περὶ ἧς εὐθὺς καὶ διέστησαν· Κλεάνθης μὲν γὰρ ἤκουσε τὴν
τύπωσιν κατὰ εἰσοχήν τε καὶ ἐξοχήν͵ ὥσπερ καὶ τὴν διὰ τῶν δακτυλίων γινομένην
τοῦ κηροῦ τύπωσιν͵ Χρύσιππος δὲ ἄτοπον ἡγεῖτο τὸ τοιοῦτον. πρῶτον μὲν γάρ͵
φησί͵ δεήσει τῆς διανοίας ὑφ΄ ἕν ποτε τρίγωνόν τι καὶ τετράγωνον φαντασιουμένης
τὸ αὐτὸ σῶμα κατὰ τὸν αὐτὸν χρόνον διαφέροντα ἔχειν περὶ αὑτῷ σχήματα ἅμα τε
τρίγωνον καὶ τετράγωνον γίνεσθαι ἢ καὶ περιφερές͵ ὅπερ ἐστὶν ἄτοπον· εἶτα͵ πολλῶν
ἅμα φαντασιῶν ὑφισταμένων ἐν ἡμῖν͵ παμπληθεῖς καὶ τοὺς σχηματισμοὺς ἕξειν τὴν
ψυχήν͵ ὃ τοῦ προτέρου χεῖρόν ἐστιν. αὐτὸς οὖν τὴν τύπωσιν εἰρῆσθαι ὑπὸ τοῦ
Ζήνωνος ὑπενόει ἀντὶ τῆς ἑτεροιώσεως͵ ὥστ΄ εἶναι τοιοῦτον τὸν λόγον φαντασία ἐστὶν
ἑτεροίωσις ψυχῆς͵ μηκέτι ἀτόπου ὄντος τοῦ τὸ αὐτὸ σῶμα͵ ὑφ΄ ἓν [κατὰ τὸν αὐτὸν
χρόνον] πολλῶν περὶ ἡμᾶς συνισταμένων φαντασιῶν͵ παμπληθεῖς ἀναδέχεσθαι ἑτεροιώσεις·
ὥσπερ γὰρ ὁ ἀήρ͵ ὅταν ἅμα πολλοὶ φωνῶσιν͵ ἀμυθήτους ὑπὸ ἓν καὶ διαφερούσας ἀναδεχόμενος
πληγὰς εὐθὺς πολλὰς ἴσχει καὶ τὰς ἑτεροιώσεις͵ οὕτω καὶ τὸ ἡγεμονικὸν ποικίλως
φαντασιούμενον ἀνάλογόν τι τούτῳ πείσεται. ἄλλοι δὲ οὐδὲ τὸν κατὰ διόρθωσιν ἐκείνου
ἐξενεχθέντα ὅρον ὀρθῶς ἔχειν φασίν. εἰ μὲν γὰρ ἔστι τις φαντασία͵ αὕτη τύπωσις
καὶ ἑτεροίωσις τῆς ψυχῆς καθέστηκεν· εἰ δέ τις ἐστὶ τύπωσις τῆς ψυχῆς͵ ἐκείνη οὐ
πάντως ἐστὶ φαντασία. καὶ γὰρ προσπταίσματος γενομένου περὶ τὸν δάκτυλον ἢ
κνησμοῦ περὶ τὴν χεῖρα συμβάντος τύπωσις μὲν καὶ ἑτεροίωσις τῆς ψυχῆς ἀποτελεῖται͵
οὐχὶ δὲ καὶ φαντασία͵ ἐπείπερ οὐδὲ περὶ τῷ τυχόντι μέρει τῆς ψυχῆς γίνεσθαι
ταύτην συμβέβηκεν͵ ἀλλὰ περὶ τῇ διανοίᾳ μόνον καὶ τῷ ἡγεμονικῷ. πρὸς οὓς ἀπαντῶντες
οἱ ἀπὸ τῆς Στοᾶς συνεμφαίνεσθαί φασι τῇ τυπώσει τῆς ψυχῆς τὸ ὡς ἂν ἐν ψυχῇ͵ ὥστε
εἶναι τὸ πλῆρες τοιοῦτον φαντασία ἐστὶ τύπωσις ἐν ψυχῇ ὡς ἂν ἐν ψυχῇ. καθὰ γὰρ ἡ
ἐφηλότης λέγεται λευκότης ἐν ὀφθαλμῷ συνεμφαινόντων ἡμῶν τὸ ὡς ἐν ὀφθαλμῷ͵
τουτέστι τὸ κατὰ ποιὸν μέρος τοῦ ὀφθαλμοῦ͵ τὴν λευκότητα εἶναι͵ ἵνα μὴ πάντες ἄνθρωποι
ἐφηλότητα ἔχωμεν ὡς ἂν πάντες ἐκ φύσεως ἔχοντες λευκότητα ἐν ὀφθαλμῷ͵ οὕτως ὅταν
λέγωμεν τὴν φαντασίαν τύπωσιν ἐν ψυχῇ͵ συνεμφαίνομεν καὶ τὸ περὶ ποιὸν μέρος
γίνεσθαι τῆς ψυχῆς τὴν τύπωσιν͵ τουτέστι τὸ ἡγεμονικόν͵ ὥστε ἐξαπλούμενον
γίνεσθαι τὸν ὅρον τοιοῦτον φαντασία ἐστὶν ἑτεροίωσις ἐν ἡγεμονικῷ. ἄλλοι δὲ ἀπὸ
τῆς αὐτῆς ὁρμώμενοι δυνάμεως γλαφυρώτερον ἀπελογήσαντο. φασὶ γὰρ ψυχὴν λέγεσθαι
διχῶς͵ τό τε συνέχον τὴν ὅλην σύγκρισιν καὶ κατ΄ ἰδίαν τὸ ἡγεμονικόν. ὅταν γὰρ
εἴπωμεν συνεστάναι τὸν ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος͵ ἢ τὸν θάνατον εἶναι
χωρισμὸν ψυχῆς ἀπὸ σώματος͵ ἰδίως καλοῦμεν τὸ ἡγεμονικόν. ὡσαύτως δὲ καὶ ὅταν
διαιρούμενοι φάσκωμεν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχὴν τὰ δὲ περὶ σῶμα τὰ δ΄ ἐκτός͵
οὐ τὴν ὅλην ψυχὴν ἐμφαίνομεν ἀλλὰ τὸ ἡγεμονικὸν ταύτης μόριον· περὶ τούτῳ γὰρ τὰ
πάθη καὶ τὰ ἀγαθὰ συνίσταται. διόπερ καὶ ὅταν λέγῃ ὁ Ζήνων φαντασίαν εἶναι
τύπωσιν ἐν ψυχῇ͵ ἀκουστέον ψυχὴν οὐ τὴν ὅλην ἀλλὰ τὸ μόριον αὐτῆς͵ ἵνα ᾖ τὸ
λεγόμενον οὕτως ἔχον φαντασία ἐστὶν ἑτεροίωσις περὶ τὸ ἡγεμονικόν. ἀλλὰ κἂν οὕτως
ἔχῃ͵ φασί τινες͵ πάλιν ἡμάρτηται. καὶ γὰρ ἡ ὁρμὴ καὶ ἡ συγκατάθεσις καὶ ἡ
κατάληψις ἑτεροιώσεις μέν εἰσι τοῦ ἡγεμονικοῦ͵ διαφέρουσι δὲ τῆς φαντασίας· ἡ μὲν
γὰρ πεῖσίς τις ἦν ἡμετέρα καὶ διάθεσις͵ αὗται δὲ πολὺ μᾶλλον [ἢ ὁρμαὶ] ἐνέργειαί
τινες ἡμῶν ὑπῆρχον. μοχθηρὸς ἄρα ἐστὶν ὁ ὅρος πολλοῖς καὶ διαφόροις πράγμασιν ἐφαρμοζόμενος·
καὶ ὃν τρόπον ὁ τὸν ἄνθρωπον ὁρισάμενος καὶ εἰπὼν ὅτι ἄνθρωπός ἐστι ζῷον
λογικόν͵ οὐχ ὑγιῶς τὴν ἔννοιαν τοῦ ἀνθρώπου ὑπέγραψε διὰ τὸ καὶ τὸν θεὸν ζῷον εἶναι
λογικόν͵ οὕτω καὶ ὁ τὴν φαντασίαν ἀποφηνάμενος ἑτεροίωσιν ἡγεμονικοῦ διέπεσεν·
οὐ μᾶλλον γὰρ ταύτης ἢ ἑκάστης τῶν κατηριθμημένων κινήσεών ἐστιν ἀπόδοσις.
τοιαύτης δ΄ οὔσης καὶ τῆσδε τῆς ἐνστάσεως πάλιν ἐπὶ τὰς συνεμφάσεις οἱ Στωικοὶ ἀνατρέχουσι͵
λέγοντες τῷ ὅρῳ δεῖν τῆς φαντασίας συνακούειν τὸ κατὰ πεῖσιν· ὡς γὰρ ὁ λέγων τὸν
ἔρωτα ἐπιβολὴν εἶναι φιλοποιίας συνεμφαίνει τὸ νέων ὡραίων͵ καὶ εἰ μὴ κατὰ τὸ ῥητὸν
τοῦτο ἐκφέρῃ (οὐθεὶς γὰρ γερόντων καὶ ἀκμῆς ὥραν μὴ ἐχόντων ἐρᾷ)͵ οὕτως ὅταν
λέγωμεν͵ φασί͵ τὴν φαντασίαν ἑτεροίωσιν ἡγεμονικοῦ͵ συνεμφαίνομεν τὸ κατὰ πεῖσιν
ἀλλὰ μὴ τὸ κατὰ ἐνέργειαν γίνεσθαι τὴν ἑτεροίωσιν. δοκοῦσι δὲ μηδ΄ οὕτως ἐκπεφευγέναι
τὸ ἔγκλημα· ὅτε γὰρ τρέφεται τὸ ἡγεμονικὸν καὶ νὴ Δία γε αὔξεται͵ ἑτεροιοῦται μὲν
κατὰ πεῖσιν͵ οὐκ ἔστι δὲ ἡ τοιαύτη ἑτεροίωσις αὐτοῦ͵ καίπερ κατὰ πεῖσιν οὖσα καὶ
διάθεσιν͵ φαντασία͵ ἐκτὸς εἰ μή τι πάλιν λέγοιεν ἰδίωμα πείσεως εἶναι τὴν
φαντασίαν͵ ὅπερ διενήνοχε τῶν τοιούτων διαθέσεων͵ ἢ ἐκεῖνό γε͵ ἐπεὶ ἡ φαντασία
γίνεται ἤτοι τῶν ἐκτὸς ἢ τῶν ἐν ἡμῖν παθῶν (ὃ δὴ κυριώτερον διάκενος ἑλκυσμὸς
παρ΄ αὐτοῖς καλεῖται)͵ πάντως ἐν τῷ λόγῳ τῆς φαντασίας συνεμφαίνεσθαι τὸ τὴν πεῖσιν
γίνεσθαι ἤτοι κατὰ τὴν ἐκτὸς προσβολὴν ἢ κατὰ τὰ ἐν ἡμῖν πάθη͵ ὅπερ οὐκέτ΄ ἔ
στιν ἐπὶ τῆς κατὰ τὰς αὐξήσεις ἢ θρέψεις ἑτεροιώσεως συνεξακούειν. Ἀλλ΄ ἡ μὲν
φαντασία κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς οὕτω δυσαπόδοτός ἐστι· τῶν δὲ φαντασιῶν πολλαὶ
μὲν καὶ ἄλλαι εἰσὶ διαφοραί͵ ἀπαρκέσουσι δὲ αἱ λεχθησόμεναι. τούτων γὰρ αἱ μέν
εἰσι πιθαναί͵ αἱ δὲ ἀπίθανοι͵ αἱ δὲ πιθαναὶ ἅμα καὶ ἀπίθανοι͵ αἱ δὲ οὔτε πιθαναὶ
οὔτε ἀπίθανοι. πιθαναὶ μὲν οὖν εἰσιν αἱ λεῖον κίνημα περὶ ψυχὴν ἐργαζόμεναι͵ ὥσπερ
νῦν τὸ ἡμέραν εἶναι καὶ τὸ ἐμὲ διαλέγεσθαι καὶ πᾶν ὃ τῆς ὁμοίας ἔχεται
περιφανείας͵ ἀπίθανοι δὲ αἱ μὴ τοιαῦται ἀλλ΄ ἀποστρέφουσαι ἡμᾶς τῆς
συγκαταθέσεως͵ οἷον εἰ ἡμέρα ἐστίν͵ οὐκ ἔστιν ἥλιος ὑπὲρ γῆς·