ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.195-1.197)


1.195 κάτω προελθοῦσα· πρὸ δὲ ταύτης ἡ παντελὴς τοῦ ὄντος ὑπόστασις οὕτω παντελὴς ὥστε μηδὲ τῆς ῥύσεως ἀνασχέσθαι͵ μηδὲ τῆς εἰς τὸ μέσον προχύσεως. Δικαίως ἄρα καὶ αὕτη ἀντιδιῄρηται ἡ τριὰς αὐτὴ πρὸς ἑαυτὴν κατὰ τὴν τῶν διωρισμένων ἐννοιῶν ἀκολουθίαν· ἡ μὲν γὰρ οὐσία αὐτὸ μόνον δηλοῖ ὅ ἐστιν ἕκαστον͵ κἂν τὴν γνῶσιν ἴδοι τις ὥς τινα καὶ ταύτην ὑπόστασιν͵ καὶ τὴν ζωήν͵ κἂν τὸν νοῦν͵ τὸ ἀγαθὸν τοίνυν͵ τὸ καλόν͵ τὸ δίκαιον͵ πᾶν ὅ ἐστιν οὐσία͵ ἐκείνου ἐστίν· τὸ δὲ ζῆν ἑκάστου͵ καὶ τῆς οὐσίας ἑκάστης ἡ ζωὴ τὸ ζέον αὐτῆς ἐστι͵ ἑκασταχοῦ καὶ διανιστάμενον καὶ ἀφ΄ ἑαυτοῦ ῥωννύμενον εἰς τὴν ἐκτὸς ἐνέργειαν͵ εἴ τι καὶ τοῦτο δύναται πρὸς τὴν ἔνδειξιν οὗ λέγομεν. Ὅταν δὲ εἴδει ἑτέρῳ προσπλέκηται καὶ ἀποτείνηται πρὸς ἕτερον͵ ἄλλαι τε ἐνέργειαι καὶ ἰδιότητες ἐνορῶνται͵ καὶ δὴ καὶ ἡ γνῶσις. Διὸ πρὸς οὐσίαν ἡ μὲν ζωὴ δυνάμεως λόγον ἐπέχει͵ ἡ δὲ γνῶσις͵ ἐνεργείας· καίτοι καὶ γνωστικὴ δύναμίς ἐστι καὶ οὐσία͵ ὁμοίως δὲ καὶ ζωτική. Τῷ μὲν ἄρα καθ΄ αὑτὸ συνυφέστηκεν ἡ οὐσία͵ τῷ δὲ πρὸς ἕτερον ἡ γνῶσις͵ τῷ δὲ μέσῳ καὶ οὐδὲ πρὸς ἕτερον τεινομένῳ͵ οὔτε καθ΄ ἑαυτὸ ἀτρεμοῦντι͵ ἡ παρ΄ αὐτὸ τοῦτο δὴ τὸ ζητεῖν τε καὶ ζέειν εἶναι λεγομένη ζωή. Πῶς δὲ ὁ νοῦς τρίτος; εἰ μὲν εἴδει κατὰ γνῶσιν οὐσίωται͵ καὶ τὸ νοεῖν γιγνώσκειν ἐστίν͵ ὅτι καὶ ἡ γνῶσις ἀντίθετος ἦν πρὸς ζωήν͵ ὡς εἴρηται͵ εἰ δὲ τὸ νοεῖν καὶ ἡ νόησις ἐπάνοδον σημαίνει πρὸς τὸ ὄν͵ ὡς ἐλέγετο πρόσθεν͵ ἡ δὲ ἐπάνοδος ἐπιστροφὴ ἢ διάκρισις͵ δῆλον ὅπως καὶ ὁ νοῦς τρίτος μετὰ ζωήν τε καὶ οὐσίαν· αὕτη μὲν γὰρ ἀπερίγραφος͵ ὁ δὲ νοῦς περιγεγραμμένος͵ ἡ δὲ ζωὴ μέσην ἔχει τὴν διάθεσιν. Ὁμοίως δὲ ὁ μὲν νοῦς διακεκριμένος͵ πολλὰ γεγονὼς ἀνθ΄ ἑνός τε καὶ ἡνωμένου͵ ἡ δὲ οὐσία μονοειδὴς καὶ ἀδιάκριτος͵ ἡ δὲ ζωὴ τὴν μέσην καὶ τούτων ἔχει διάθεσιν. Οὐκοῦν ἐπὶ τούτοις ἐκεῖνο προσθετέον ὅπως μονὴ καὶ πρόοδος καὶ ἐπιστροφὴ ἀντιδιῄρηνται πρὸς ἀλλήλας· ἢ τὸ αὐτὸ μέν͵ εἰ λάβοιμεν͵ τρεῖς ἕξει τοῦτο ἐνεργείας· ἢ γὰρ ἡσυχίαν ἄγει͵ ἢ μεταβάλλεταί τινα μεταβολήν͵ ἢ ὀρέγεται πάλιν τῆς ἡσυχίας. Καὶ γὰρ τὸ σῶμα ἢ ὑγιαίνει κατὰ φύσιν͵ ἢ εἰς τὸ παρὰ φύσιν ὑπάγεται͵ ἢ εἰς τὸ κατὰ φύσιν ἀπανάγεται. Εἰ δὲ πρὸς τὸ αὐτὸ καὶ ἓν ἐκλάβοιμεν τὸ τριχῆ διαιρούμενον͵ ἐροῦμεν ἢ συνεῖναι αὐτῷ͵ ἢ ἀπ΄ αὐτοῦ ἀπιέναι͵ ἢ πρὸς αὐτὸ ἐπανιέναι.

1.196 Ἐπὶ τούτοις δὴ ζητητέον περὶ τοῦ νοητοῦ καὶ πάντη ἡνωμένου ῥηθέντος͵ εἴ τινα ἐν ἑαυτῷ διάκρισιν ἔχει καὶ τάξιν πρώτου καὶ μέσου καὶ τελευταίου πληρώματος͵ εἴτε ὡς οἱ φιλόσοφοι λέγουσιν͵ οὐσίας καὶ ζωῆς καὶ νοῦ͵ εἴτε ὡς οἱ θεόλογοι ἄλλοι ἄλλως πληθύοντες τὰς νοητὰς ἀρχάς͵ εἴτε ὡς οἱ Χαλδαῖοι πατρικὰς τριάδας ἀνευφημοῦντες. Εἰ δὲ μέλλοιμεν ταῦτα διατιθέναι μετρίως πως͵ ἀνακρουστέον ἡμῖν αὖθις τὸν λόγον εἰς τὴν περὶ πολλῶν καὶ πλήθους ἐπίσκεψιν· οὕτω γὰρ ἴσως φανεῖται πότερον προσήκει τὸ πλῆθος τῷ νοητῷ ἐκείνῳ ἢ οὔ͵ καὶ πῶς μέν͵ πῶς δὲ οὔ͵ προσ ήκοι ἂν κατὰ τὸ δικαιότερον. Οὐκοῦν πολλὰ ταῦτα ὁρᾶται ὄντα σαφῶς καὶ λέγεται ὑπὸ πάντων͵ ὅσα διέστη ἀπ΄ ἀλλήλων καὶ καθ΄ ἑαυτὸ γέγονεν ἕκαστον οἰκείᾳ περιγραφῇ͵ τοῦτο μένον βουλόμενον ὅ ἐστι καὶ λέγεται͵ οἷα τὰ εἴδη φαμὲν εἶναι σπουδάζειν. Λέγεται δὲ αὖ πολλὰ καὶ τὰ μέρη· οὐδὲ γὰρ πέφυκεν ἓν μέρος εἶναί τινος͵ ἀλλὰ δύο τοὐλάχιστον· πολλὰ οὖν καὶ τὰ μέρη· διαφέρει δὲ ὅτι οὐ καθ΄ ἑαυτὰ βούλεται εἶναι͵ οὐδὲ ἑαυτῶν͵ ἀλλὰ πάντως ἀλλήλων τε καὶ τοῦ ὅλου κατὰ τὴν μίαν ἀλληλουχίαν ἔν τε τῷ ὅλῳ ὑφέστηκεν͵ ἀρξάμενα μὲν τῆς διακρίσεως κατὰ τὸν μερισμόν͵ οὐ διαστάντα δὲ ὅμως εἰς οἰκείας περιγραφάς͵ ἀλλ΄ ἔτι τῇ πρὸς ἄλληλα καὶ τὸ ὅλον συννεύσει συνουσιωμένα͵ οἷα μάλιστα φαίνεται τὰ ὁμοιο μερῆ λεγόμενα τῶν μερῶν. Λέγεται δὲ πολλὰ κατὰ τρίτον λόγον τὰ στοιχεῖα. Καὶ γὰρ οὐδὲ στοιχεῖον ἓν μόνον δύναται συμπληροῦν τὸ στοιχειωτόν͵ δύο δὲ τοὐλάχιστον. Τίς οὖν ἡ διαφορὰ μερῶν καὶ στοιχείων; μία μὲν ὅτι τὰ μὲν μέρη ἐκ στοιχείων ἐστὶ τῶν αὐτῶν τῷ ὅλῳ· τοῦ γὰρ στοιχειωτοῦ τὰ μέρη ἐστὶν ὥσπερ

1.197 τοῦ νεύρου τὰ τέσσαρα στοιχεῖα ταὐτά͵ καὶ δὴ καὶ ἑκάστου τῶν αὐτοῦ μερῶν· τὰ δὲ στοιχεῖα ἁπλούστερά ἐστι καὶ μέρους ἑκάστου ὡς τὸ πῦρ φέρε καὶ ἡ γῆ καὶ τοῦ ἐλαχίστου δοκοῦντος εἶναι͵ νεύρου. Ἑτέρα δὲ ὅτι τὰ μὲν μέρη φυλάττει καὶ τὸν οἰκεῖον μερισμὸν καθ΄ ὃν ὑπέστη· ἢ εἰ μὴ φυλάττοι͵ οὐδ΄ ἂν εἴη μέρη͵ τὰ δὲ στοιχεῖα οὐχ ὑπομένει τὴν ὁπωσοῦν διάστασιν͵ ἀλλὰ συγχεῖται εἰς κρᾶσιν͵ καὶ εἰς ἕνωσιν ἐπείγεται͵ καὶ ἐν τούτῳ ἔχει τὸ εἶναι στοιχεῖα͵ τὸ μὴ παραφαίνειν που τὸν οἰκεῖον μερισμόν͵ καὶ πολλῷ μᾶλλον οὐδὲ τὴν περιγραφήν. Τρίτη δὲ αὐτῶν διαφορὰ τὸ μὴ εἶναι τῆς αὐτῆς φύσεως τὰ στοιχεῖα τῷ στοιχειωτῷ͵ πλὴν ὅσον τούτου λέγεσθαι στοιχεῖα͵ λέγω δὲ οἷον τὰ τοῦ ἡμετέρου σώματος στοιχεῖα οὐκ ἔστι κατὰ τὸ εἶδος τοῦ κράματος͵ ὄστεα εἰ τύχοι καὶ σάρκες͵ ἀλλ΄ ὀστέων μὲν καὶ σαρκῶν͵ ὅταν σύμμετρα γένηται καὶ οἰκειωθῇ πρὸς τοῦτο τὸ εἶδος͵ καθ΄ αὑτὰ δὲ ὅμως ἑτέρας ὑποστάσεως. Καὶ δὴ καὶ τῆς οὐσίας εἴ τινα εἴη στοιχεῖα͵ οὐκ ἂν εἶεν οὐσίαι τινές. Οὐσία γὰρ ἦν τὸ στοιχειωτόν͵ τὸ δὲ στοιχεῖον οὐκ ἂν εἴη τὸ στοιχειωτόν· ἄκρα μὲν τοίνυν τὸ περι γεγραμμένον εἰς οἰκείαν ὑπόστασιν͵ καὶ τὸ συγκεκραμένον εἰς μίαν τὴν κοινὴν ἁπάντων ἕνωσιν͵ μεσότης δὲ ἀμφοῖν τὰ μέρη καὶ ὁ τούτων μερισμός͵ ἤδη μέν πως διισταμένων͵ οὔπω δὲ περιγραφομένων. Ἀλλ΄ εἰ ταῦτα οὕτω φύσει διέστηκεν͵ πῶς ἔτι τὰ τέσσαρα στοιχεῖα ταῦτα εἴδη ἄττα ἐστί͵ πῶς δὲ τὰ γένη λεγόμενα τοῦ ὄντος οὐκ ἂν εἴη καὶ εἴδη; καίτοι καὶ στοιχεῖα λέγεται τῆς οὐσίας καὶ γένη· διὰ τοῦτο τοῦ ὄντος ἐστὶν ὅτι ἐκ τούτων ἡ οὐσία συγκέκραται. Εἰ δὲ ταῦτα εἴδη καὶ οὐ στοιχεῖα φήσει τις͵ τίνα ἂν εἴη τὰ στοιχεῖα ὡς ἀληθῶς; τίνα γὰρ ἂν εὕροιμεν ἁπλούστερα τῶν γενῶν τοῦ ὄντος; δοκεῖ δὲ ὅμως εἶναι καὶ εἴδη σώζοντά γε τὰς οἰκείας περιγραφάς· ἐν γὰρ τῇ οὐσίᾳ καὶ κίνησις καὶ στάσις͵ ἐμφανὲς ὄν͵ καὶ τῶν ἄλλων ἀντιθέσεων ἑκάστης ἑκάτερον. Πῶς δὲ μέρη τοῦ ἀνθρώπου͵ κεφαλὴ καὶ χεῖρες καὶ πόδες; πῶς δὲ τὸ ὅλον ἐξ ὅλων μερῶν͵ ἡλίου τέ φημι καὶ σελήνης καὶ τῶν ἄλλων͵ ὧν ἕκαστον εἶδος ὅλον ἐστί͵ καὶ τὰ ἡμέτερα μέρη περιγέγραπταί πως εἰδητικαῖς τισι διαφοραῖς͵ ὅσα ἀνομοιομερῆ;