1.188 χεῖρον ἀφομοίωσις κακοῖ τὸ γιγνῶσκον· εἰ δὲ ἄνευ πάθους ἡ γνῶσις τῶν δευτέρων͵ ἢ ὅλως τῶν χειρόνων͵ ἄλλον τρόπον ἐπανάγει πρὸς τὰ κρείττω τὰ χείρω καὶ ἐντίθησι ταῦτα ἐκείνοις· μᾶλλον δὲ ἐκεῖνα προάγει πρὸς κοινωνίαν τῶν χειρόνων κατὰ τὴν προβολὴν τῆς ἐν τῇ γνώσει τῶν χειρόνων εἰδοποιίας. Εἰ δὲ καὶ τὸ ὠφέλιμον αὐτὸ καὶ τὸ ἀγαθὸν ἐπιζητοῖ τις͵ ἐνθυμείσθω τὴν πάντων πρὸς ἄλληλα διὰ τῆς γνώσεως οἰκειότητα γιγνομένην κατὰ τὸν γνωρισμὸν τῆς κοινῆς συγγενείας͵ καὶ ἔτι τὴν πάντων ὁδὸν πρὸς τὴν μίαν ἀρχὴν στελλομένων͵ οἷον πρὸς τἀγαθόν͵ ἐν ᾗ τὴν πλάνην ἐπανορθοῦται͵ καὶ ὁδηγὸς καθίσταται τοῖς ἄνω στελλομένοις ἡ γνῶσις. Ἔστι γὰρ οἷον ὄμμα προπομπεῦον καὶ ἡγεμονοῦν τῆς ὀρέξεως ἐπ΄ ἐκεῖνο σπευδούσης͵ φῶς ἀνάπτουσα τὸ οἰκεῖον. Διὸ τῶν πρὸς τὸ τέλος ἀγόντων ἐστὶ τὸ ἀνυσιμώτατον ἡ γνῶσις. Ἔτι δὲ εἰδοποιοῦσα τὰ χείρω κατὰ τὴν κρειττόνων γνωστικὴν εἰδοποιίαν ἐπιστρεπτικὴ γίγνεται τῶν καταδεεστέρων εἰς τὰ κρείττω καὶ εἰς τὸ κράτιστον ὁμοῦ πάντων διὰ τὴν εἰς τὸ ὂν κοινὴν ἐπαναγωγήν. Οὐ γὰρ τῷ ἀπορρήτῳ συναπτόμεθα διὰ γνώσεως͵ ἀλλὰ τῷ ὄντι· ἐκεῖνο δὲ τῷ ἀπορρήτῳ συνῆπται διὰ πάσης ἑνώσεως͵ ὥστε διὰ μέσου τούτου καὶ τὰ ἄλλα συνάπτεται. Ἀλλ΄ ἐπὶ τὸ ἕβδομον ἴωμεν ἤδη τῶν ἐζητημένων͵ καὶ πρῶτον ὑπὲρ τῆς τάξεως ἀπολογησώμεθα τῆς τε κατὰ γνῶσιν ἐπιστροφῆς καὶ τῆς κατ΄ οὐσίαν͵ ὅτι κρείττων αὕτη ἐκείνης. Ὡς γὰρ ἐν ὅρῳ τῷ ἑαυτοῦ ἑστηκὼς ὁ νοῦς μιμεῖται τὸ πρὸ ἑαυτοῦ κατὰ οἰκεῖον ὅρον ἱστάμενον͵ εἰ καὶ ὁ τούτου ὅρος πρὸς τὸν ἐκείνου ὡς τὸ ἀόριστόν ἐστι πρὸς τὸ ὡρισμένον͵ καὶ τὸ ἀδιάκριτον πρὸς τὸ διακεκριμένον͵ οὕτω κατὰ τὸν ἑαυτοῦ ὅρον ἐγνωκὼς ὁ νοῦς ἐμιμήσατο τὸ ἐκείνου ὑπὲρ γνῶσιν ἱδρυμένον ἐν μόνῳ τῷ γνωστῷ. Ἔστι δεύτερος οὗτος ὅρος ὁμολογουμένως οὐχ ὑποστάσεως πρὸς ὑπόστασιν͵ ἀλλ΄ ὡς γιγνώσκοντος πρὸς γιγνωσκόμενον. Οὕτω μὲν καθόλου· εἰ δέ ἐστιν οὐσία τοῦ νοῦ καὶ περιγραφὴ ὡς ἀφ΄ ἑαυτοῦ προϊόντος͵ ἀναλογήσει ταύτῃ γνωστικὴ ἐπιστροφή͵ καθ΄ ἣν ἑαυτὴν γιγνώσκει ὁ νοῦς. Εἰ δὲ προελήλυθε καὶ ἀπὸ τοῦ πρὸ αὐτοῦ͵ τῇδε ἀναλογήσειεν ἂν τῇ ἄνωθεν ὑποστάσῃ προόδῳ ἡ τὸ πρὸ αὐτοῦ γιγνώσκουσα γνῶσις· ἐπέστραπται γὰρ εἰς ἐκεῖνο καὶ οὐσιώδη καὶ γνωστικὴν ἐπιστροφήν.
1.189 Ἔπειτα τὸ δεύτερον ἴδωμεν πῶς ἐκεῖνο γιγνώσκει· ἆρα τῷ ἑαυτὸν καὶ ἐκεῖνο͵ ἢ ἐκεῖνο͵ ἀφεὶς ἑαυτόν͵ ἢ οὐδέτερον μέν͵ τὸ συναμφότερον δέ; Οὔτε γὰρ ἐκεῖνο μόνον χωρὶς ἑαυτοῦ͵ οὔτε δι΄ ἑαυτοῦ μόνον͵ ὡς οὐ πρὸ ἐκείνου ἀποβλέπων͵ ἀλλὰ πρὸς μόνον ἑαυτόν. Πάντα γὰρ ὁμοῦ δεῖ συνδραμεῖν· καὶ γὰρ καθ΄ ὑπόστασιν πᾶσαν τὴν ἑαυτοῦ ἀπ΄ ἐκείνου πρόεισιν͵ ὥστε καὶ κατὰ γνῶσιν ἑαυτοῦ πᾶσαν ἐκεῖνο γνώσεται· γιγνώσκων γὰρ ἑαυτὸν εὑρίσκει τὸ μίμημα τοῦ πρὸ αὐτοῦ ἑαυτόν͵ καὶ οἷον ἐκεῖνο ἑαυτόν͵ καὶ αὖ τὸ μίμημα͵ καὶ τὸ οἷον ἐκεῖνο γιγνώσκων ἑαυτὸν γιγνώσκει. Οὐκοῦν μόνην οὕτως γνώσεται τὴν ὁμοιότητα͵ τήνδε τὴν ἀνομοιότητα· ὅτι τὸ μὲν αὐτός͵ τὸ δὲ γεννητικὸν ἑαυτοῦ͵ καὶ τὸ μὲν ἐκείνου͵ τὸ δὲ ἀπ΄ ἐκείνου· ἢ τὸ μὲν γνωστικόν͵ τὸ δὲ γνωστόν. Ρητέον τοίνυν ὅτι͵ καθάπερ διεκρίθη μὲν αὐτὸς ἀπὸ τοῦ ὄντος ὡς διακεκριμένος͵ ἀπέφηνε δὲ καὶ ἐκεῖνο χωρὶς ἑαυτοῦ ὡς ἀδιάκριτον͵ οὕτω γνοὺς ἑαυτὸν καὶ τῇ ἑαυτοῦ γνώσει περιγραφείσης θεότητος ἀπεριγράφου τοῦ ὄντος φύσεως· καὶ οὐ γιγνώσκειν ἀλλὰ γιγνώσκεσθαι μόνον͵ καὶ τοῦτο διὰ τὸ πρὸς νοῦν σύμμετρος εἶναι ὑπομενούσης οἷον φιλοστοργία τοῦ οἰκείου γεννήματος. Οὐκ ἄρα ἀποβλέπει πρὸς τὸ αἴτιον τὸ ἑαυτοῦ͵ ἢ ἀποστὰν αὐτοῦ ἐπεστράφη πρὸς αὐτὸ καὶ ἑλεῖν βουληθὲν ἀντὶ τούτου ἔγνω͵ μᾶλλον δὲ οὕτως εἷλεν αὐτό͵ ὡς αὐτὸ μὲν μὴ γενέσθαι͵ περιπτύξασθαι δὲ αὐτὸ γνωστικῶς͵ τοῦτο δέ ἐστι περιφωτισθῆναι τὸ ὄμμα τῷ ἐκείνου φωτί· τοιαύτη γὰρ ἡ πρὸς τὸ γιγνωσκό μενον συναφὴ τοῦ γιγνώσκοντος οὐκ ἐκεῖνο γενέσθαι͵ οὐδὲ ἐκείνου͵ οὐδὲ ἀπόρροιαν͵ ἀπ΄ ἐκείνου λαβεῖν͵ οὐδὲ αὐτὸ εἰς ἐκεῖνο ἀναχθῆναι. Τὰ γὰρ ἅπαξ διακριθέντα συγχέουσιν αἱ τοιαῦται πᾶσαι ἐπιβολαί͵ καὶ οὐδὲ τὸ τῆς γνώσεως εἶδος ἔτι συγχωροῦσιν͵ ὅπερ ἐν διακρίσει τῇ καθ΄ ὅρους ἑστώσῃ τοῦ γιγνωσκομένου καὶ τοῦ γιγνώσκοντος ὑφέστηκεν͵ ἀναγνωρισμὸς οὖσα τῶν διαστάντων͵ καὶ δεξίωσις ἀντιπροτεινομένη μετὰ τῆς διαστάσεως. Ἀλλὰ τῷ ἐνόντι τοιούτῳ͵ φασί͵ τὸ ἔξω τοιοῦτον γιγνώσκομεν. Οὐκοῦν͵ φήσω͵ ὁ νοῦς ἔξω μὲν τοῦ ὄντος ἐγένετο κατὰ τὴν παράλλαξιν τῆς φύσεως· ἔστιν δὲ ὅμως τοιοῦτος προελθών͵ οἷον ὅτι μάλιστα μείνασα ἡ οὐσία· μόνη γὰρ ἐξήλλαξεν ἡ διάκρισις· ὥστε ὅλῳ ἑαυτῷ γιγνώσκοι ἂν τὴν οὐσίαν ὁ νοῦς͵ οὐδὲν ἧττον ἢ εἰ τῆς οὐσίας ἴχνος ἐν ἑαυτῷ περιεῖχεν. Εἰ δὲ καὶ ἐν τῷ νῷ πρὸ τοῦ διῃρημένου τὸ συνῃρημένον
1.190 ἐστὶ πλήρωμα͵ νοερὸν ἂν εἴη τοῦτο τῆς πρὸ αὐτοῦ οὐσίας ἡνωμένης͵ οἷον εἰκὼν καθ΄ ἣν τὸ παράδειγμα εἴσεται͵ ὥσπερ κατὰ τὸ παράδειγμα τὴν εἰκόνα· καίτοι πολλὴ τῆς εἰκόνος ἡ πρὸς τὸ παράδειγμα τὸ οἰκεῖον διάκρισις· εἰ δὲ καὶ τῆς ἡνωμένης φύσεως αὐτῆς γε τῆς τοῦ ὄντος ἐνείη τι καὶ τῷ νῷ ἢ ἁπλῶς ἤ τινα τρόπον͵ καὶ ἤτοι αὐτῷ συμφυὲς τῷ ὄντι ἢ τῷ νῷ συνουσιωμένον ἢ ὅπη καὶ ὅπως. Ταῦτα μὲν γὰρ ἐπιζητήσομεν ἐν τῷ περὶ μεθέξεως λόγῳ μικρῷ ὕστερον. Εἰ δ΄ οὖν τι καὶ τοιοῦτον ἐνείη τῷ νῷ͵ κατὰ τοῦτο γνώσεται καὶ ἐκεῖνο ὁ νοῦς· μιᾶς γάρ πως οὔσης τῆς φύσεως͵ μία πως καὶ ἡ γνῶσις αὐτῆς γενήσεται. Ταῦτα μὲν δὴ καὶ ἐν τοῖς περὶ νοῦ τοῦ ὡς ἀληθῶς νοῦ μετιέναι ἐλπίζομεν ἀκριβέστερον͵ ἅτε καὶ τὸν περὶ μεθέξεως προσθέντες λόγον. Ἀλλὰ δὴ τὸ ἕκτον ἐπὶ τούτοις ἐκεῖνο ἡμῖν περιεβέβλητο πῶς ἑαυτὸν μὲν ὑφίστησι κατὰ τὴν οὐσιώδη ἐπιστροφὴν πρὸς ἑαυτόν. Οὐ μὴν ἔτι καὶ τὸ πρὸ ἑαυτοῦ κατὰ τὴν πρὸς ἐκεῖνο τοιαύτην· τὰ δὲ αὐτὰ καὶ περὶ τῆς ζωτικῆς ἠπορεῖτο· τὴν γάρ τοι γνωστικὴν ὁρῶμεν ὁμοίως ἔχουσαν κατά τε τὸ πρὸς ἑαυτὸν καὶ κατὰ τὸ πρὸς ἐκεῖνο· δρᾷ γὰρ οὐδὲν οὐδετέρωθι͵ καθὸ γιγνώσκει. Εἰ γὰρ καὶ δραστήριος εἴη ἡ γνῶσις͵ ἀλλὰ καθὸ δρᾷ τι͵ καὶ ὑφίστησιν͵ οὐκέτι γνῶσις ὡς γνωστοῦ͵ ἀλλὰ ποιητική τις αἰτία τινὸς ποιήματος. Οὐ γάρ ἐστι ποιεῖν ἴδιον τοῦ γιγνώσκοντος͵ ἀλλὰ μόνον γιγνώσκειν ἤδη τι ὄν͵ τῆς δὲ οὐσίας καὶ τῆς ζωῆς τὸ ὑφιστάνειν͵ μᾶλλον δὲ τῆς μὲν οὐσίας τὸ οὐσιοῦν καὶ ὑπόστασίν τινα παρέχεσθαι πρώτην͵ τῆς δὲ ζωῆς οἷον παρακινεῖν ἐκείνην καὶ παρεγείρειν εἴς τινα πρόοδον͵ ἢ τὴν τούτου ποιητικὴν ἐνδιδόναι φύσιν. Διὰ τί οὖν ἡ μὲν εἰς ἑαυτὸν οὐσιώδης ἐπιστροφὴ ὑφίστησιν τὸν νοῦν αὐτὸν ἀφ΄ ἑαυτοῦ͵ ἡ δὲ εἰς τὸ πρὸ αὐτοῦ οὐκέτι ἐκεῖνο ὑφίστησι; Καὶ πῶς γὰρ οἷόν τε ἦν τὸ αἴτιον ὑπὸ τοῦ αἰτιατοῦ ὑφίστασθαι; Οὐκ ἄρα οὐσιώδης ἡ τοιαύτη ἐπιστροφή͵ εἴπερ μὴ οὐσιοποιός͵ ἢ οὐσιοποιὸς τῆς τοῦ νοῦ οὐσίας͵ ἀλλ΄ ὡς ἀπὸ τοῦ πρὸ αὐτοῦ γεννωμένης· κατὰ γὰρ τὴν οὐσιώδη εἰς ἐκεῖνο οὐσιώδη ἐπιστροφήν͵ ὡς ἀπ΄ ἐκείνου προϊόντα ὁ νοῦς ἑαυτὸν περιέγραψεν τῇ πρὸς ἐκεῖνο στροφῇ͵ τὸ ἀπ΄ ἐκείνου εἶναι δεχόμενος· οὕτω γὰρ καὶ τὴν πρὸς ἑαυτὸν οὐσιώδη ἐπιστροφὴν νοητέον͵ ὡς ἀφ΄ ἑαυτοῦ προϊόντα αὐτὸν ὑφιστᾶσαν· οὕτω δὲ καὶ τὰ αὐτὰ περὶ τῆς ζωτικῆς ὑποτιθέμενοι τὴν ἀναλογίαν ἐν δίκῃ ἰδία σωσόμεθα.