1.198 Καὶ ῥητέον πρὸς ταῦτα ὡς τὰ ὑποκάτω ἀεὶ μετέχει τῶν ἐπάνω· ὥστε τὰ μὲν εἴδη καὶ μέρη ἐστὶ καὶ στοιχεῖα͵ καὶ αὖ τὰ μέρη καὶ στοιχεῖα͵ οὐ μέντοι ἀνάπαλιν πάντως. Ἐπὶ γὰρ τῶν εἰδῶν ἄλλα ἄλλων ἁπλούστερα͵ τὰ ἁπλᾶ τῶν συνθέτων γίνεται στοιχεῖα͵ οὐκ ἀνεχόμενα τοῦ συνθέτου μερισμοῦ͵ ὅ ἐστι τοῦ στοιχειωτοῦ μερισμός͵ ἀλλ΄ ἐμμένοντα τῇ πρώτῃ αὐτοῦ ὑποστάσει· αὕτη δὲ ἦν ἡ ὡς μάλιστα ἀμέριστος͵ τοῦτόν γε τὸν τρόπον τὸν τοῦ κράματος͵ καὶ ὅτι πρὸ τοῦ περιγραφῆναι τελέως μερίζεται πρότερον ἐξ ἀνάγκης͵ καθ΄ ὃν μερισμὸν εἰς τὴν μερῶν καθίσταται τάξιν· δεῖ γὰρ ἀποστῆναι τῆς ἑνώσεως εἰς μέρη͵ καὶ οὕτως ἄρα προελθεῖν εἰς τελείαν διάστασιν τὴν εἰδητικήν. Ὅλως δὲ ἐπειδὴ τὰ εἴδη περιγεγράφθαι βούλεται͵ ὅσα τῶν εἰδῶν μὴ ἀγαπᾷ τὴν ἐφ΄ ἑαυτῶν ἰδίαν στάσιν͵ ἀλλὰ πόθῳ τῆς ἀρχαίας φύσεως εἰς ἓν συννένευκεν͵ ταῦτα κατὰ τοσοῦτον καὶ μέρη γίγνεται͵ ὥστε κατὰ συμπλοκὴν τῶν ἁπλῶν ποιητέον͵ τὰ μὲν εἴδη ἅμα καὶ μέρη͵ κατὰ ἄλλο μέντοι καὶ ἄλλο͵ τὰ δὲ εἴδη καὶ στοιχεῖα· οὐδὲ ταῦτα κατὰ ταὐτόν͵ ἀλλ΄ ᾗ μὲν ἥνωται καὶ κατὰ τὴν συνηρημένην αὐτῶν ἀκρότητα͵ στοιχεῖα ἂν εἴη͵ ᾗ δὲ διακέκριται ἀπ΄ ἀλλήλων͵ εἴδη αὐτὰ ἂν καλοῖτο δικαίως͵ ᾗ δὲ διακρίνεταί πως κατὰ τὴν ἀμφίβιον μεσότητα τῆς ὑποστάσεως͵ μέρη κυρίως λεγόμενα. Ἔτι δὲ ὅσα μὲν ἐν τῷ ὅλῳ ἀνόμοια μέρη εἴδη τε ἅμα καὶ μέρη ἐστίν· εἴδη μὲν ὅτι ἀνόμοια͵ μέρη δὲ ὅτι οὐ καθ΄ αὑτά͵ ἀλλ΄ ἐν τῷ ὅλῳ πέφυκεν εἶναι͵ οἷα τὰ ἡμέτερα ὀργανικὰ λεγόμενα͵ καὶ οἷα ἐν τῷ οὐρανῷ ἡμισφαίριά τε καὶ τεταρτημόρια καὶ ζῶναι διάφοροί τινες͵ ἔτι δὲ πόλοι καὶ κέντρα καὶ ἄξονες καὶ κύκλοι͵ δημιουργικαῖς τισιν ἀφωρισμένοι τομαῖς͵ οὐ καθ΄ ἑαυτοὺς δὲ ὅμως εἶναι δυνάμενοι. Ἀλλὰ καὶ ἐν ταῖς ψυχαῖς οἱ λόγοι τοιαῦτα ἄττα μέρη τυγχάνουσιν ὄντες͵ καὶ πᾶσαι αἱ τῶν διαφόρων αἰτίαι τε καὶ μεθέξεις τῆς τοιᾶσδε φύσεως· αἱ δὲ ὑπάρξεις ὡς τῆς αὐτοτελοῦς͵ πλὴν ὅτι καὶ τούτων αἱ συναιρέσεις γίνονται οἷον ἐκ στοιχείων͵ καὶ αἱ ὁλότητες οἷον ἐκ μερῶν͵ ὡς εἴρηται καὶ πρότερον. Οὕτω μὲν οὖν εἴδη καὶ μέρη· εἴδη δὲ ἅμα καὶ στοιχεῖα ὅσα συγκίρναται τῶν εἰδῶν εἰς ἑνὸς εἴδους ἀδιάκριτον σύστασιν͵ οἷα τὰ σύνθετα τῶν ζῴων͵ ὅλα δι΄ ὅλων ἐπιφαίνοντα τὴν σύνθεσιν͵ ἡμίονοί τε καὶ στρουθοκάμηλοι καὶ ὅσα
1.199 τοιαῦτα· ἐξ εἰδῶν γὰρ ταῦτα συνέστηκε διαφόρων͵ ὥσπερ ἐκ στοιχείων εἰς ἑνὸς εἶδός τι συγχεομένων. Τὸν αὐτὸν δὲ τρόπον καὶ μέρη ὀψόμεθα͵ τὰ μὲν αὐτὸ τοῦτο͵ μέρη͵ μόνον͵ ὅσα προκύπτει μὲν ἀπὸ τῆς συνῃρημένης φύσεως͵ οὔπω δὲ ὅμως περιγεγραμμένα διέστηκεν αὐτὸ ἕκαστον ἀφ΄ ἑαυτοῦ τέλειον· τοιαῦτα γὰρ τὰ ὁμοιομερῆ ἐστιν ὁμολογουμένως͵ μερισάμενα μὲν τὴν ὁλότητα͵ μένοντα δὲ ὅμως ἐν τῷ αὐτῷ εἴδει͵ καὶ διὰ τοῦτο συνωνυμοῦντα τῷ τε ὅλῳ καὶ ἀλλήλοις· ἤδη δὲ ἔνια καὶ εἰς τὸ ἀνομοιομερὲς ἄρτι προκύπτοντα μένει ὅμως ἐν τῷ ὅλῳ καὶ τῇ κοινῇ συνωνυμίᾳ τῆς αὐτῆς φύσεως͵ οἷόν τι πέπονθε τὸ κατατεταγμένον ζῷον ἐν ἑκάστῳ τῶν εἰδῶν· ζώειον μὲν γὰρ ἔτι καὶ ζῴου τι μέρος καὶ μέτρον· ἀλλ΄ ἤδη πως τὸ μὲν ἀνθρώπειον͵ τὸ δὲ ἵππειον οὐ μόνον τῇ πρὸς ἑκάτερον συμμετρίᾳ (τοῦτο μὲν γὰρ καὶ τὰ ὁμοιομερῆ ἔπαθεν ἄν)͵ ἀλλὰ καὶ τῇ προβολῇ καὶ τῇ νεύσει τῇ πρὸς ἄνθρωπον καὶ ἵππον· μέρη δὲ ὡς εἴδη ἐστὶν οἷα τὰ ἐφ΄ ἑκάτερα τῶν καθ΄ ἑαυτὰ καὶ αὐτοπεριγράφων εἰδῶν͵ ἢ κατὰ τὸ χεῖρον͵ ὡς τὰ ἡμέτερα ὀργανικά͵ ἢ κατὰ τὸ κρεῖττον͵ ὡς τὰ μέρη τοῦ κόσμου· ταῦτα μὲν γὰρ τοῦ ὅλου μᾶλλον ἤπερ ἑαυτῶν εἶναι ἐσπούδακεν͵ ἐκεῖνα δὲ οὐ δύναται καθ΄ ἑαυτὰ καὶ ἐφ΄ ἑαυτῶν ὑφεστάναι͵ διὰ τὸ ἀτελὲς τῆς οἰκείας φύσεως. Εἴη δ΄ ἂν μέρη καὶ στοιχεῖα γιγνόμενα οἷα τὴν ἐκ μερῶν λεγομένην ὁλότητα συμπληροῖ. Ὅτι μὲν γὰρ ἐκ μερῶν ἡ ὁλότης συμπληροῦται͵ καὶ εἰ μὴ πᾶσα͵ ἀλλ΄ αὕτη γε͵ φανερόν· ὅτι δὲ ὡς ἐκ στοιχείων͵ δηλοῖ τὸ ἓν εἶδος ἐκ πολλῶν ἀποτελεῖσθαι͵ ἀφανιζομένων εἰς ἓν τῶν πολλῶν͵ καὶ τὸν μερισμὸν οὐκέτι φυλαττόντων ἐν τῇ τοῦ ὅλου εἰδοποιίᾳ. Οἶμαι δὲ ὅτι καὶ τὰ εἴδη ἐν τῷ γένει θεωρούμενα ὡς ἐν ὅλῳ μὲν θεωρεῖσθαι μέρη (ἀπερίγραφα γάρ ἐστι ταῖς οἰκείαις περιγραφαῖς)͵ μέρη δὲ ὄντα στοιχεῖα γίγνεσθαι τοῦ γένους. Ἡ γὰρ συναίρεσις τῶν πολλῶν ζῴων ἡ τοιαύτη ἐστὶν τὸ ἓν ζῷον͵ ἣ ἐν τῷ ἑνὶ ζῴῳ τὴν ὑπόστασιν ἔχει. Ἴσως δὲ ταὐτόν ἐστι τοῦτο τῷ προειρημένῳ· ἀλλὰ τὰ γένη τοῦ ὄντος͵ εἰ καὶ εἴδη πως εἶναι δοκεῖ͵ ἀλλὰ μέρη μᾶλλόν ἐστι τῆς ὅλης συγκρίσεως͵ καθίσταται ὅμως δι΄ αὐτὸ τοῦτο καὶ εἰς τὴν στοιχειώδη φύσιν κατὰ τὴν μίαν οὐσίαν͵ ἣν πάντα συνίστησι. Ταῦτα μὲν οὖν ἔξεστι καὶ ἀκρι βέστερον λεπτουργεῖν.