1.191 Καὶ μὴν τὸ πέμπτον ἐπιλυσόμεθα ῥᾳδίως͵ ἴδιον μὲν ὁμολογοῦντες εἶναι τῆς ἐπιστροφῆς τὸ συννεύειν εἰς ἕτερόν τι͵ πρὸς ὃ ἡ ἐπιστροφὴ τὸ ἐπιστρεφόμενον͵ ἢ πρὸς ἑαυτό͵ εἰ αὐτοῦ εἴη πρὸς ἑαυτό͵ τὴν δὲ σύννευσιν γίγνεσθαι κατὰ μὲν οὐσίαν μετὰ τῆς ἑαυτοῦ ὑποστατικῆς ἰδιότητος͵ κατὰ δὲ ζωὴν μετὰ τῆς ζωοποιοῦ. Οὐκ ἔστι μὲν γὰρ ταὐτὸν ἐπιστρέφεσθαι καὶ ποιεῖν· ἐπιστρέφεται δὲ πάντως τὸ ποιοῦν πρὸς τὸ γιγνόμενον͵ καὶ ἀπὸ τοῦ συνόντος ἠβουλόμεθα γνωρίζειν τὸ τῆς ἐπιστροφῆς εἶδος ἀπὸ τοῦ οὐσιοποιοῦ ἢ ζωοποιοῦ͵ ἐπεὶ καὶ τῆς γνώσεως ἕτερον ἡ ἐπιστροφή͵ ἡ μὲν γὰρ νεῦσις͵ ὡς εἴρηται͵ πρὸς ἕτερον ἢ πρὸς ἑαυτό͵ ἡ δὲ γνῶσις οἷον συγκατάθεσίς ἐστι καὶ ὁμολογία τοῦ ἕκαστον εἶναι ὅ ἐστιν. Ἐπισυνακτέον δὲ τῷ πέμπτῳ τὸ τέταρτον καὶ τὰ αὐτὰ διαιρετέον ἐπὶ τῶν τριῶν ἐπιστροφῶν͵ ὡς ἔστιν ἄρα καὶ ἐπὶ ζωῆς τὸ μὲν ἀναλογοῦν τῷ γιγνώσκοντι͵ δῆλον ὅτι τὸ ζῶν͵ τὸ δὲ τῷ γιγνωσκομένῳ ἐκείνη ἡ ζωή͵ ἣν τὸ ζῶν ζῇ͵ τῇ δὲ γνώσει ἡ ζῆσις. Ἔστιν οὖν καὶ ἐπὶ τούτων εἰπεῖν τὸ ζωτικόν͵ τὸ ζωητόν͵ ἡ ζῆσις͵ καὶ δὴ καὶ ἐπὶ τῆς οὐσίας τὸ μέν ἐστιν οὐσίωσις καὶ ὑπόστασις͵ τὸ δὲ οὐσιούμενον͵ ὑφισταμένους͵ τὸ δὲ οὐσιωτὸν ὅπερ ἐν τῷ νῷ οὐσίωται καὶ καθ΄ ὃ οὐσιοῦται ὁ νοῦς. Ὡς γὰρ φάναι σαφέστερον͵ ἡ μὲν ἐπιστροφὴ κατὰ τὸ μέσον ὁρᾶται͵ τῶν δὲ ἄκρων κατὰ μὲν τὸ ἐπιστρεφόμενον ἔσται τὸ γνωστικόν͵ τὸ ζωτικόν͵ τὸ οὐσιωτικόν͵ οἷον τὸ γιγνῶσκον͵ τὸ ζῶν͵ τὸ οὐσιωμένον͵ κατὰ δὲ τὸ πρὸς ὃ ἐπιστρέφεται͵ τὸ γνωστόν͵ τὸ ζωητόν͵ τὸ οὐσιωτόν· ὀρεκτὸν γὰρ ἕκαστον τούτων ἑνός γε τοῦ ἐκείνων͵ τὸ μὲν τοῦ γιγνώσκοντος͵ τὸ δὲ τοῦ ζῶντος͵ τὸ δὲ τοῦ οὐσιωμένου. Τὸ μέντοι ἐπιστάσεως ἄξιον μὴ σιωπῇ παρέλθωμεν ὅτι ἐπὶ μὲν γνώσεως διακέκριται τὰ ὀνόματα͵ ἅτε ἐν διακρίσει τινὶ ἀξιολόγῳ τῆς γνώσεως ὑφ εστώσης͵ ἐπὶ δὲ τῶν ἄλλων οὐ κεῖται͵ διότι πολλὴ τούτων ἡ ἕνωσις τοῦ ζῶντος πρὸς τὴν ζωήν͵ καὶ ἔτι μειζόνως τοῦ οὐσιωμένου πρὸς οὐσίαν καθ΄ ἣν
1.192 οὐσίωται͵ ἢ πρὸς ἣν ἐπιστρέφεται κατ΄ οὐσίαν. Διὸ καὶ ἡ μὲν γνῶσις ἐνέργεια τι καὶ πάθος· γιγνώσκω γάρ σε καὶ γιγνώσκομαι ὑπὸ σοῦ͵ φαμέν· τὸ δὲ ζῶ καὶ εἰμὶ οὐδέτερα λέγεται καὶ ὑπὸ τῶν γραμματικῶν ὡς ἐν ὑποστάσει θεω ρούμενα͵ πλὴν εἰ μὴ προσλάβοι τὸ ποιεῖν καὶ ποιεῖσθαι· τότε δὲ κατ΄ αὐτὰ γίνεται ἡ μετάβασις͵ οἷον ζωοποιῶ καὶ ζωοποιοῦμαι. Πρὸς τοίνυν τὸ τρίτον ἐροῦμεν ὡς διττὸν ἡ πρόοδος͵ ἡ μὲν τοῦ προεληλυθότος͵ ἣν ἴδοι ἄν τις τριττήν͵ ὡς γιγνώσκοντος ἀπὸ τοῦ γνωστοῦ προ ϊόντος͵ ὡς ζῶντος ἀπὸ ζωῆς ἢ τοῦ αἰτίου τῆς ζωῆς͵ ὡς ὄντος ἀπὸ τοῦ πρώτου ὄντος͵ ἡ δέ ἐστιν ἐν τῷ προϊέναι θεωρουμένη͵ καθ΄ ἣν μόνην τὴν ζωὴν ὑφ εστάναι λέγομεν͵ ἐπειδὴ ταύτης οὐκ ἂν εἴη τὰ τρία διακεκριμένα͵ ἀλλ΄ εἴπερ ἄρα διακεκριμένα͵ καί τινα ἔμφασιν προβαλλόμενα τῆς πρὸς ἄλληλα ἀντιδι αιρέσεως· ἐπὶ γοῦν τῆς γιγνομένης οὐσίας οὐκ ἔστι διελεῖν οὐδ΄ ὁπωστιοῦν τὸ οὐσιῶδες καὶ γνωστικὸν καὶ ζωτικόν. Ἐὰν ἄρα μόνην θεωρῇ τις καὶ ὀνομάζῃ τὴν ἔρημον ἐκείνου κατάστασιν͵ οὐκ ἂν οὐδὲ ταύτην διέλοι τριχῆ. Εἰ δὲ μονὴν λέγοι τοῦ προελθόντος͵ ὄψεται καὶ ταύτην τριχῆ διαιρουμένην· μένει γὰρ ὁ νοῦς καὶ ἐν τῷ γνωστῷ κατὰ τὴν γνῶσιν͵ καὶ ἐν τῇ ζωῇ κατὰ τὴν ἑαυτοῦ ζωήν͵ ἢ ἐν τῷ αἰτίῳ τῆς ζωῆς͵ καὶ ἐν τῷ ὄντι κατὰ τὴν μὴ πάντη ἀπὸ τοῦ ὄντος ἔκστασιν͵ ὡς ἐν τοῖς πρόσθεν ἐλέγομεν. Ὥστε καὶ πρὸς τὸ δεύτερον ἀπὸ τούτων ῥᾴδιόν τι εἰπεῖν ὡς τοῦ προελθόντος ἐστὶν ἡ ἐπιστροφή· τοῦτο γὰρ καὶ δεῖται τῆς ἐπανόδου ὃ καὶ τὴν ἔφοδον ἐποιήσατο͵ οὔτε δὲ τὸ προϊόν͵ εἴπερ ἔτι πρόεισιν͵ οὔτε πολλῷ μᾶλλον τὸ μένον πρὸ τῆς προόδου͵ τοῦτο γὰρ οὐδὲ πρόεισιν. Ἆρα οὖν μόνη ἡ ἐπιστροφὴ τοῦ προελ θόντος ἐστίν; ἢ καὶ τὸ προϊέναι καὶ τὸ μένειν· αὐτὸ γὰρ δὴ μένον τε προελήλυθε καὶ μέσην ἔχει τοῦ προεληλυθέναι καὶ μένειν τὴν πρόοδον· ὅλως γὰρ ἐν διορισμῷ τὰ τρία πρὸς ἄλληλα͵ ὡς εἴρηται πολλάκις. Ἐν ἄρα τῷ διωρισμένην ἔχοντι τὴν οὐσίαν ἐστὶ τὰ τρία͵ τοῦτο δέ ἐστι τὸ προεληλυθός· τὸ δὲ ὂν οὐκ ἂν λέγοιτο μένειν εἰκότως͵ ὅ γε μηδὲ πρόεισι καὶ ἐν ᾧ μηδὲν διώρισται͵ ὥστε οὐδὲ μονὴ ἐν αὐτῷ ὥς τι διωρισμένον. Ἄλλως δὲ ἀκίνητον λέγεται ὡς ἀδιάκριτον πάντη καὶ ἡνωμένον καὶ ὂν μένον ἐν τῇ καὶ πρὸ πάντων ἀπροόδῳ φύσει.