ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.200-1.202)


1.200 Τίνα δὲ τῶν εἰδῶν ἢ τίνα τῶν μερῶν δύναται στοιχεῖα γίγνεσθαι͵ καὶ τίνα οὐ δύναται͵ ῥητέον. Οὐ γὰρ δὴ πάντα͵ ὡς ἔοικεν͵ οἷα τὰ ἔσχατα τῶν εἰδῶν· εἰ γὰρ καὶ ταῦτα στοιχεῖα͵ ἔσται τι καὶ μετὰ ταῦτα τὸ ἐξ αὐτῶν συγκείμενον. Καὶ τοῦτο δὲ ζητητέον εἰ τὰ στοιχεῖα πάντως ὑπερτέρας ἐστὶ φύσεως καὶ ἁπλουστέρας͵ ἀναχωροῦντα πρὸς τὴν τῶν συνθετωτέρων ὑπόστασιν· δοκεῖ μὲν γὰρ οὕτως ἔχειν ἐπὶ τῶν πλείστων͵ οὐ μὴν ἐπὶ πάντων γε. Τὸ μὲν γὰρ ἡμέτερον σῶμα ἐκ προϋπαρχόντων συναγείρεται͵ καὶ ὁ ἄνθρωπος καὶ ὁ ἵππος͵ ζῷον λογικὸν θνητὸν καὶ ζῷον ἄλογον θνητὸν τυχὸν εἰπεῖν ἐκ τῶν ὁλικωτέρων͵ καὶ ἡ ψυχὴ σύγκρατος ἀπὸ οὐσίας καὶ ζωῆς καὶ γνώσεως τῶν προϋπ αρχουσῶν· ἀλλὰ τὸ τοῦ παντὸς ὅλον σῶμα ἐκ τῶν τεττάρων μὲν στοιχείων͵ οὐκέτι μέντοι προϋποκειμένων͵ οὐδὲ ἡ πρώτη οὐσία ἐκ πρεσβυτέρων φύσει στοιχείων. Πρὸ γὰρ αὐτῆς οὐδαμοῦ τὰ στοιχεῖα· καὶ γὰρ ἀεὶ τὸ στοιχειωτὸν κρεῖττον εἶναι βούλεται τῶν οἰκείων στοιχείων͵ τὰ δὲ στοιχεῖα οὐδέποτε καθ΄ ἑαυτά͵ ἀλλ΄ ἀεὶ ἐν τῷ στοιχειωτῷ͵ καὶ μετὰ ἀλλήλων͵ ὡς τὰ μέρη μετὰ τὸ ὅλον͵ καὶ σὺν ἀλλήλοις͵ ἐπεὶ καὶ ὡς ὕλη τοῖς ἑαυτοῦ στοιχείοις κέχρηται τὸ στοιχειωτόν͵ οἷον εἶδος ἐκείνοις ἐπιγιγνόμενον. Εἰ δὴ ταῦτα οὕτως ἔχει͵ τὸ πρῶτον στοιχειωτὸν οὐκ ἂν εἴη ἐκ στοιχείων πρεσβυτέρων τῆς ἑαυτοῦ φύσεως καὶ προτεταγμένων͵ ἀλλ΄ ἐν αὐτῷ μὲν πρώτῳ ἐκφαινομένων͵ ἀτελεστέρων δὲ τοῦ ὅλου εἴδους͵ καὶ διὰ τοῦτο ἁπλου στέρων ἐπινοουμένων͵ μήποτε δὲ κατὰ ἀλήθειαν οὐδὲ ἁπλουστέρων͵ ἀλλὰ μόνον ἀτελεστέρων καὶ μερικωτέρων· καὶ γὰρ τὰ μέρη οὕτω καὶ τὰ εἴδη ἔχει· δοκεῖ γὰρ τὸ ὁλικώτερον συνθετώτερον διὰ τὸ περιεκτικώτερον εἶναι. Τὸ δὲ οὐχ οὕτως ἔχει͵ ἀλλὰ μᾶλλον ἁπλούστερόν τε καὶ κρεῖττον. Τίς οὖν ἡ τῶν στοιχείων ἁπλότης λεγομένη͵ καὶ πρὸς τίνα σύνθεσιν; ἢ διττὸν τὸ στοιχειωτόν͵ τὸ μὲν ὡς εἶδος ἐπιγιγνόμενον͵ ὃ καὶ τῷ ὄντι ἁπλούστερόν τε καὶ κρεῖττον͵ τὸ δὲ ὡς μίγμα καὶ κρᾶμα τῶν συνιόντων στοιχείων͵ ὅπερ ὡς μία σύνθετος ὕλη προϋποτίθεται· πρὸς ταύτην οὖν ἁπλᾶ τὰ στοιχεῖα καὶ οὐ πρὸς τὴν εἰδοποιοῦσαν τὸ μίγμα κοινὴν ἰδιότητα. Οὐσία μὲν οὖν ἡ τοιάδε φύσις͵ ἡ δὲ κατὰ τὸ μίγμα δυνάμει οὐσία· καὶ τῶν στοιχείων ἕκαστον

1.201 μέρος τῆς ὕλης· ταῦτα οὖν οὔπω μὲν οὐσία͵ οὐσιώδη δὲ ὅμως καὶ ἐγγύς τι οὐσίᾳ͵ ἀτελέστερα δέ. Τί οὖν; ἐξ ὕλης καὶ εἴδους καὶ ἡ πρώτη οὐσία; πόθεν δὲ καὶ ὑπέστη ἡ ὕλη͵ εἰ μὴ ἀπὸ τῶν προγενεστέρων φύσει; καὶ γὰρ ἡ παρ΄ ἡμῖν ὕλη ἀπὸ τῶν πρεσβυτέρων ἀρχῶν͵ ὥς φασι. Δεῖ οὖν καὶ ἐκεῖ εἶναι τὰς ἀπὸ τῶν προτέρων μεθέξεις ἐν ὕλης λόγῳ καὶ στοιχείων παραλαμβανομένας; ἢ περὶ μὲν τῶν μεθέξεων εἰσαῦθις ἀναβάλλομαι πολυπραγμονεῖν͵ τῶν δὲ στοιχείων ἔν τινι πλήθει καί τινι διορισμῷ θεωρουμένων͵ ἡ οὐσία πρὸ παντὸς οὖσα διορισμοῦ οὐσιώδους οὐκ ἂν εἴη δευτέρα τῶν οἰκείων στοιχείων. Πρώτη οὖν ὑποστᾶσα συνεξέφηνεν ἑαυτῇ καὶ ἐν ἑαυτῇ τὰ οἰκεῖα στοιχεῖα͵ ὡς ἡ ὁλότης τὰ μέρη καὶ ὁ κόσμος οὗτος τὰ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ στοιχεῖα͵ λέγω δὲ οὐ τὴν ὕλην καίτοι ἴσως καὶ ταύτην͵ ἀλλ΄ ὅμως τὰ τοῦ εἴδους λέγω στοιχεῖα͵ οἷα τὰ τέσσαρα͵ ἅττα ποτέ ἐστιν καὶ ὅπως ἄν τις αὐτὰ διορίσειεν͵ εἴτε γὰρ ὡς τέσσαρα μέρη ὁλότης αὐτὰ προὐβάλετο͵ εἴτε ὡς τὸ ὁρατὸν καὶ ἁπτὸν καὶ τὰ μέσα τούτων πανταχοῦ ὄντα καὶ ἐν πᾶσιν ὁρώμενα͵ καὶ ταῦτα ἀπὸ τῆς μιᾶς τοῦ κόσμου συστάσεως καὶ μονοειδοῦς ὑποδιεκρίθη. Πᾶν γὰρ ἓν πρὸ τοῦ οἰκείου πλήθους ἐστὶ τῇ ἑαυτοῦ φύσει͵ καὶ ἀπὸ τούτου οἷον ἐκφύεται κατὰ τὸν ἐκείνου εἰς ταῦτα μερισμόν· ὡς γάρ͵ οὕτως εἰπεῖν͵ χαλᾶται τὸ ἓν εἰς ὑπόστασιν τῶν πολλῶν͵ οὐκ ἀναλισκόμενον ἐκεῖνο εἰς ταῦτα͵ ἀλλὰ χώραν καὶ τούτοις παρεχόμενον εἰς ὑπόστασιν͵ κἂν ἀχώριστον ᾖ τὸ ἓν τῶν πολλῶν͵ οὕτως ἔχειν πέφυκεν. Εἰ δὲ πολλὰ τριχῶς͵ ἢ ὡς εἴδη͵ ἢ ὡς μέρη͵ ἢ ὡς στοιχεῖα͵ πάντως ὅτι καὶ τὸ ἓν τριττὸν ἂν εἴη͵ καὶ καθ΄ ἕκαστον πλῆθος ἴδιον ἕν͵ τὸ μὲν εἰδητικὸν συναίρεμα͵ καὶ ἓν εἶδος πρὸ τοῦ μερισμοῦ͵ τὸ δὲ ὁλικὸν πρὸ τῶν μερῶν͵ τὸ δὲ στοιχειωτὸν πρὸ τῶν στοιχείων· καὶ αἱ διαφοραὶ τοῦ ἑνὸς ἀνάλογον προΐασι· τὸ μὲν γὰρ τῶν εἰδῶν πολύμορφόν ἐστιν ἕν͵ τὸ δὲ τῶν μερῶν φαντάζεται μὲν εἶναι πολυμερὲς καθόσον πᾶσι συμπαρατείνεται τοῖς μέρεσι τὸ ὅλον τῇ περιοχῇ͵ ἔστι δὲ ὅμως τὸ πρὸ τῶν μερῶν ἀμέριστον͵ εἰ καὶ ἐν τοῖς μέρεσιν ὑφεστήκοι· δίδωσι γὰρ καὶ τοῖς μέρεσι χώραν εἰς ὑπόστασιν τὴν ἐν αὐτῷ μεμερισμένην· τὸ δὲ στοιχειωτὸν τελειότερον εἰς ἕνωσιν συνέσφιγκται καὶ συγχεῖ τὰ στοιχεῖα καὶ

1.202 ἑνοῖ πρὸς ἑαυτὸ καὶ οὐκ ἐᾷ μεθ΄ ἑαυτὸ τετάχθαι ἐκεῖνα κατὰ ἀλήθειαν͵ ἀλλὰ τελεῖν αὐτὰ ἀναγκάζει πρὸς τὴν οἰκείαν ὑπόστασιν. Διὸ καὶ πολλὰ ὄντα φύσει͵ ὅμως ἓν γίγνεται πάντα͵ καὶ οὐ τὸ μίγμα ἄλλο͵ καὶ τὸ στοιχειωτὸν ἄλλο͵ ὡς νῦν δὴ ἐλέγομεν σαφηνίας εἵνεκα͵ πολλαχῆ τρεπόμενοι͵ ἀλλὰ τὸ στοιχειωτόν ἐστι μὲν ἓν καὶ πολλά͵ ἀλλὰ συνεσφιγμένα τῷ ἑνὶ τὰ πολλὰ καὶ οὐ συγχωρούμενα πολλὰ ἁπλῶς εἶναι͵ ἀλλ΄ ἡνωμένα καὶ ὑπὸ τοῦ ἑνὸς καταπινόμενα καὶ ἐν τῷ ἀδιορίστῳ ἑστῶτα τοῦ ἑνός· οὕτω γὰρ πανταχοῦ φαίνεται ἔχοντα τὰ στοιχεῖα πρός τε ἄλληλα καὶ τὸ στοιχειωτόν͵ καὶ οὐκ ἔστιν ὕλη ταῦτα ἐκείνου· οὐδὲ γὰρ τὰ μέρη τοῦ ὅλου͵ οὐδὲ τὰ εἴδη τοῦ παντὸς ἂν ῥηθέντος ἀντὶ τοῦ ὅλου͵ ἀλλὰ μόνον ὕλῃ ἀναλογοῦντα͵ καὶ ὡς τοῦ εἴδους ἑκάστου πρὸς τὸ ἓν τὸ πλῆθος͵ ἐξ ὧν τὸ ὅλον εἶδος ἓν καὶ πολλὰ συνεστώς· οὕτω γὰρ καὶ τὸ στοιχειωτὸν ἓν καὶ πολλά͵ συγκεκραμένα δὲ τὰ πολλὰ διὰ τὴν τοῦ ἑνὸς ἐπικράτειαν͵ ὡς ἐάν γε τὸ ἓν τοῦτο παραλύσῃ τὴν ἑαυτοῦ ἁπλότητα καὶ οἷον κρατηθῇ ὑπὸ τῶν πολλῶν διαστασιασάντων πρὸς αὐτά͵ κατὰ δὲ τὸ ἀληθέστερον μιμησαμένων αὐτὰ κατὰ τὴν ἴδιον ἑκάστου περιγραφήν͵ τά τε πολλὰ ἀντὶ στοιχείων εἴδη κατέστη͵ καὶ τὸ ἓν πολύχρωμόν πως ἐγένετο καὶ ποικίλον͵ καὶ ἀντὶ στοιχειωτοῦ καὶ στοιχείων ἢ κράματος καὶ τῶν κεκραμένων μονὰς καὶ ἀριθμοῖς τὸ ἐν τοῖς εἴδεσιν ἓν καὶ πολλὰ τὸ συναμφότερον. Τὰ δὲ μέρη καὶ τὸ ὅλον ἐν τῷ μέσῳ τρόπῳ θεωρητέον͵ ἀνέσεως μέν τινος γενομένης͵ καὶ διὰ τοῦτο τῶν μερῶν ὑποστάντων κατὰ τὸν τολμηθέντα μερισμόν. Ὅμως δὲ συννεύσεως γενομένης τοῦ μὲν ἑνὸς πρὸς τὰ μέρη κατὰ τὴν ἀνάληψιν τοῦ μερισμοῦ καὶ ἀναστολήν͵ τῶν δὲ μερῶν πρὸς τὸ ἓν κατὰ τὴν ἀντίληψιν τοῦ ἑνὸς καὶ μεριστὴν ὑποδοχήν͵ καὶ μέσον κατέστη τὸ πρᾶγμα τῆς τοῦ ὅλου καὶ τῶν μερῶν ἰδιοτροπίας. Διόπερ ἐπὶ τούτων καὶ ἡ διπλόη καὶ ἡ μία σχέσις αὐτῶν ἐμφανής· ἐπὶ δὲ τῶν ἄκρων͵ εἰ καὶ ἔστιν ἑκάτερα͵ ἀλλ΄ ἀμυδρότερον ἔχουσιν͵ ἐπὶ μὲν τοῦ εἰδητικοῦ ἑνός τε καὶ πλήθους ἡ μία σχέσις τε καὶ σύμφυσις ἀφανεστέρα διὰ τὸ μὴ πάνυ συννεύειν πρὸς ἄλληλα͵ μηδὲ ἀλλήλων εἶναί τε καὶ λέγεσθαι. Ἐπὶ δὲ τῶν στοιχείων καὶ τοῦ στοιχειωτοῦ οὐδὲ ἡ διπλόη σαφής͵ διὰ τὸ μὴ προφαίνεσθαι τῶν στοιχείων τὸ πλῆθος ἐν τῷ ἑνὶ διωρισμένον· συλλογισμῶν γὰρ μᾶλλον αὐτῶν καταφαίνεται τὸ πλῆθος διὰ τὴν σύγχυσιν͵