1.212 Τί οὖν οὐδὲν κοινόν; εἰ τὸ κοινόν ἐστι ταὐτὸν καὶ ἓν κατὰ εἶδος͵ οὐδὲν ἂν εἴη κοινὸν τοῖς κατὰ εἶδος ἐξαλλαττομένοις· εἰ δὲ κοινὸν ὅ τι μὴ πάντη ἄλλο͵ καὶ οὐδὲ μέχρι συγγενείας τινὸς ἀλλήλοις κοινωνοῦντα͵ ἔχοι ἄν τι κοινόν. Οὐκοῦν ᾗ καὶ ὁπωσοῦν κοινόν τε καὶ συγγενές͵ ταύτῃ ἓν καὶ ταὐτόν; ἢ τοῦτό ἐστι τὸ πάντων αἴτιον τῶν κακῶν͵ ὅτι σπεύδουσιν ἡμῶν αἱ νοήσεις εὐθύς͵ ἐὰν μὲν ἕτερον ἀκούσωμεν͵ εἰς παντελῆ διασπασμόν͵ ἐὰν δὲ ταὐτόν͵ εἰς παντελῆ σύγχυσιν͵ οἶμαι͵ ὅτι δι΄ ἀρρωστίαν ἐπικυλινδούμεναι καὶ ἐπιτρέχουσαι τοῖς εἴδεσιν ἑκάστοις͵ οὐ δυνάμεναι κατὰ τὰ μέτρια πορεύεσθαι τῆς ἑκάστου ὑποστάσεως. Οὐδὲν οὖν κοινὸν ἐν τοῖς διαφόροις ἀποληπτέον ὃ μὴ διάφορον͵ οὐδὲ αὖ διάφορον ἐν τοῖς αὐτοῖς ὃ μὴ κοινόν· ἔστι γάρ τι μεταξὺ κοινοῦ τε καὶ ἰδίου. Ἆρα οὖν οὕτω προϋπάρχει τῶν στοιχείων ἑκάστων τὰ συνώνυμα τῶν ἰδιω μάτων; ἢ οὐδὲ τοῦτον ἂν εἴη τὸν τρόπον· ἐν γὰρ διαιρέσει τινὶ τὰ στοιχεῖα καὶ τὰ μέρη καὶ τὰ εἴδη πρὸς ἄλληλα τυγχάνει ὄντα͵ ἄλλη δὲ ἀλλαχοῦ διαίρεσις͵ οἷον ἡ τριὰς ἐκ μονάδων τριῶν͵ ἢ τετρὰς ἐκ τεττάρων͵ οὔτι γε ἐξ ἐκείνων τῶν τριῶν καὶ ἄλλης αὐτόν͵ ὡς δοκεῖ͵ προτεθείς͵ ἀλλ΄ ἴδιος ἑκάστου τῶν μονάδων ἡ διαίρεσις͵ ὡς εἶναι τῶν ἐλαττόνων ἀριθμῶν τῷ ποσῷ καὶ τὰς μονάδας ὁλικωτέρας· τοῦ γὰρ μοναδικοῦ ὅλου εἴδους ἄλλη μὲν ἡ εἰς δύο διαίρεσις͵ ἄλλη δὲ ἡ εἰς τρία͵ ἄλλη δὲ ἡ εἰς τέτταρα. Ὥστε καὶ τοῦ ζῴου ἄλλη μὲν ἡ εἰς δύο διάκρισις͵ εἰ τὸ μὲν φαίη τις εἶναι λογικόν͵ τὸ δὲ ἄλογον· εἰ δὲ λαβών τις τὸ λογικὸν ζῷον οὐκ ὂν τῷ ὅλῳ ζῴῳ ὑπ΄ αὐτὸν διέλοι πάλιν͵ ἂν οὕτω τύχοι͵ τῷ ἀθανάτῳ καὶ τῷ θνητῷ͵ καὶ ποιήσει τρία στοιχεῖα ἀνθρώπου͵ ζῷον͵ λογικόν͵ θνητόν͵ τὰ τῷ θνητῷ ἀντιδιαιρούμενα κατὰ τρίτην τάξιν͵ οὐκέτι τὰ αὐτά͵ οὔτε τῷ εἴδει τοῖς προτέροις͵ οὔτε λογικόν͵ οὔτε τὸ ζῷον· ἡ δὲ τριὰς αὕτη τῶν στοιχείων ἐν ἀνθρώπῳ πέφηνε πρώτῳ͵ καὶ ἀπ΄ αὐτοῦ διεκρίθη πως ἴδια ὄντα αὐτοῦ. Τί οὖν; οὐ συνῄρηται ἀεὶ τὰ δεύτερα ἐν τοῖς πρώτοις͵ καὶ τὰ μερικώτερα ἐν τοῖς ὁλικωτέροις͵ ὥστε καὶ τὰ τρία τοῦ ἀνθρώπου ἐν τῷ ζῴῳ φέρε εἰπεῖν; ἢ καὶ ἐκεῖ μετὰ τοῦ ὅλου συνῄρηται τὰ στοιχεῖα· καὶ ἐκεῖ γὰρ ὁ ἄνθρωπος ἐν τῇ συναιρέσει· ἀεὶ γὰρ ἐν τοῖς προτέροις τὰ δεύτερα͵ προηγουμένως μὲν τὰ
1.213 ὅλα ἐν τοῖς ὅλοις͵ μετὰ δὲ τῶν ὅλων καὶ ἐν τούτοις τὰ μέρη· ὁμοίως δὲ καὶ τὰ στοιχεῖα καὶ τὰ εἴδη καί͵ καθόλου εἰπεῖν͵ τὰ πλήθη ἐν ταῖς οἰκείαις μονάσιν. Οὕτω δὲ καὶ ἡ οὐσία ἐν τῷ ἡνωμένῳ περιέχεται͵ ἀδιάκριτος οὖσα τῆς οἰκείας ἑνάδος· οὕτω γὰρ ἐκεῖ καὶ ἡ ἑνὰς περιέχεται ἀδιάκριτος τῆς οὐσίας· οὕτως ἄρα καὶ τὰ στοιχεῖα ἑκατέρας ἀδιάκριτα καὶ αὐτὰ ἀλλήλων ἐν ἐκείνῳ συνείληπται. Διὸ οὐδὲ στοιχεῖα οὐδὲ στοιχειωτὸν ἐκεῖνα͵ διορισμὸς γὰρ οὐδείς· οὕτω δὲ καὶ τὰ μέρη προείληπται ἐν τοῖς στοιχείοις͵ ἀλλὰ κατὰ τὴν στοιχειώδη συναίρεσιν· οὕτω δὲ καὶ τὰ εἴδη ἐν τοῖς μέρεσιν͵ ἀλλ΄ ἄνευ περιγραφῶν͵ κατὰ μόνον τὸν μερισμόν· ὥστε τοῦτον τὸν τρόπον καὶ τὰ τοῦ κοσμικοῦ στοιχεῖα σώματος ἀμερίστως ἐν τῷ ὑπερκοσμίῳ φωτί͵ ὅ τι ποτὲ καὶ ὅσον ἐστί. Καὶ δὴ τὰ τοῦ ἀνθρωπείου στοιχεῖα σώματος ἐν τῷ ὑποσελήνῳ συνῄρηται κόσμῳ ἀδια κρίτως· κοινὰ γὰρ ἐκεῖνα πάντων ζῴων τε καὶ φυτῶν καὶ μετάλλων ἐν μιᾷ συναιρέσει πάντα προειλημμένα͵ κάτω δὲ τὰ ἴδια διακρίνεται ἐν ἑκάστῳ τὰ ἑκάστου ᾗ ταῦτα προϋπάρχοντα͵ λέγω δὲ ᾗ ταῦτα͵ ὅτι οὐ κατὰ τὴν διάκρισιν ταύτην͵ οὐδὲ κατὰ τὴν εἰδοποιίαν. Πάντα ἄρα ὁμοίως καὶ οὐ προϋπάρχει͵ καὶ αὖ δοκεῖ προϋπάρχειν͵ ὁλοσχερέστερόν τε ὁρῶντι καὶ τὸν συνῃρημένον καὶ ὁλικώτερον τρόπον τῆς εἰδοποιίας. Ἐπιστῆσαι δὲ χρὴ ὅτι τὰ μὲν στοιχεῖα ἑκασταχοῦ τῷ στοιχειωτῷ ἑνὶ συμπρόεισι͵ καὶ τῇ ἐκείνου ὑπάρξει συνυπάρχει͵ καὶ τὰ μέρη ὁμοίως τῇ οἰκείᾳ ὁλότητι σύνεστι πανταχοῦ͵ τὰ δὲ εἴδη μὴ οὕτως συννεύοντα πρὸς τὸ ἓν τὸ οἰκεῖον͵ καὶ ὅλως εἰδοποιούμενα ταῖς περιγραφαῖς καὶ ἐφ΄ ἑαυτῶν σπουδάζοντα εἶναι͵ δικαίως διττὴν ἐποιήσατο πρόοδον͵ τὴν μὲν ὡς τὰ μέρη͵ ὅτε καὶ τῶν μερῶν ἀναδέχεται τάξιν· οὕτω γὰρ ἔχει ἐν τῷ νῷ τὰ εἴδη· συμπληροῖ γὰρ αὐτοῦ τὸ πεπληθυσμένον͵ ὡς οἱ λόγοι τῆς ψυχῆς τὸ πολύμορφον τῆς ψυχῆς͵ καὶ οἱ τῆς φύσεως τὸ τῆς φύσεως πλῆθος. Εἴη δ΄ ἄν τι καὶ τοῦ ἑνὸς τοῦ σώματος εἴδους τοιοῦτον πλῆθος πολύχρωμον͵ ἀναλογοῦν τῷ πολυειδεῖ τῆς φύσεως καὶ τῆς ψυχῆς καὶ τοῦ νοῦ. Τὰ δὲ τοιαῦτα ἐλέγομεν εἶναι μέρη ἀνομοιομερῆ͵ παρονομαζόμενα μὲν τῷ ὅλῳ εἴδει͵ ἀνθρώπεια γὰρ καὶ ἵππεια (ὅτι δὲ φυσικοί τε οἱ λόγοι καὶ ψυχικοὶ οὐ μὴν ἕκαστος λόγος ψυχὴ οὐδὲ φύσις͵ οὐδὲ
1.214 ἄνθρωπος͵ οὐδὲ ἵππος͵ οἷον κεφαλὴ καὶ χεὶρ ἢ ποῦς)͵ τελοῦντα δὲ ὅμως εἰς τὸν ὅλον ἄνθρωπον καὶ τὸ ὅλον ἕκαστον· ὡς μήτε ταὐτὸν εἶναι τῷ ὅλῳ τὸ μέρος͵ μήτε ἕτερον͵ ἀλλὰ πῆ καὶ πῶς͵ ὡς ἀξιοῖ Παρμενίδης ὁ μέγας. Τὰ μὲν οὖν τοιαῦτα τῶν εἰδῶν ἅμα τῷ κοινῷ καὶ ἑνὶ καὶ ἔστι καὶ πρόεισι καθάπερ τὰ μέρη καὶ τὰ στοιχεῖα. Ἄλλη δὲ πρόοδος αὐτῶν γίγνεται αὐτοτελῶς ἑκάστου χωριζομένου τοῦ τε ὅλου καὶ τῶν ἀντιδιῃρημένων͵ δοκοῦσα μὲν αὕτη τελειότερον εἶναι͵ κατὰ ἀλήθειαν δὲ οὖσα τῶν καταδεεστέρων͵ καὶ τὴν πρὸς ἓν καὶ πρὸς ἄλληλα σύμπνοιάν τε καὶ σύννευσιν παραλυσάντων͵ διά τε τοῦτο σποράδην ὡς οἷόν τε προεληλυθότων. Ὁ γοῦν ἐν τῇ ψυχῇ λόγος͵ ὁμοίως δὲ καὶ ὁ ἐν τῇ φύσει κρείττων ἐστὶ τοῦδε τοῦ φαινομένου ἀνθρώπου͵ καὶ ὁ ἐν τῇ ὁλικωτέρᾳ ψυχῇ λόγος τῆς ἀνθρώπου ψυχῆς κρείττων ἐστὶ τῆς καθ΄ ἑαυτὸν ὑφεστώσης ψυχικῆς οὐσίας. Ἔστιν οὖν καὶ τοιάδε πρόοδος εἰδῶν οὐ κατὰ σμῆνος ὑφεστώτων͵ ἀλλ΄ οἷον αὐτονόμων. Ἐπειδὴ δὲ οὐ πάντη περιεγένετο αὐτῶν ἡ τιτανικὴ διάκρισις͵ ἔχει τινὰ καὶ ταῦτα πρὸς ἄλληλα σύνταξιν χοροῦ σχῆμα πληροῦσαν͵ ἢ στρατοπέδου͵ ἤ͵ καθόλου φάναι͵ κόσμου τινὸς ὅλου͵ φησίν͵ ἐξ ὅλων συνεστῶτος· ἀλλὰ τοῦτο μέρη καὶ ὅλον ἐστίν͵ ὥστε ἄμεινον φάναι μονάδα καὶ ἀριθμὸν ἀπὸ τῆς μονάδος ἐκμηρυόμενον͵ σειρὰν ἀπὸ τῆς οἰκείας ἀρχῆς ἀπορρέουσαν͵ κατὰ εἰδῶν ὕφεσιν ἐξαλλαττομένων ταῖς οἰκείαις διαφοραῖς. Οὕτω γὰρ ἴσως καὶ κόσμος ἔχει͵ εἷς ὢν καὶ πολλοὶ μετὰ τὸν ἕνα. Εἰ δὲ καὶ οἱ πάντες εἷς͵ ἀλλ΄ ὥσπερ χορὸς εἷς μετὰ τοῦ κορυφαίου. Ταῦτα μὲν οὖν ὅπως ἔχει καὶ αὖθις ἐπισκεψώμεθα ὅταν περὶ τῆς προόδου πάσης ποιώμεθα λόγον͵ τὴν τῶν πρώτων ἀρχῶν ἐπιζητοῦντες͵ εἴτε ἐστὶν εἴτε μή ἐστιν. Νῦν δὲ ἐκεῖνο συναγάγωμεν͵ ὡς τὰ μὲν στοιχεῖα μετὰ τῆς οὐσίας καὶ σὺν ἀλλήλοις ἀεὶ πρόεισι͵ τὰ δὲ μέρη μετὰ τοῦ ὅλου καὶ ἀλλήλων͵ τὰ δὲ εἴδη ὅσα μὲν ἐν στοιχείων τάξει γέγονεν͵ μετὰ τοῦ οἰκείου στοιχειωτοῦ͵ ὅσα δὲ ἐν μερῶν͵ μετὰ τοῦ ὅλου καὶ ταῦτα ὑφέστηκεν͵ ὅσα δὲ ἐν τῇ εἰδητικῇ προόδῳ ὡς εἴδη ὑπέστη καθ΄ ἑαυτὰ καὶ ἐφ΄ ἑαυτῶν͵ ταῦτά ἐστι τὰ σποράδην προϊόντα αὐτόνομα· καὶ ὡς ἀριθμὸς ἕκαστος ἀπὸ τῆς οἰκείας μονάδος ἐξηρτημένος͵ ὁ μὲν