν ἀνθ΄ ἑνός͵ ἢ τὸ μὲν γνωστικόν͵ τὸ δὲ γνωστόν͵ τὸ μὲν ἀφ΄ ἑκατέρου εἰς τὸ ἕτερον ἥκειν οὐδὲ ἐπὶ τῶν ὁμοταγῶν συγχωρεῖ ὁ Σωκράτους λόγος· τὸ δὲ ἀμφοῖν ἀφ΄ ἑτέρου τοῦ πρὸ ἀμφοῖν οὐκ ἔχει λόγον͵ ἐφ΄ ὧν οὐδέν ἐστι πρὸ ἀμφοῖν͵ οἷα τὸ πρῶτον γνωστόν͵ καὶ τὸ πρῶτον γνωστικὸν ἢ τὸ πρῶτον αἴτιον͵ καὶ τὸ πρῶτον αἰτιατόν. Ἀλλὰ δῆλον ὅτι πάντα ὅσα ἐστὶν ἐν τῷ αἰτιατῷ ἀπὸ τοῦ αἰτίου παραγίγνεται τῷ αἰτιατῷ μετὰ τῆς ὅλης οὐσίας. Τὸ γὰρ παράγον ἀφίστησιν ἑαυτοῦ καὶ διακρίνει ἀφ΄ ἑαυτοῦ τὸ παραγόμενον· αὐτὸ ἄρα δίδωσι καὶ ἑαυτῷ καὶ ἐκείνῳ τὴν διάκρισιν͵ οὕτω γὰρ καὶ τὸ παράδειγμα πρὸς εἰκόνα ἀφωμοίωται͵
1.187 ὅτι πρὸς ἑαυτὸ τὴν εἰκόνα ἀφομοιοῖ͵ καὶ τὸ ὀρεκτὸν πρόκειται τῷ ὀρεκτικῷ καὶ ἀντίκειται͵ ὅτι τούτῳ ἀποστάντι ὄρεξιν αὐτὸ ἐνέπνευσε τῆς ἑαυτοῦ τεύξεως. Οὕτως οὖν ἡ οὐσία γεννήσασα τὸν νοῦν γνωστὴν ἑαυτὴν ἐκείνῳ προὔφηνεν͵ καὶ ἐνεποίησεν αὐτῷ δύναμιν γνωστικὴν ἑαυτῆς͵ οὐ δυνάμει μόνον͵ ἀλλὰ καὶ τὸ ἐνεργείᾳ· τοιοῦτον τὰ ὑπέρτερα τοῖς καταδεεστέροις ἐνδίδωσι· καὶ γὰρ οὕτω γνωστόν͵ ὡς γνώσεως πληροῦν τὸ γνωστικόν· καὶ γὰρ οὕτως ὀρεκτόν͵ ὅτι ἀνίστησι πρὸς ἑαυτὸ τὸ ὀρεκτικὸν καὶ πληροῖ ἑαυτοῦ τὸ ὀρεγόμενον. Οὕτω καὶ τὸ νοητὸν ὁ Ἰάμβλιχος ἐκδέχεται πρὸς τὸν νοῦν͵ ἤτοι τὸν νοῦν ἑαυτοῦ πεπλήρωκεν τῆς νοήσεως· οὐκ ἄρα τὸ αἰτιατὸν δρᾷ ἔτι εἰς τὸ αἴτιον͵ ἀλλὰ τὸ αἴτιον εἴς τε ἑαυτὸ καὶ τὸ αἰτιατόν· ἅμα γὰρ τῇ οὐσίᾳ καὶ τὴν σχέσιν συμπαράγει τῆς ἀντιπαραθέσεως͵ καί͵ εἰ οἷόν τε φάναι͵ πρὸ τοῦ ποιῆσαι τὸ παραγόμενον καὶ τὸ αἰτιατὸν καὶ τὸ ὀρεκτικὸν καὶ τὸ γνωστικὸν ἑαυτὸ προποιεῖ γνωστόν τε καὶ ὀρεκτὸν καὶ αἴτιον καὶ παράγον. Τοῦτο μὲν οὖν οὐκ ἂν ἔχοι ἄλλως. Τὸ δὲ ὄγδοον ἀπὸ τῆς ἀρχῆς τῶν ἐζητημένων ἀπαιτεῖ τὴν χρείαν τῆς γνώσεως ἥντινα παρέχεται ὠφέλειαν τῷ γιγνώσκοντι ἢ τῷ γιγνωσκομένῳ͵ εἴ τις ἐθέλοι καὶ τοῦτο προσαπαιτεῖν. Λεγέσθω τοίνυν πρῶτον μὲν αὐτὸ τὸ εἶναι παρέχεται τῷ γιγνώσκοντι ἡ γνῶσις. Ἐν μὲν γὰρ τῷ γιγνώσκειν ἔχει τὸ εἶναι ὃ κατὰ τὴν γνῶσιν οὐσίωται· καὶ γὰρ ὁ νοῦς ἐν τῷ νοεῖν͵ ὥστε τὸ νοεῖν οὐσία τοῦ νοῦ͵ καὶ τὸ τὴν νόησιν ἐναπεργαζόμενον τὴν οὐσίαν παράγει τοῦ νοῦ· τοῦτο δέ ἐστι τὸ νοητὸν καὶ γνωστόν. Ἔπειτα κατὰ τὴν ἀντιπαράθεσιν ἑαυτοῦ ὁ νοῦς πρὸς τὸ νοητὸν ἐκφαίνει τὸ ἐν ἐκείνῳ νοητόν͵ εἰ καὶ μὴ ὑφίστησιν͵ ὡς προείπομεν. Τρίτην δὲ ἐπὶ τούτοις ὠφέλειαν ἡ νόησις παρέχεται τῷ νοοῦντι͵ ὅτι εἰδοποιεῖ κατὰ τὸ νοούμενον τὸν νοῦν καὶ ἵστησιν αὐτὸ τρίτον ἢ δεύτερον ἢ ὁποστονοῦν προεληλυθὸς ἐν τῷ εἴδει τοῦ προαγαγόντος. Τοῦτο μὲν δὴ σεμνότατον͵ εἰ καὶ τὰ αἴτια τοῖς τῶν αἰτίων εἴδεσι κοσμεῖ τρόπον τὸν διὰ γνώσεως. Εἰ δὲ χείρω τὰ γνωστὰ τυγχάνει ὄντα͵ μετὰ μὲν συμπαθείας τῆς πρὸς αὐτὰ τοῦ γιγνώσκοντος͵ ἡ πρὸς τὸ