κ περὶ γενῶν καὶ εἰδῶν.
Οὐκοῦν ὁ περὶ τῶν γενῶν καὶ τῶν εἰδῶν ὑπολείπεται λόγος͵ περὶ οὗ πλατύτερον μὲν ἐν ἄλλοις διαλεξόμεθα͵ ὡς ἐν συντόμῳ δὲ νῦν ταῦτα λέξομεν. εἰ μὲν ἐννοήματα εἶναι τὰ γένη καὶ τὰ εἴδη λέγουσιν͵ αἱ κατὰ τοῦ ἡγεμονικοῦ καὶ τῆς φαντασίας ἐπιχειρήσεις αὐτοὺς διατρέπουσιν· εἰ δὲ ἰδίαν ὑπόστασιν αὐτοῖς ἀπολείπουσιν͵ τί πρὸς τοῦτο ἐροῦσιν; εἰ ἔστι τὰ γένη͵ ἤτοι τοσαῦτά ἐστιν ὅσα τὰ εἴδη͵ ἢ ἕν ἐστι κοινὸν πάντων τῶν εἰδῶν αὐτοῦ λεγομένων εἶναι [εἶδος ἤγουν] γένος. εἰ μὲν οὖν τοσαῦτά ἐστι τὰ γένη ὅσα τὰ εἴδη αὐτῶν͵ οὐκέτ΄ ἂν εἴη κοινὸν γένος͵ ὃ εἰς αὐτὰ διαιρεθήσεται. εἰ δὲ ἓν εἶναι λέγοιτο ἐν πᾶσι τοῖς εἴδεσιν αὐτοῦ γένος͵ ἤτοι ὅλου αὐτοῦ ἕκαστον εἶδος αὐτοῦ μετέχει ἢ μέρους αὐτοῦ. ἀλλ΄ ὅλου μὲν οὐδαμῶς· ἀμήχανον γάρ ἐστιν ἕν τι ὑπάρχον ἐν ἄλλῳ καὶ ἄλλῳ κατὰ ταὐτὸ περιέχεσθαι οὕτως ὡς ὅλον ἐν ἑκάστῳ θεωρεῖσθαι τῶν ἐν οἷς εἶναι λέγεται. εἰ δὲ μέρους͵ πρῶτον μὲν οὐκ ἀκολουθήσει τῷ εἴδει τὸ γένος πᾶν͵ ὡς ὑπολαμβάνουσιν͵ οὐδὲ ὁ ἄνθρωπος ἔσται ζῷον ἀλλὰ μέρος ζῴου͵ οἷον οὐσία͵ οὔτε δὲ ἔμψυχος οὔτε αἰσθητική. εἶτα μέντοι καὶ ἤτοι ταὐτοῦ λέγοιτο ἂν μετεσχηκέναι πάντα τὰ εἴδη μέρους τοῦ γένους αὐτῶν͵ ἢ ἑτέρου καὶ ἑτέρου. ἀλλὰ ταὐτοῦ μὲν οὐκ ἐνδέχεται διὰ τὰ προειρημένα. εἰ δὲ ἄλλου καὶ ἄλλου͵ οὔτε ὅμοια ἀλλήλοις ἔσται τὰ εἴδη κατὰ γένος͵ ὅπερ οὐ προσδέξονται͵ ἄπειρόν τε ἔσται γένος ἕκαστον εἰς ἄπειρα τεμνόμενον (οὐ μόνον τὰ εἴδη ἀλλὰ καὶ τὰ καθ΄ ἕκαστον͵ ἐν οἷς καὶ αὐτοῖς μετὰ τῶν εἰδῶν αὐτοῦ θεωρεῖται· οὐ γὰρ μόνον ἄνθρωπος ἀλλὰ καὶ ζῷον ὁ Δίων εἶναι λέγεται). εἰ δὲ ταῦτα ἄτοπα͵ οὐδὲ κατὰ μέρος μετέσχηκε τὰ εἴδη τοῦ γένους αὐτῶν ἑνὸς ὄντος. εἰ δὲ μήτε ὅλου μετέσχηκεν ἕκαστον εἶδος τοῦ γένους μήτε μέρους αὐτοῦ͵ πῶς ἂν λέγοιτο ἓν εἶναι γένος ἐν πᾶσι τοῖς εἴδεσιν αὐτοῦ͵ ὥστε καὶ εἰς αὐτὰ διαιρεῖσθαι; τάχα οὐκ ἂν ἔχοι τις λέγειν μὴ οὐχὶ ἀναπλάσσων τινὰς εἰδωλοποιήσεις͵ αἳ ταῖς ἐκείνων αὐτῶν ἀνεπικρίτοις διαφωνίαις κατὰ τὰς σκεπτικὰς ἐφόδους περιτραπήσονται. Πρὸς δὲ τούτοις κἀκεῖνο λεκτέον. τὰ εἴδη τοῖα ἢ τοῖά ἐστιν· τούτων τὰ γένη ἤτοι καὶ τοῖα καὶ τοῖα͵ ἢ τοῖα μὲν τοῖα δὲ οὐ͵ ἢ οὔτε τοῖα οὔτε τοῖα. οἷον ἐπεὶ τῶν τινῶν τὰ μέν ἐστι σώματα τὰ δὲ ἀσώματα͵ καὶ τὰ μὲν ἀληθῆ τὰ δὲ ψευδῆ͵ καὶ ἔνια μὲν λευκά͵ εἰ τύχοι͵ ἔνια δὲ μέλανα͵ καὶ ἔνια μὲν μέγιστα ἔνια δὲ σμικρότατα͵ καὶ τὰ ἄλλα ὁμοίως͵ τὸ τὶ λόγου ἕνεκεν͵ ὅ φασιν εἶναί τινες γενικώτατον͵ ἢ πάντα ἔσται ἢ τὰ ἕτερα ἢ οὐδέν. ἀλλ΄ εἰ μὲν οὐδέν ἐστιν ὅλως τὸ τὶ͵ οὐδὲ τὸ γένος͵ πέρας ἔχει ἡ ζήτησις. εἰ δὲ πάντα εἶναι ῥηθείη͵ πρὸς τῷ ἀδύνατον εἶναι τὸ λεγόμενον͵ καὶ τῶν εἰδῶν καὶ τῶν καθ΄ ἕκαστον ἐν οἷς ἐστι δεήσει πάντα εἶναι. ὡς γάρ͵ ἐπεὶ τὸ ζῷον͵ ὡς φασίν͵ οὐσία ἐστὶν ἔμψυχος αἰσθητική͵ ἕκαστον τῶν εἰδῶν αὐτοῦ καὶ οὐσία εἶναι λέγεται καὶ ἔμψυχος καὶ αἰσθητική͵ οὕτως εἰ τὸ γένος καὶ σῶμά ἐστι καὶ ἀσώματον καὶ ψευδὲς καὶ ἀληθὲς καὶ μέλαν͵ εἰ τύχοι͵ καὶ λευκὸν καὶ σμικρότατον καὶ μέγιστον καὶ τἆλλα πάντα͵ ἕκαστον τῶν εἰδῶν καὶ τῶν καθ΄ ἕκαστον πάντα ἔσται· ὅπερ οὐ θεωρεῖται. ψεῦδος οὖν καὶ τοῦτο. εἰ δὲ τὰ ἕτερα μόνα ἐστί͵ τούτων τὸ γένος τῶν λοιπῶν οὐκ ἔσται γένος͵ οἷον εἰ σῶμα τὸ τὶ͵ τῶν ἀσωμάτων͵ καὶ εἰ λογικὸν τὸ ζῷον͵ τῶν ἀλόγων͵ ὡς μήτε ἀσώματόν τι εἶναι ζῷον μήτε ἄλογον͵ καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὅπερ ἄτοπον. οὐκοῦν οὔτε καὶ τοῖον καὶ τοῖον τὸ γένος͵ οὔτε τοῖον μὲν τοῖον δὲ οὔ͵ οὔτε μὴν οὔτε τοῖον οὔτε τοῖον δύναται εἶναι [γένος]· εἰ δὲ τοῦτο͵ οὐδὲ ἔστιν ὅλως τὸ γένος. εἰ δὲ λέγοι τις ὅτι δυνάμει πάντα ἐστὶ τὸ γένος͵ λέξομεν͵ ὡς τὸ δυνάμει τι ὂν δεῖ τι καὶ ἐνεργείᾳ εἶναι͵ οἷον οὐ δύναταί τις γραμματικὸς εἶναι εἰ μὴ καὶ ἐνεργείᾳ. καὶ τὸ γένος οὖν εἰ δυνάμει πάντα ἐστίν͵ ἐρωτῶμεν αὐτοὺς τί ἐστιν ἐνεργείᾳ͵ καὶ οὕτω μένουσιν αἱ αὐταὶ ἀπορίαι. τἀναντία μὲν γὰρ πάντα ἐνεργείᾳ εἶναι οὐ δύναται. ἀλλ΄ οὐδὲ τὰ μὲν καὶ ἐνεργείᾳ τὰ δὲ δυνάμει μόνον͵ οἷον σῶμα μὲν ἐνεργείᾳ͵ δυνάμει δὲ ἀσώματον. δυνάμει γάρ ἐστιν ὃ οἷόν τέ ἐστιν ἐνεργείᾳ ὑποστῆναι͵ τὸ δὲ σῶμα ἐνεργείᾳ ὂν ἀδύνατόν ἐστιν ἀσώματον γενέσθαι κατ΄ ἐνέργειαν͵ ὥστε εἰ λόγου χάριν σῶμά τι ἔστιν ἐνεργείᾳ͵ οὔκ ἐστιν ἀσώματον δυνάμει͵ καὶ τὸ ἀνάπαλιν. οὐκοῦν οὐκ ἐνδέχεται τὸ γένος τὰ μὲν ἐνεργείᾳ εἶναι τὰ δὲ δυνάμει μόνον. εἰ δὲ οὐδὲν ὅλως ἐστὶν ἐνεργείᾳ͵ οὐδὲ ὑφέστη κεν. οὐκοῦν οὐδέν ἐστι τὸ γένος͵ ὃ διαιρεῖν εἰς τὰ εἴδη λέγουσιν. ἔτι καὶ τοῦτο θεάσασθαι ἄξιον. ὥσπερ γὰρ͵ ἐπεὶ ὁ αὐτός ἐστιν Ἀλέξανδρος καὶ Πάρις͵ οὐκ ἐνδέχεται τὸ μὲν Ἀλέξανδρος περιπατεῖ ἀληθὲς εἶναι͵ τὸ δὲ Πάρις περιπατεῖ ψεῦδος͵ οὕτως εἰ τὸ αὐτό ἐστι τὸ ἄνθρωπον εἶναι Θέωνι καὶ Δίωνι͵ εἰς σύνταξιν ἀξιώματος ἀγομένη ἡ ἄνθρωπος προσηγορία ἢ ἀληθὲς ἢ ψεῦδος ἐπ΄ ἀμφοτέρων ποιήσει τὸ ἀξίωμα. οὐ θεωρεῖται δὲ τοῦτο· τοῦ μὲν γὰρ Δίωνος καθημένου Θέωνος δὲ περιπατοῦντος τὸ ἄνθρωπος περιπατεῖ ἐφ΄ οὗ μὲν λεγόμενον ἀληθές ἐστιν͵ ἐφ΄ οὗ δὲ ψεῦδος. οὐκ ἄρα κοινή ἐστιν ἀμφοτέρων ἡ ἄνθρωπος προσηγορία͵ οὐδὲ ἡ αὐτὴ ἀμφοῖν͵ ἀλλ΄ εἰ ἄρα͵ ἰδία ἑκατέρου.
κα περὶ κοινῶν συμβεβηκότων.
Παραπλήσια δὲ λέγεται καὶ περὶ τῶν κοινῶν συμβεβηκότων. εἰ γὰρ ἓν καὶ τὸ αὐτὸ συμβέβηκε Δίωνί τε καὶ Θέωνι τὸ ὁρᾶν͵ ἐὰν καθ΄ ὑπόθεσιν φθαρῇ μὲν Δίων͵ Θέων δὲ περιῇ καὶ ὁρᾷ͵ ἤτοι τὴν ὅρασιν τοῦ ἐφθαρμένου Δίωνος ἄφθαρτον μένειν ἐροῦσιν͵ ὅπερ ἀπεμφαίνει͵ ἢ τὴν αὐτὴν ὅρασιν ἐφθάρθαι τε καὶ μὴ ἐφθάρθαι λέξουσιν͵ ὅπερ ἄτοπον· οὐκ ἄρα ἡ Θέωνος· ὅρασις ἡ αὐτή ἐστι τῇ Δίωνος͵ ἀλλ΄ εἰ ἄρα͵ ἰδία ἑκατέρου. καὶ γὰρ εἰ ταὐτὸν συμβέβηκε Δίωνί τε καὶ Θέωνι τὸ ἀναπνεῖν͵ οὐκ ἐνδέχεται τὴν ἐν Θέωνι ἀναπνοὴν εἶναι͵ τὴν ἐν Δίωνι δὲ μὴ εἶναι· ἐνδέχεται δὲ τοῦ μὲν φθαρέντος τοῦ δὲ περιόντος· οὐκ ἄρα ἡ αὐτή ἐστιν. Περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον νῦν ἀρκέσει συντόμως λελέχθαι.