κβ περὶ σοφισμάτων.
Οὐκ ἄτοπον δὲ ἴσως καὶ τῷ περὶ τῶν σοφισμάτων ἐπιστῆσαι λόγῳ διὰ βραχέων͵ ἐπεὶ καὶ εἰς τὴν τούτων διάλυσιν ἀναγκαίαν εἶναι λέγουσι τὴν διαλεκτικὴν οἱ σεμνύνοντες αὐτήν. εἰ γὰρ τῶν τε ἀληθῶν καὶ ψευδῶν λόγων͵ φασίν͵ ἐστὶν αὕτη διαγνωστική͵ ψευδεῖς δὲ λόγοι καὶ τὰ σοφίσματα͵ καὶ τούτων ἂν εἴη διακριτικὴ λυμαινομένων τὴν ἀλήθειαν φαινομέναις πιθανότησιν. ὅθεν ὡς βοηθοῦντες οἱ διαλεκτικοὶ σαλεύοντι τῷ βίῳ καὶ τὴν ἔννοιαν καὶ τὰς διαφορὰς καὶ τὰς ἐπιλύσεις δὴ τῶν σοφισμάτων μετὰ σπουδῆς ἡμᾶς πειρῶνται διδάσκειν͵ λέγοντες σόφισμα εἶναι λόγον πιθανὸν καὶ δεδολιευ μένον ὥστε προσδέξασθαι τὴν ἐπιφορὰν ἤτοι ψευδῆ ἢ ὡμοιωμένην ψευδεῖ ἢ ἄδηλον ἢ ἄλλως ἀπρόσδεκτον͵ οἷον ψευδῆ μὲν ὡς ἐπὶ τούτου τοῦ σοφίσματος ἔχει οὐδεὶς δίδωσι κατηγόρημα πιεῖν· κατηγόρημα δέ ἐστι τὸ ἀψίνθιον πιεῖν· οὐδεὶς ἄρα δίδωσιν ἀψίνθιον πιεῖν͵ ἔτι δὲ ὅμοιον ψευδεῖ ὡς ἐπὶ τούτου ὃ μήτε ἐνεδέχετο μήτε ἐνδέχεται͵ τοῦτο οὐκ ἔστιν ἄτοπον· οὔτε δὲ ἐνεδέχετο οὔτε ἐνδέχεται τὸ ὁ ἰατρός͵ καθὸ ἰατρός ἐστι͵ φονεύει· οὐκ ἄρα ἄτοπόν ἐστι τὸ ὁ ἰατρός͵ καθὸ ἰατρός ἐστι͵ φονεύει. ἔτι δὲ ἄδηλον οὕτως οὐχὶ καὶ ἠρώτηκά τί σε πρῶτον͵ καὶ οὐχὶ οἱ ἀστέρες ἄρτιοί εἰσιν· ἠρώτηκα δέ τί σε πρῶτον· οἱ ἄρα ἀστέρες ἄρτιοί εἰσιν. ἔτι δὲ ἀπρόσδεκτον ἄλλως͵ ὡς οἱ λεγόμενοι σολοικίζοντες λόγοι͵ οἷον ὃ βλέπεις͵ ἔστιν· βλέπεις δὲ φρενιτικόν· ἔστιν ἄρα φρενιτικόν. ὃ ὁρᾷς͵ ἔστιν· ὁρᾷς δὲ φλεγμαίνοντα τόπον· ἔστιν ἄρα φλεγμαίνοντα τόπον. εἶτα μέντοι καὶ τὰς ἐπιλύσεις αὐτῶν [ὁρᾶν ἤτοι] παριστᾶν ἐπιχειροῦσι͵ λέγοντες ἐπὶ μὲν τοῦ πρώτου σοφίσματος͵ ὅτι ἄλλο διὰ τῶν λημμάτων συγκεχώρηται καὶ ἄλλο ἐπενήνεκται. συγκεχώρηται γὰρ τὸ μὴ πίνεσθαι κατηγόρημα͵ καὶ εἶναι κατηγόρημα τὸ ἀψίνθιον πίνειν͵ οὐκ αὐτὸ τὸ ἀψίνθιον. διὸ δέον ἐπιφέρειν οὐδεὶς ἄρα πίνει τὸ ἀψίνθιον πίνειν͵ ὅπερ ἐστὶν ἀληθές͵ ἐπενήνεκται οὐδεὶς ἄρα ἀψίνθιον πίνει͵ ὅπερ ἐστὶ ψεῦδος͵ οὐ συναγόμενον ἐκ τῶν συγκεχωρημένων λημμάτων. ἐπὶ δὲ τοῦ δευτέρου͵ ὅτι δοκεῖ μὲν ἐπὶ ψεῦδος ἀπάγειν ὡς ποιεῖν τοὺς ἀνεπιστάτους ὀκνεῖν αὐτῷ συγκατατίθεσθαι͵ συνάγει δὲ ἀληθές͵ τὸ οὐκ ἄρα ἄτοπόν ἐστι τὸ ὁ ἰατρός͵ καθὸ ἰατρός ἐστι͵ φονεύει. οὐδὲν γὰρ ἀξίωμα ἄτοπόν ἐστιν͵ ἀξίωμα δέ ἐστι τὸ ὁ ἰατρός͵ καθὸ ἰατρός ἐστι͵ φονεύει. διὸ οὐδὲ τοῦτο ἄτοπον. ἡ δὲ ἐπὶ τὸ ἄδηλον ἀπαγωγή͵ φασίν͵ ὅτι ἐκ τοῦ γένους τῶν μεταπιπτόντων ἐστίν. μηδενὸς γὰρ προ ηρωτημένου κατὰ τὴν ὑπόθεσιν τὸ ἀποφατικὸν τῆς συμπλοκῆς ἀληθὲς γίνεται͵ ψευδοῦς τῆς συμπλοκῆς οὔσης παρὰ τὸ ἐμπεπλέχθαι ψεῦδος τὸ ἠρώτηκά τί σε πρῶτον ἐν αὐτῇ. μετὰ δὲ τὸ ἐρωτηθῆναι τὸ ἀποφατικὸν τῆς συμπλοκῆς͵ τῆς προσλήψεως ἀληθοῦς γενομένης ἠρώτηκα δέ τί σε πρῶτον͵ διὰ τὸ ἠρωτῆσθαι πρὸ τῆς προσλήψεως τὸ ἀποφατικὸν τῆς συμπλοκῆς ἡ τοῦ ἀποφατικοῦ τῆς συμπλοκῆς πρότασις γίνεται ψευδὴς τοῦ ἐν τῷ συμπεπλεγμένῳ ψεύδους γενομένου ἀληθοῦς· ὡς μηδέποτε δύνασθαι συναχθῆναι τὸ συμπέρασμα μὴ συνυπάρχοντος τοῦ ἀποφατικοῦ τῆς συμπλοκῆς τῇ προσλήψει. τοὺς δὲ τελευταίους͵ φασὶν ἔνιοι͵ τοὺς σολοικίζοντας λόγους͵ ἀτόπως ἐπάγεσθαι παρὰ τὴν συν ήθειαν. Τοιαῦτα μὲν οὖν τινες διαλεκτικοί φασι περὶ σοφισμάτων (καὶ γὰρ ἄλλοι ἄλλα λέγουσιν)· ταῦτα δὲ τὰς μὲν τῶν εἰκαιοτέρων ἀκοὰς ἴσως δύναται γαργαλίζειν͵ περιττὰ δέ ἐστι καὶ μάτην αὐτοῖς πεπονημένα. καὶ τοῦτο δυνατὸν μὲν ἴσως καὶ ἀπὸ τῶν ἤδη λελεγμένων ἡμῖν ὁρᾶν· ὑπεμνήσαμεν γάρ͵ ὅτι μὴ δύναται τὸ ἀληθὲς καὶ τὸ ψεῦδος κατὰ τοὺς διαλεκτικοὺς καταλαμβάνεσθαι͵ ποικίλως· τε ἄλλως καὶ τῷ τὰ μαρτύρια τῆς συλλογιστικῆς δυνάμεως αὐτῶν͵ τὴν ἀπόδειξιν καὶ τοὺς ἀναποδείκτους διατρέπεσθαι λόγους. εἰς δὲ τὸν προκείμενον τόπον ἰδίως καὶ ἄλλα μὲν πολλὰ λέγειν ἔνεστιν͵ ὡς δὲ ἐν συντόμῳ νῦν τόδε λεκτέον. ὅσα μὲν σοφίσματα ἰδίως ἡ διαλεκτικὴ δύνασθαι δοκεῖ διελέγχειν͵ τούτων ἡ διάλυσις ἄχρηστός ἐστιν· ὅσων δὲ ἡ διάλυσις χρησιμεύει͵ ταῦτα ὁ μὲν διαλεκτικὸς οὐκ ἂν διαλύσειεν͵ οἱ δὲ ἐν ἑκάστῃ τέχνῃ τὴν ἐπὶ τῶν πραγμάτων παρακολούθησιν ἐσχηκότες. εὐθέως γοῦν͵ ἵνα ἑνὸς ἢ δευτέρου μνησθῶμεν παραδείγματος͵ ἐρωτηθέντος [ἰατρῷ] τοιούτου σοφίσματος κατὰ τὰς νόσους ἐν ταῖς παρακμαῖς τήν τε ποικίλην δίαιταν καὶ τὸν οἶνον δοκιμαστέον· ἐπὶ πάσης δὲ τυπώσεως νόσου πρὸ τῆς πρώτης διατρίτου πάντως γίνεται παρακμή· ἀναγκαῖον ἄρα πρὸ τῆς πρώτης διατρίτου τήν τε ποικίλην δίαιταν καὶ τὸν οἶνον ὡς τὸ πολὺ παραλαμβάνειν ὁ μὲν διαλεκτικὸς οὐδὲν ἂν εἰπεῖν ἔχοι πρὸς διάλυσιν τοῦ λόγου͵ καίτοι χρησίμην οὖσαν͵ ὁ δὲ ἰατρὸς διαλύσεται τὸ σόφισμα͵ εἰδὼς ὅτι παρακμὴ λέγεται διχῶς͵ ἥ τε τοῦ ὅλου νοσήματος καὶ ἡ ἑκάστης ἐπιτάσεως μερικῆς ἀπὸ τῆς ἀκμῆς ῥοπὴ πρὸς τὸ κρεῖσσον͵ καὶ πρὸ μὲν τῆς πρώτης διατρίτου ὡς τὸ πολὺ γίνεται παρακμὴ ἡ τῆς ἐπιτάσεως τῆς μερικῆς͵ τὴν δὲ ποικίλην δίαιταν οὐκ ἐν ταύτῃ δοκιμάζομεν ἀλλ΄ ἐν τῇ παρακμῇ τοῦ ὅλου νοσήματος. ὅθεν καὶ διηρτῆσθαι λέξει τὰ λήμματα τοῦ λόγου͵ ἑτέρας μὲν παρακμῆς ἐν τῷ προτέρῳ λήμματι λαμβανομένης͵ τουτέστι τῆς τοῦ ὅλου πάθους͵ ἑτέρας δὲ ἐν τῷ δευτέρῳ͵ τουτέστι τῆς μερικῆς. πάλιν τε ἐπί τινος πυρέσσοντος κατὰ πύκνωσιν ἐπιτεταμένην ἐρωτηθέντος τοῦ τοιούτου λόγου τὰ ἐναντία τῶν ἐναντίων ἰάματά ἐστιν· ἐναντίον δὲ τῇ ὑποκειμένῃ πυρώσει τὸ ψυχρόν· κατάλληλον ἄρα τῇ ὑποκειμένῃ πυρώσει τὸ ψυχρόν ὁ μὲν διαλεκτικὸς ἡσυχάσει͵ ὁ δὲ ἰατρός͵ εἰδὼς τίνα μέν ἐστιν προηγουμένως προσεχῆ πάθη͵ τίνα δὲ συμπτώματα τούτων͵ ἐρεῖ μὴ ἐπὶ τῶν συμπτωμάτων προκόπτειν τὸν λόγον (ἀμέλει γοῦν πρὸς τὴν ἐπίχυσιν τοῦ ψυχροῦ πλείονα γίνεσθαι συμβαίνειν τὴν πύρωσιν) ἀλλ΄ ἐπὶ τῶν προσεχῶν παθῶν͵ καὶ τὴν μὲν στέγνωσιν εἶναι προσεχῆ͵ ἥτις οὐ τὴν πύκνωσιν ἀλλὰ τὸν χαλαστικὸν τρόπον τῆς ἐπιμελείας ἀπαιτεῖ͵ τὸ δὲ τῆς ἐπακολουθούσης θερμασίας οὐ προηγουμένως προσεχές͵ ὅθεν μηδὲ τὸ κατάλληλον εἶναι δοκοῦν αὐτῇ. καὶ οὕτως μὲν ἐπὶ τοῖς σοφίσμασι τοῖς χρησίμως ἀπαιτοῦσι τὴν διάλυσιν οὐδὲν ἕξει λέγειν ὁ διαλεκτικός͵ ἐρωτήσας δὲ ἡμᾶς τοιούτους λόγους «εἰ οὐχὶ καὶ καλὰ κέρατα ἔχεις καὶ κέρατα ἔχεις͵ κέρατα ἔχεις· οὐχὶ δὲ καλὰ κέρατα ἔχεις καὶ κέρατα ἔχεις· κέρατα ἄρα ἔχεις». «εἰ κινεῖταί τι͵ ἤτοι ἐν ᾧ ἔστι τόπῳ κινεῖται͵ ἢ ἐν ᾧ οὐκ ἔστιν· οὔτε δὲ ἐν ᾧ ἔστιν (μένει γάρ)͵ οὔτε [δὲ] ἐν ᾧ μὴ ἔστιν (πῶς γὰρ ἂν ἐνεργοίη τι ἐν ἐκείνῳ͵ ἐν ᾧ μηδὲ τὴν ἀρχὴν ἔστιν;) οὐκ ἄρα κινεῖταί τι». «ἤτοι τὸ ὂν γίνεται ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν ὂν οὐ γίνεται (ἔστι γάρ)· ἀλλ΄ οὐδὲ τὸ μὴ ὄν· (τὸ μὲν γὰρ γινόμενον πάσχει τι͵ τὸ δὲ μὴ ὂν οὐ πάσχει)· οὐδὲν ἄρα γίνεται». «ἡ χιὼν ὕδωρ ἐστὶ πεπηγός· μέλαν δὲ τὸ ὕδωρ ἐστίν. μέλαινα ἄρα ἐστὶν ἡ χιών». καὶ τοιούτους τινὰς ἀθροίσας ὕθλους συνάγει τὰς ὀφρῦς͵ καὶ προχειρίζεται τὴν διαλεκτικήν͵ καὶ πάνυ σεμνῶς ἐπιχειρεῖ κατασκευάζειν ἡμῖν δι΄ ἀποδείξεων συλλογιστικῶν͵ ὅτι γίνεταί τι͵ καὶ ὅτι κινεῖταί τι͵ καὶ ὅτι ἡ χιών ἐστι λευκή͵ καὶ ὅτι κέρατα οὐκ ἔχομεν͵ καίτοι γε ἀρκοῦντος ἴσως τοῦ τὴν ἐνάργειαν αὐτοῖς ἀντιτιθέναι πρὸς τὸ θραύεσθαι τὴν διαβεβαιωτικὴν θέσιν αὐτῶν διὰ τῆς ἐκ τῶν φαινομένων ἰσοσθενοῦς αὐτῶν ἀντιμαρτυρήσεως. ταῦτά τοι καὶ ἐρωτηθεὶς φιλόσοφος τις τὸν κατὰ τῆς κινήσεως λόγον σιωπῶν περιεπάτησεν͵ καὶ οἱ κατὰ τὸν βίον ἄνθρωποι πεζάς τε καὶ διαποντίους στέλλονται πορείας κατασκευάζουσί τε ναῦς καὶ οἰκίας καὶ παι δοποιοῦνται τῶν κατὰ τῆς κινήσεως καὶ γενέσεως ἀμελοῦντες λόγων. φέρεται δὲ καὶ Ἡροφίλου τοῦ ἰατροῦ χαρίεν τι ἀπομνημόνευμα· συνεχρόνισε γὰρ οὗτος Διοδώρῳ͵ ὃς ἐναπειροκαλῶν τῇ διαλεκτικῇ λόγους διεξῄει σοφιστικοὺς κατά τε ἄλλων πολλῶν καὶ τῆς κινήσεως. ὡς οὖν ἐκβαλών ποτε ὦμον ὁ Διόδωρος ἧκε θεραπευθησόμενος ὡς τὸν Ἡρόφιλον͵ ἐχαριεντίσατο ἐκεῖνος πρὸς αὐτὸν λέγων «ἤτοι ἐν ᾧ ἦν τόπῳ ὁ ὦμος ὢν ἐκπέπτωκεν͵ ἢ ἐν ᾧ οὐκ ἦν· οὔτε δὲ ἐν ᾧ ἦν οὔτε ἐν ᾧ οὐκ ἦν· οὐκ ἄρα ἐκπέπτωκεν»͵ ὡς τὸν σοφιστὴν λιπαρεῖν ἐᾶν μὲν τοὺς τοιούτους λόγους͵ τὴν δὲ ἐξ ἰατρικῆς ἁρμόζουσαν αὐτῷ προσάγειν θεραπείαν. ἀρκεῖ γάρ͵ οἶμαι͵ τὸ ἐμπείρως τε καὶ ἀδοξάστως κατὰ τὰς κοινὰς τηρήσεις τε καὶ προλήψεις βιοῦν͵ περὶ τῶν ἐκ δογματικῆς. περιεργίας καὶ μάλιστα ἔξω τῆς βιωτικῆς χρείας λεγομένων ἐπέχοντας. εἰ οὖν ὅσα μὲν εὐχρήστως ἂν ἐπιλυθείη͵ ταῦτα οὐκ ἂν διαλύσαιτο ἡ διαλεκτική͵ ὅσα δὲ ἐπιλύεσθαι δοίη τις ἂν ἴσως ὑπ΄ αὐτῆς σοφίσματα͵τούτων ἡ διάλυσις ἄχρηστός ἐστιν͵ ἄχρηστός ἐστι κατὰ τὴν ἐπίλυσιν τῶν σοφισμάτων ἡ διαλεκτική. Καὶ ἀπ΄ αὐτῶν δὲ τῶν παρὰ τοῖς διαλεκτικοῖς λεγομένων ὁρμώμενός τις οὕτως ἂν συντόμως ὑπομνήσειε περιττὰ εἶναι τὰ περὶ τῶν σοφισμάτων παρ΄ αὐτοῖς δὴ τε χνολογούμενα. ἐπὶ τὴν τέχνην τὴν διαλεκτικήν φασιν ὡρμηκέναι οἱ διαλεκτικοὶ οὐχ ἁπλῶς ὑπὲρ τοῦ γνῶναι τί ἐκ τίνος συνάγεται͵ ἀλλὰ προηγουμένως ὑπὲρ τοῦ δι΄ ἀποδεικτικῶν λόγων τὰ ἀληθῆ καὶ τὰ ψευδῆ κρίνειν ἐπίστασθαι· λέγουσι γοῦν εἶναι τὴν διαλεκτικὴν ἐπιστήμην ἀληθῶν καὶ ψευδῶν καὶ οὐδετέρων. ἐπεὶ τοίνυν αὐτοί φασιν ἀληθῆ λόγον εἶναι τὸν δι΄ ἀληθῶν λημμάτων ἀληθὲς συνάγοντα συμπέρασμα͵ ἅμα τῷ ἐρωτηθῆναι λόγον ψεῦδος ἔχοντα τὸ συμπέρασμα εἰσόμεθα ὅτι ψευδής ἐστιν καὶ οὐ συγκαταθησόμεθα αὐτῷ. ἀνάγκη γὰρ καὶ αὐτὸν τὸν λόγον ἤτοι μὴ εἶναι συνακτικὸν ἢ μηδὲ τὰ λήμματα ἔχειν ἀληθῆ. καὶ τοῦτο δῆλον ἐκ τῶνδε. ἤτοι ἀκολουθεῖ τὸ ἐν τῷ λόγῳ ψευδὲς συμπέρασμα τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ἢ οὐκ ἀκολουθεῖ. ἀλλ΄ εἰ μὲν οὐκ ἀκολουθεῖ͵ οὐδὲ συνακτικὸς λόγος ἔσται· λέγουσι γὰρ συνακτικὸν γίνεσθαι λόγον͵ ὅταν ἀκολουθῇ τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ τὸ ἐν αὐτῷ συμπέρασμα. εἰ δὲ ἀκολουθεῖ͵ ἀνάγκη καὶ τὴν διὰ τῶν λημμάτων συμπλοκὴν εἶναι ψευδῆ κατὰ τὰς αὐτῶν ἐκείνων τεχνολογίας· φασὶ γὰρ ὅτι τὸ ψεῦδος ψεύδει μὲν ἀκολουθεῖ͵ ἀληθεῖ δὲ οὐδαμῶς. ὅτι δὲ ὁ μὴ συνακτικὸς ἢ μὴ ἀληθὴς λόγος κατὰ αὐτοὺς οὐδὲ ἀποδεικτικός ἐστιν͵ δῆλον ἐκ τῶν ἔμπροσθεν εἰρημένων. εἰ τοίνυν ἐρωτηθέντος λόγου͵ ἐν ᾧ ψεῦδός ἐστι τὸ συμπέρασμα͵ αὐτόθεν γινώσκομεν͵ ὅτι οὐκ ἔστιν ἀληθὴς οὐδὲ συνακτικὸς ὁ λόγος͵ ἐκ τοῦ συμπέρασμα ἔχειν ψευδές͵ οὐ συγκαταθησόμεθα αὐτῷ͵ κἂν μὴ γινώσκωμεν παρὰ τί τὸ ἀπατηλὸν ἔχει. ὥσπερ γὰρ οὐδ΄ ὅτι ἀληθῆ ἐστι τὰ ὑπὸ τῶν ψηφοπαικτῶν γινόμενα συγκατατιθέμεθα͵ ἀλλ΄ ἴσμεν ὅτι ἀπατῶσιν͵ κἂν μὴ γινώσκωμεν ὅπως ἀπατῶσιν͵ οὕτως οὐδὲ τοῖς ψευδέσι μέν͵ πιθανοῖς δὲ εἶναι δοκοῦσι λόγοις πειθόμεθα͵ κἂν μὴ γινώσκωμεν ὅπως παραλογίζονται. ἢ ἐπεὶ οὐ μόνον ἐπὶ ψεῦδος ἀπάγειν τὸ σόφισμά φασιν͵ ἀλλὰ καὶ ἐπὶ ἄλλας ἀτοπίας͵ κοινότερον οὕτω συνερωτητέον. ὁ ἐρωτώμενος λόγος ἤτοι ἐπί τι ἀπρόσδεκτον ἡμᾶς ἄγει ἢ ἐπί τι τοιοῦτον ὡς χρῆναι αὐτὸ προσδέχεσθαι. ἀλλ΄ εἰ μὲν τὸ δεύτερον͵ οὐκ ἀτόπως αὐτῷ συγκαταθησόμεθα· εἰ δὲ ἐπί τι ἀπρόσδεκτον͵ οὐχ ἡμᾶς τῇ ἀτοπίᾳ δεήσει συγκατατίθεσθαι προπετῶς διὰ τὴν πιθανότητα͵ ἀλλ΄ ἐκείνους ἀφίστασθαι τοῦ λόγου τοῦ τοῖς ἀτόποις ἀναγκάζοντος συγκατατίθεσθαι͵ εἴγε μὴ ληρεῖν παιδαριωδῶς͵ ἀλλὰ τἀληθῆ ζητεῖν͵ ὡς ὑπισχνοῦνται͵ προῄρηνται. ὥσπερ γὰρ εἰ ὁδὸς εἴη ἐπί τινα κρημνὸν φέρουσα͵ οὐκ ὠθοῦμεν αὑτοὺς εἰς τὸν κρημνὸν διὰ τὸ ὁδόν τινα εἶναι φέρουσαν ἐπ΄ αὐτόν͵ ἀλλ΄ ἀφιστάμεθα τῆς ὁδοῦ διὰ τὸν κρημνόν͵ οὕτω καὶ εἰ λόγος εἴη ἐπί τι ὁμολογουμένως ἄτοπον ἡμᾶς ἀπάγων͵ οὐχὶ τῷ ἀτόπῳ συγκαταθησόμεθα διὰ τὸν λόγον͵ ἀλλ΄ ἀποστησόμεθα τοῦ λόγου διὰ τὴν ἀτοπίαν. ὅταν οὖν οὕτως ἡμῖν συνερωτᾶται λόγος͵ καθ΄ ἑκάστην πρότασιν ἐφέξομεν͵ εἶτα τοῦ ὅλου συνερωτηθέντος λόγου τὰ ἡμῖν δοκοῦντα ἐπάξομεν. καὶ εἴγε οἱ περὶ τὸν Χρύσιππον δογματικοὶ ἐν τῇ συνερωτήσει τοῦ σωρίτου προϊόντος τοῦ λόγου φασὶ δεῖν ἵστασθαι καὶ ἐπέχειν͵ ἵνα μὴ ἐκπέσωσιν εἰς ἀτοπίαν͵ πολὺ δήπου μᾶλλον ἂν ἡμῖν ἁρμόζον εἴη σκεπτικοῖς οὖσιν͵ ὑποπτεύουσιν ἀτοπίαν͵ μὴ προπίπτειν κατὰ τὰς συνερωτήσεις τῶν λημμάτων͵ ἀλλ΄ ἐπέχειν καθ΄ ἕκαστον ἕως τῆς ὅλης συνερωτήσεως τοῦ λόγου. καὶ ἡμεῖς μὲν ἀδοξάστως ἀπὸ τῆς βιωτικῆς τηρήσεως ὁρμώμενοι τοὺς ἀπατηλοὺς οὕτως ἐκκλίνομεν λόγους͵ οἱ δογματικοὶ δὲ ἀδυνάτως ἕξουσι διακρῖναι τὸ σόφισμα ἀπὸ τοῦ δεόντως δοκοῦντος ἐρωτᾶσθαι λόγου͵ εἴγε χρὴ δογματικῶς αὐτοὺς ἐπικρῖναι͵ καὶ ὅτι συνακτικόν ἐστι τὸ σχῆμα τοῦ λόγου καὶ ὅτι τὰ λήμματά ἐστιν ἀληθῆ ἢ οὐχ οὕτως ἔχει· ὑπεμνήσαμεν γὰρ ἔμπροσθεν͵ ὅτι οὔτε τοὺς συνακτικοὺς λόγους δύνανται καταλαμβάνειν οὔτε ἀληθὲς εἶναί τι κρίνειν οἷοί τέ εἰσι͵ μήτε κριτήριον μήτε ἀπόδειξιν ὁμολογουμένως ἔχοντες͵ ὡς ἐκ τῶν λεγομένων ὑπ΄ αὐτῶν ἐκείνων ὑπεμνήσαμεν. παρέλκει οὖν ὅσον ἐπὶ τούτοις ἡ θρυλουμένη παρὰ τοῖς διαλεκτικοῖς περὶ τῶν σοφισμάτων τεχνολογία. Παραπλήσια δὲ καὶ ἐπὶ τῆς διαστολῆς τῶν ἀμφιβολιῶν λέγομεν. εἰ γὰρ ἡ ἀμφιβολία λέξις ἐστὶ δύο ἢ πλείω σημαίνουσα καὶ αἱ λέξεις σημαίνουσι θέσει͵ ὅσας μὲν χρήσιμόν ἐστιν ἀμφιβολίας διαλύεσθαι͵ τουτέστι τὰς ἔν τινι τῶν ἐμπειριῶν͵ ταύτας οἱ καθ΄ ἑκάστην τέχνην ἐγγεγυμνασμένοι διαλύσονται͵ τὴν ἐμπειρίαν ἔχοντες αὐτοὶ τῆς ὑπ΄ αὐτῶν πεποιημένης θετικῆς χρήσεως τῶν ὀνομάτων κατὰ τῶν σημαινομένων͵ ὁ δὲ διαλεκτικὸς οὐδαμῶς͵ οἷον ὡς ἐπὶ ταύτης τῆς ἀμφιβολίας ἐν ταῖς παρακμαῖς τὴν ποικίλην δίαιταν καὶ τὸν οἶνον δοκιμαστέον. ἤδη δὲ καὶ κατὰ τὸν βίον ἄχρι καὶ τοὺς παῖδας ὁρῶμεν διαστελλομένους ἀμφιβολίας͵ ὧν ἡ διαστολὴ χρησιμεύειν αὐτοῖς δοκεῖ. εἰ γοῦν τις ὁμωνύμους οἰκέτας ἔχων κελεύοι παιδίον κληθῆναι αὐτῷ τὸν Μάνην͵ εἰ τύχοι (τοῦτο γὰρ τοὔνομα τοῖς οἰκέταις ἔστω κοινόν)͵ πεύσεται ὁ παῖς ποῖον. καὶ εἰ πλείονας καὶ διαφόρους τις οἴνους ἔχων λέγοι τῷ παιδίῳ ἔγχεόν μοι τοῦ οἴνου πιεῖν͵ ὁμοίως ὁ παῖς πεύσεται ποίου. οὕτως ἡ ἐν ἑκάστοις ἐμπειρία τοῦ χρησίμου τὴν διαστολὴν εἰσάγει. ὅσαι μέντοι μὴ ἔν τινι τῶν βιωτικῶν ἐμπειριῶν εἰσιν ἀμφιβολίαι͵ ἀλλ΄ ἐν δογματικαῖς οἰήσεσι κεῖνται καὶ εἰσὶν ἴσως ἄχρηστοι πρὸς τὸ ἀδοξάστως βιοῦν͵ περὶ ταύτας ἰδίως ὁ διαλεκτικὸς ἔχων ἀναγκασθήσεται καὶ ἐν αὐταῖς ὁμοίως ἐπέχειν κατὰ τὰς σκεπτικὰς ἐφόδους͵ καθὸ πράγμασιν ἀδήλοις καὶ ἀκαταλήπτοις ἢ καὶ ἀνυποστάτοις ἴσως εἰσὶ συνεζευγμέναι. ἀλλὰ περὶ μὲν τούτων καὶ εἰσαῦθις διαλεξόμεθα· εἰ δέ τις δογματικὸς πρός τι τούτων ἀντιλέγειν ἐπιχειροίη͵ κρατυνεῖ τὸν σκεπτικὸν λόγον͵ ἐκ τῆς ἑκατέρωθεν ἐπιχειρήσεως καὶ τῆς ἀνεπικρίτου διαφωνίας τὴν περὶ τῶν ζητουμένων ἐποχὴν καὶ αὐτὸς βεβαιῶν.
Τοσαῦτα καὶ περὶ ἀμφιβολιῶν εἰπόντες αὐτοῦ που περιγράφομεν καὶ τὸ δεύτερον τῶν ὑποτυπώσεων σύνταγμα.