ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.215-1.217)


1.215 ὁλικώτερος καὶ ἀπὸ μερικωτέρας. Οὐ μὴν πάντη αὐτόνομα οὐδὲ ταῦτα͵ οὐδὲ μόνον διακεκριμένα ἀπ΄ ἀλλήλων τε καὶ τῆς οἰκείας μονάδος· μετέχει γὰρ τῆς ὡς μερῶν κοινωνίας͵ καὶ ἡ μονὰς τῆς ὡς ὅλου φύσεως· ὅθεν τὰ αὐτὰ καὶ μέρη δοκεῖ τοῦ κόσμου εἶναι τοῦ μονοειδοῦς· τοῦτο μὲν κατὰ τὸ μεμερισμένον͵ κατὰ δὲ τὴν ἕνωσιν πᾶσαν τῶν εἰδητικῶν κορυφῶν ὥσπερ εὐθειῶν ἐν τῷ κέντρῳ συμφυομένων· κατὰ δὲ ταύτην οἷον στοιχεῖα γίγνεται τῆς μιᾶς αὐτῶν κοινῆς οὐσίας. Πάλιν τοι ἐξ ἀρχῆς λέγωμεν ὡς τὰ πολλὰ ἑκασταχοῦ ἢ στοιχεῖά ἐστι μόνον ἢ μέρη ἢ εἴδη· τῶν εἰδῶν τὰ μὲν ἡνωμένα εἰς οὐσίαν εἰδητικήν͵ ἃ καὶ στοιχεῖα καλοῦμεν εἰδητικά͵ τὰ δὲ ἐν μερισμῷ θεωρούμενα͵ ἅπερ μέρη εἰδητικὰ λέγομεν͵ οἷον τὸ μὲν πρῶτον ὡς ἐπὶ τῶν τεττάρων στοιχείων τοῦ ἡμετέρου σώματος͵ τὸ δὲ δεύτερον ὡς ἐπὶ τῶν μερῶν αὐτοῦ͵ καὶ τῶν ὁμοιο μερῶν· μέρη γὰρ καὶ ταῦτα καὶ εἰδητικά͵ εἰ καὶ ταὐτὸν εἶδος ἔχοντα μεμερισμένον͵ καὶ ἔτι μᾶλλον ἐπὶ τῶν ἀνομοιομερῶν· τὰ δὲ ἐφ΄ ἑαυτῶν ἕκαστα ὡς ἄνθρωπος καὶ ἄλλος ἄνθρωπος καὶ ἥλιος καὶ σελήνη· κατὰ δὲ αὖ τρίτην ἀπό στασιν τούτων γε αὐτῶν τριχῆ λαμβανομένων͵ κατὰ μὲν τὰς κορυφὰς ἡ στοιχειώδης νοεῖται φύσις͵ κατὰ δὲ τὴν ἑνὸς συμπλήρωσιν καὶ τὴν πρὸς τοῦτο σύννευσιν͵ ὅλον καὶ μέρη͵ κατὰ δὲ τὴν ἀφειμένην ἑκάστου περιγραφὴν ἰδιό τροπον͵ ὡς ἀπὸ μονάδος ἀριθμός͵ καὶ σειρὰ ἀπ΄ ἀρχῆς͵ καὶ συμπλήρωσις αὐτοτελοῦς ἐξ αὐτοτελῶν ἀναφαίνεται͵ καὶ ἐπὶ πλέον οὐδὲν πρόεισι. Τὸ γὰρ ἐπὶ πλέον ἦν παντελὴς πάντων διασπασμὸς ἀσύμφυλος καὶ πάντη διερριμμένος͵ ἐν ᾧ καὶ ἀταξία συμβήσεται μὴ πρὸς ἓν πάντων τεταγμένων· τοῦτο δὲ τὸ πάθος ἐγγίνεται μὲν τῷ παντί͵ πάλιν δὲ ὅμως εἰς ἓν ἐπανάγεται͵ καὶ συντάττεται πρὸς τὸ ἕν. Ἀλλ΄ ὁ μὲν περὶ προόδων λόγος͵ ὅπερ ἔφην πρότερον͵ ἀναβεβλήσθω τὰ νῦν͵ ἐπεὶ καὶ ἐκεῖνο ἀναβλητέον εἰς ἐκεῖνον τὸν λόγον͵ εἰ διττόν ἐστιν ἕκαστον πλῆθος· οἷον τῶν εἰδῶν͵ τὸ μὲν συμφυὲς τῷ νῷ͵ καὶ ὡς πλῆθος τοῦ νοῦ͵ τὸ δὲ τῶν πολλῶν νόων μετὰ τὸν ἕνα νοῦν· καὶ γὰρ τῶν ψυχῶν ἄλλο πλῆθος τῶν μετὰ τὴν μίαν ψυχήν͵ καὶ ἄλλο τὸ ἐν τῇ μιᾷ τῶν ψυχικῶν λόγων πλῆθος͵ ᾧ ἀναλογεῖν ἐροῦμεν τὸ τῶν εἴσω τοῦ νοῦ διαιρουμένων εἰδῶν· ζητητέον δὲ καὶ ἐπὶ τῶν μερῶν καὶ ἐπὶ τῶν στοιχείων ὡσαύτως͵ εἰ τὸ μὲν εἴσω͵ τὸ δὲ ἔξω συνίσταται πλῆθος· ταῦτα μὲν οὖν ἀφείσθω τὰ νῦν.

 

1.216 Ἐπεὶ δὲ τὰ πολλὰ ἢ ὡς στοιχεῖα λέγεται͵ ἢ ὡς μέρη͵ ἢ ὡς εἴδη͵ σαφὲς ὅτι οὐκ ἔστι ταὐτὸν αὐτοῖς πολλοῖς τε εἶναι καὶ εἴδεσιν ἢ μέρεσιν ἢ στοιχείοις· τούτων μὲν ἄρα ἕκαστον πλῆθός τί ἐστι καὶ τοιόνδε πλῆθος· αὐτὸ δὲ ὃ μόνον πλῆθος͵ καὶ τὰ ἁπλῶς πολλά͵ τίνα ἂν εἴη͵ καὶ τίνος͵ καὶ ποῦ ὑφεστῶτα; πρὸ μὲν δὴ τῶν τριχῆ διῃρημένων πολλῶν καὶ τῶν τριῶν δὲ πολλῶν͵ ὥστε καὶ πρὸ τῶν στοιχείων͵ καὶ πρό γε ἄρα τοῦ στοιχειωτοῦ· συμφυὲς γὰρ τοῦτο καὶ ὁμοταγὲς τοῖς ἑαυτοῦ στοιχείοις. Τίνος οὖν; ὥσπερ τὰ στοιχεῖα τοῦ στοιχειωτοῦ͵ τὰ πολλὰ τίνος; ἢ τοῦ ἑνός͵ ὡς τὰ μέρη τοῦ ὅλου· τὸ γὰρ ἓν οὐχ οὕτως ὥς τι τῶν πολλῶν͵ ἀλλ΄ οἷον τὸ πρὸ τῶν πολλῶν͵ καὶ οἷον μονὰς τῶν πολλῶν καὶ ἓν τὰ πάντα. Ὄντα οὖν πάντα τοῦ ἑνός͵ τὰ πολλά ἐστι τελοῦντα καὶ αὐτὰ εἰς τὴν ὑπόστασιν τοῦ τοιούτου ἑνός͵ ὡς τὰ μέρη τοῦ ὅλου͵ στοιχεῖα τοῦ στοιχειωτοῦ· οὐ γὰρ δύο φαμὲν οὐσίας τὸ ἓν καὶ τὰ πολλά͵ οὐδὲ γὰρ τὸ στοιχειωτὸν καὶ τὰ στοιχεῖα͵ οὐδὲ τὸ ὅλον καὶ τὰ μέρη͵ οὐδὲ τὴν τοῦ νοῦ μίαν μονάδα͵ ἢ καὶ τὸν ἐν αὐτῷ τῶν εἰδῶν ἀριθμόν͵ ἀλλὰ κατὰ τὸ συναμφότερον ἓν καὶ πολλά· ὥστε καὶ αὐτὸ ἁπλῶς τὸ ἓν πολλὰ τοιόνδε νοητέον͵ οἷον ἓν καὶ πολλὰ ἕκαστον εἶδος. Τίνα τοίνυν τὰ πολλά; ἆρα μονάδες; ἀλλ΄ εἴδη γε αἱ μονάδες͵ τὰ δὲ πολλὰ πρὸ τῶν εἰδῶν· ἀλλὰ μέρη; ἀλλὰ καὶ πρὸ τῶν στοιχείων τὰ πολλά͵ τὰ δὲ στοιχεῖα πρὸ τῶν μερῶν. Μήποτε οὖν στοιχεῖα τὰ πολλά; ἀλλὰ τὰ στοιχεῖα συγκίρναται ἀλλήλοις πρὸς τὴν τοῦ στοιχειωτοῦ μικτὴν οὐσίαν· τὰ δὲ πολλὰ τοῦ ἑνὸς εἶναι βούλεται πλῆθος. Ἆρα οὖν οὐ συγκίρναται ἀλλήλοις; ἢ μᾶλλον διέστηκε τῶν στοιχείων τὰ πολλὰ ἀπ΄ ἀλλήλων; τοῦτο μὲν δὴ λόγον οὐκ ἔχει· οὐ μέντοι οὐδὲ συγκίρναται ἀλλήλοις͵ ἀλλ΄ ἔτι ἀμερέ στερα ὄντα τῶν στοιχείων καὶ ἑνικώτερα ἀντὶ τοῦ συγκίρνασθαι ἑνίζεται καὶ ἀντὶ τοῦ ποιεῖν τὸ μικτὸν ποιεῖ τὸ ἕν· ἦν γὰρ τὰ πολλὰ τοῦ ἑνὸς καὶ οὐχὶ τῆς οὐσίας. Ἆρα οὖν διώρισται ἀπ΄ ἀλλήλων͵ ἢ συνεχῆ πρὸς ἄλληλά ἐστιν;

1.217 ἢ τὸ μὲν συνεχὲς καὶ τὸ διωρισμένον ἐν τοῖς εἴδεσίν ἐστι͵ καὶ εἴδη ὡς ἀληθῶς͵ ὥστε οὐδὲ ἐπὶ τῶν μερῶν ἀληθὲς εἰπεῖν ὁπότερον· τὰ γὰρ μέρη ἐν τῷ διακρί νεσθαι τὰ εἴδη ὁρᾶται͵ ἀλλ΄ οὐκ ἐν τῷ διακεκρίσθαι· πολλῷ δὲ μᾶλλον τὰ στοιχεῖα διαφεύγει τὸ δὲ συνεχὲς καὶ τὸ διωρισμένον͵ ἀλλ΄ ὅμως ταῦτα μὲν ὁπωσδήποτε διαφέρειν ἀλλήλων ἐπιχειρεῖ· ἄλλῳ γὰρ ἄλλο τι συνεισφέρει τῶν στοιχείων͵ καὶ ἔτι πλέον τῶν μερῶν͵ καὶ ἔτι μάλιστα τῶν εἰδῶν· τὰ δὲ ἁπλῶς πολλὰ οὐ πολλὰς διαφορὰς εἰσενεγκεῖν βούλεται· πολλὰ γὰρ ἔσται διάφορα καὶ οὐχ ἁπλῶς πολλά͵ τὰ δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ πολλὰ μόνον. Διόπερ ὃ ἄν τις αὐτῶν λάβῃ͵ καὶ εἰ πάντα ὁμοῦ͵ οὐδὲν ἄλλο ὄψεται ἢ πολλά· οὐδὲ γὰρ τὸ ἄλλο καὶ ἄλλο͵ οὐδὲ τὸ ὁμοῦ͵ οὐδὲ τὰ πάντα͵ διαφοραὶ γὰρ αὗται καὶ διάφοροι ἰδιότητες͵ ἀλλὰ μόνον πολλὰ καὶ μόνον πλῆθος͵ οὐ μέντοι ἑαυτοῦ ὄν͵ οὐδὲ καθ΄ ἑαυτό· οὐδὲ γὰρ τὰ στοιχεῖα͵ οὐδὲ τὰ μέρη͵ οὐδὲ τὰ πολλὰ εἴδη͵ αὐτά ἐστιν ἑαυτῶν· οὐδὲν γάρ ἐστι πλῆθος αὐτοσύστατον͵ ἀλλὰ περί τι ἓν ἀεὶ πληθύεται͵ ἢ μονάδα͵ ἢ ὅλον͵ ἢ μικτόν. Οὕτως ἄρα καὶ τὰ πολλὰ ἁπλῶς περὶ τὸ ἓν ἁπλῶς πληθύεται͵ καὶ ἔστι τοῦ ἑνὸς ὁ πληθυσμός͵ ὡς τοῦ ὅλου ὁ μερισμός͵ οἷον πάθος αὐτοῦ καὶ πρόοδος ἐν ἑαυτῷ͵ καὶ τὴν ἑαυτοῦ συνιστῶσαν παντελῆ φύσιν· ὅθεν καὶ τὸν λαμβανόμενον εὐθὺς πολλά͵ καὶ τὰ πολλὰ τῷ ἑνὶ σύνεστι πανταχοῦ. Καὶ μήποτε τοῦτό ἐστι τὸ ἄπειρον πλῆθος ἐν Παρμενίδῃ ὑμνούμενον͵ ἄπειρον διὰ τοῦτο ὅτι πέρας οὐκ ἔχει͵ ὃ μή ἐστι πλῆθος͵ ἀλλὰ πανταχοῦ πολλά͵ καὶ ἄνευ τοῦ πανταχοῦ· πολλαχοῦ γὰρ μᾶλλον· καὶ οὐδὲ τὸ πολλαχοῦ ὡς ἄλλο τι κατὰ σχέσιν ἢ τὰ πολλὰ μόνον. Καὶ μήποτε τοῦτό ἐστι τὸ ἓν πολλὰ ἀφ΄ οὗ καὶ ἀποφάσεις ἄρχονται τῆς πρώτης ὑπο θέσεως͵ ὃ καὶ πρῶτον ἄρχει πάντων διορισμῶν τῶν ὁπωσδήποτε διαφορουμένων· ὅθεν καὶ ἓν πολλὰ λέγεται͵ ὡς συνειληφὸς κατὰ τὰ ἑαυτοῦ πολλὰ τὴν πάμφορον αἰτίαν τῶν ἀπ΄ αὐτοῦ προϊόντων καθ΄ ὁποιονοῦν μερισμόν· ὅθεν πηγὴν μὲν πηγῶν αὐτὸ Χαλδαίων παῖδες ἀνευφημοῦσιν͵ Ὀρφεὺς δὲ Μῆτιν σπέρμα φέροντα θεῶν͵ Φοίνικες δὲ αἰῶνα κοσμικόν͵