1.193 Οὕτω δὲ οὐδὲ ἡ λεγομένη ζωὴ μονὴν ἔχει ἢ πρόοδον ἢ ἐπιστροφὴν ἐν διακρίσει θεωρουμένας͵ ἀλλὰ τὰς ἐν τῷ διακρίνεσθαι ἔτι ὑποφαινομένας. Ἐοίκασιν ἄρα συνεῖναι ἀλλήλαις αἱ τρεῖς͵ ἐν μὲν τῷ ἡνωμένῳ κατὰ ἕνωσιν ἀδιάκριτον͵ ἐν δὲ τῷ διακεκριμένῳ κατὰ διορισμόν τινα καὶ ἀντιδιαίρεσιν ἤδη προβεβλημένην͵ ἐν δὲ τῷ μέσῳ δῆλον ὅτι τὸ μεταξύ͵ τὸ πῶς μὲν εἶναι͵ πῶς δὲ μὴ εἶναι͵ διωρισμένας ἢ ἀδιορίστους. Ἀλλ΄ ὅτι μὲν ἐν τῷ προελθόντι αἱ τρεῖς οὕτως εἰσὶν ὡς διακεκριμέναι κατ΄ εἶδος͵ ἐκ τούτων φανερόν. Τί δέ; τὸ ὂν οὐκ ἐπεστραμμένον ἐστὶ πρὸς ἑαυτὸ καὶ αὐθυπόστατον͵ αὐτό τε ἀφ΄ ἑαυτοῦ προϊὸν καὶ ἐν ἑαυτῷ μένον; ἢ φαντάζεται μὲν εἶναι τοιοῦτον ἡμῖν τοῖς περὶ τὴν μίαν αὐτοῦ ἁπλότητα μεριζομένοις͵ αὐτὸ δὲ ὅλως οὐδὲν μὲν τούτων ἐστί͵ τὴν δὲ μίαν τῶν τριῶν εἴληχε κοινωνίαν͵ καὶ ταύτην μέντοι συνῃρημένην ἐν τῇ ὅλῃ κοινωνίᾳ τῶν πάντων. Καὶ γὰρ ἔδει ἄλλως τὸ κατ΄ ἐπιστροφήν τινα ὂν ἢ πρόοδον ἢ μονήν͵ αὐτὸ μόνον εἶναι ἁπλῶς ἐστι· τούτων γὰρ ἕκαστον οὐχ ἁπλῶς ἐστιν͵ ἀλλὰ τοιάδε οὐσία μένουσα τυχὸν ἢ προϊοῦσα ἢ ἐπιστρέφουσα͵ καί͵ τὸ ὅλον φάναι͵ διωρισμένη· ᾧ δῆλον ὅτι ἐν τῷ προελθόντι ἐστὶν ἡ οὐσία καὶ ἡ ζωὴ καὶ ἡ γνῶσις͵ αἵ γε κατὰ διαίρεσιν ἀντιδιεσταλμέναι πρὸς ἀλλήλας· ἡ δὲ μέση φύσις οὔπω τι τούτων͵ οὔτε οὐσία͵ οὔτε ζωή͵ οὔτε γνῶσις͵ ἀλλ΄ ἤδη τούτων ὠδίς τις καὶ προκοπή· ἐν δὲ τῷ καλουμένῳ ἰόντι οὐδὲ ὑπόφασις. Ἀλλὰ τί τὸ προελθόν; ἆρα τὸ τρίτον ἀεί͵ καὶ ὅσον μετὰ τὸ τρίτον͵ ἢ καὶ τὸ δεύτερον ἐνίοτε͵ εἰ καὶ μὴ τὸ δεύτερον τοῦ ὄντος͵ ὃ ζωὴν καλοῦμεν͵ ἀλλ΄ οἷον ὁ δεύτερος νοῦς͵ ἢ μετὰ τὸν πρῶτον νοῦν καὶ τὴν ἐν αὐτῷ πρώτην ἐκφανεῖσαν διάκρισιν͵ ἐφεξῆς ἀεὶ καὶ τὰ δεύτερα τῶν πρὸ αὐτῶν διακρίνεται͵ μετέχοντά γε τῆς ἤδη προβεβλημένης ἄνω δια κρίσεως; ἔστι δὲ ἃ καὶ ἐν τῷ διακρίνεσθαί πως ὁρᾶται πρὸς τὰ πρὸ ἑαυτῶν καὶ τὰ μεθ΄ ἑαυτὰ κατὰ ἀναλογίαν͵ ὡς ἐν ταῖς χαλδαϊκαῖς τριάσιν ἡ δύναμις. Ἐπὶ δὲ τούτοις ἅπασι τὸ πρῶτον ἡμῖν ἐζητημένον ἐξετάσωμεν τίς ἡ ἀνάγκη τῆς ἀντιθέσεως τῶν τριῶν πρὸς ἄλληλα͵ εἴτε μονῆς καὶ προόδου καὶ ἐπιστροφῆς͵ εἴτε οὐσίας καὶ ζωῆς καὶ νοῦ͵ εἴτε τοῦ ἡνωμένου καὶ διακρινομένου καὶ διακεκριμένου.
1.194 Τάχα μὲν οὖν κάλλιον ἀδιάκριτον͵ διακρινόμενον͵ διακεκριμένον ποιεῖν τὴν ἀντιδιαίρεσιν͵ ἢ πάλιν αὖ ἡνωμένον͵ πεπληθυ σμένον͵ ἀπὸ διαμέτρου μὲν ταῦτα κατὰ τὴν τοῦ ἑνὸς καὶ τοῦ πλήθους ἀντίθεσιν͵ ἐν μέσῳ δὲ ἀμφοῖν ὁ τοῦ μὲν ἑνὸς ἐχάλασεν͵ ἡ τοῦ δὲ πλήθους ἔμφασις προεβάλετο. Αὕτη μὲν ἡ τριὰς ἐν εἰκότι λόγῳ διῄρηται͵ τὴν δὲ πρὸ ταύτης παρέσχετο μὲν καὶ τὰ αἰσθητὰ πᾶσι προκείμενα͵ ὧν τὰ μὲν εἶναι μόνον λέγομεν͵ τὰ δὲ καὶ ζῆν͵ τὰ δὲ καὶ γιγνώσκειν· παρέσχετο δὲ καὶ ὁ τοῦ ζῴου ὁρισμός͵ οὐσίαν τε καὶ γιγνώσκουσαν αὐτὸ ἀφοριζόμενος. Οὐκοῦν ζῷον μὲν ἐκ τῶν τριῶν͵ ἀφῃρημένης δὲ τῆς γνώσεως οὐσία ζῶσα γίγνεται μόνον͵ ἀπο λειπομένης δὲ καὶ τῆς ζωῆς͵ οὐσία μόνον καθίσταται· ἐάσαντες δὲ τὰ πράγματα͵ εἰ βούλει͵ τὰς ἡμετέρας ἐννοίας ἀναθρήσωμεν ἃς ἔχομεν περὶ τῶν εἶναί φαμεν͵ τὸ δὲ ζῆν͵ τὸ δὲ γιγνώσκειν. Τοῦτο μὲν οὖν πρὸς ἕτερον ἀποτείνεται͵ κατὰ γὰρ τὴν πρὸς τὸ γνωστὸν ὄρεξιν ὑφίσταται τὸ γιγνώσκειν͵ τὸ δὲ εἶναι καθ΄ αὑτὸ καὶ ἑαυτοῦ καὶ μόνον αὐτὸ χωρὶς ἁπάσης διπλόης͵ τὸ δὲ ζῆν ἀτεχνῶς μέσον. Ἔτι μὲν γὰρ ἐν ἑαυτῷ καὶ πρὸς ἑαυτὸ καθ΄ ὅσον ζῇ τὸ ζῶν͵ ἤδη δέ πως ἐγειρόμενον ἀφ΄ ἑαυτοῦ καὶ πρὸς ἑαυτὸ διακρινόμενον͵ καὶ οἷον ὑπερζέον τῆς ἑαυτοῦ οὐσίας͵ οὔπω δὲ εἰς ἄλλο ἀποτεινόμενον· διὸ οὐδὲ πρὸς ἐνέργειαν φέρεται καὶ πάθος ὡς πολὺ τῆς οὐσίας ἐχόμενον. Καὶ γάρ ἐστιν ἡ ζωὴ τὸ διανιστάμενον τῆς οὐσίας· διὸ καὶ ἔδοξε κίνησις εἶναι ἢ κινήσεως αἰτία͵ καὶ διάκρισις͵ ἢ ἐν τῷ διακρίνεσθαι͵ ἢ τῆς τοιαύτης αἰτία διακρίσεως͵ ἔστι δὲ τούτων μὲν οὐδέν· οὐδὲ γὰρ ἡ οὐσία στάσις ἢ στάσεως αἰτία͵ οὐδὲ συναίρεσις ἢ συναιρέσεως αἰτία· οὐδὲ γὰρ ὁ νοῦς γνῶσις͵ οὐδὲ μόνης γνώσεως αἴτιος· εἴδη γὰρ ταῦτα καὶ διώρισται πρὸς ἄλληλα· καὶ γὰρ ἡ ζωὴ καὶ ἡ οὐσία διωρισμένα· ὁ δὲ νοῦς τὰ πάντα͵ ὁ πρῶτος νοῦς͵ καὶ κόσμος ὅλος ἤδη τῇ οἰκείᾳ περιγραφῇ καὶ τῇ οἰκείᾳ διακρίσει͵ τεταγμένος τε καὶ ἐσφαιρωμένος. Ἡ δὲ πρὸ τούτου φύσις ἣν καλοῦμεν ζωὴν ἀπὸ τῆς ἐοικυίας αὐτῆς τῇ μεσότητι ζωῆς εἰδητικῆς οὔπω τέτακται· οὐδὲ γάρ πω διακέκριται οὐδὲ περιγέγραπται͵ ὅτι καὶ ἡ περιγραφὴ διάκρισίς τις· ἀλλ΄ ὑποφαίνει μὲν ταῦτα ὡς ἐπ΄ αὐτὰ ῥέουσα ἀπὸ τοῦ ὄντος͵ ἔστι δὲ οὐδὲν ἕτερον ἢ μόνη ῥύσις οὔτε ἄνω μείνασα͵ οὔτε