ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.218-1.220)


1.218 ὡς πάντα ἐν ἑαυτῷ συνῃρηκότα. Ἀλλὰ ταῦτα τῷ πέρατι τῶν νοητῶν ἐπάγειν εἰώθαμεν· τὸ δὲ νοητόν͵ ἓν καὶ ὂν τὸ συναμφότερον͵ τοῦτο δὲ ἓν πολλὰ καὶ οὐχ ἓν ὄν. Ὁ δὲ Πλάτων τὸ ἓν ὂν ἐδείκνυ πλῆθος ἄπειρον͵ ἀλλ΄ οὐχὶ μόνον τὸ ἕν. Ἐπιζητεῖ δὲ ὅμως ὁ λόγος καὶ τοῦτο τὸ ἓν πολλὰ ἁπλῶς λεγόμενον͵ ἀλλ΄ οὐχὶ ἓν ὄν· τὸ γὰρ διωρισμένον ἀπὸ τῆς οὐσίας ἕν͵ καὶ ἐποχούμενον τῇ οὐσίᾳ καὶ αὐτὸ οὐσία ἐστὶν ἑνιαία͵ ὡς διττὴ ἡ ζωή͵ ἡ μὲν ἑνιαία͵ ἡ δὲ διακρινομένη͵ καὶ διττὸς ὁ νοῦς͵ ὁ μὲν ἑνάς͵ ὁ δὲ εἶδος οὐσιῶδες. Τὸ δὲ ἁπλῶς ἓν ποῦ ἂν εἴη͵ ὅπερ ἀρχή ἐστι τῶν διττῶν προόδων͵ τῶν τε ἑνιαίων καὶ τῶν ὁπωσδὴ λεγομένων οὐσιωδῶν; Μήποτε τὸ ἓν ὂν ὃ καὶ ἡνώμενον καλοῦμεν ὡς πρὸ ἀμφοῖν͵ αὐτὸ ἂν εἴη τὸ ἁπλῶς ἕν; ἓν γὰρ ἦν καὶ αὐτὸ μειζόνως· ἢ τὸ ἁπλοῦν ἕν͵ εἰ καὶ πρὸ ἀμφοῖν· οὔτε γὰρ ὂν οὔτε ἓν τὰ ἀντιδιῃρημένα͵ ἀλλ΄ ὅμως ἓν ἕτερον τρόπον τὸν πρὸ τῆς διαιρέσεώς τε καὶ ἀντιδιαιρέσεως· καὶ δὴ καὶ ἁπλῶς͵ ὅτι οὐκ οὐσία͵ οὐδὲ ζωή͵ οὐδὲ νοῦς. Καὶ πῶς ἔτι ἂν εἴη πέρας τοῦ ἡνωμένου; οὐ γὰρ ἁπλῶς ἡνωμένον͵ ὃ μὴ πρῶτον ἡνωμένον ἐστίν· εἰ δέ τι ἡνωμένον͵ καί τι ἓν ἔσται͵ εἴπερ ἓν κατὰ τὸ πρὸ ἀμφοῖν͵ ὅπερ ἦν τὸ ἡνω μένον. Ὅλως δὲ ζητεῖ ὁ λόγος ἁπλῶς ἕν͵ ὃ μόνον ἕν͵ καὶ οὐχὶ ἓν ὄν· καὶ γὰρ ὁ ἁπλῶς νοῦς ὁ πρῶτος νοῦς͵ καὶ ἡ ἁπλῆ ζωὴ ἡ πρώτη ζωή͵ καὶ ἡ ἁπλῶς οὐσία ἡ πρώτη οὐσία. Δεῖ ἄρα καὶ τὴν πρώτην ἑνάδα οὐ τὴν οὐσιώδη εἶναι͵ οὐδὲ γὰρ τὴν ζωτικήν͵ οὐδὲ τὴν νοεράν͵ ἀλλὰ τὴν ἁπλῶς ἑνάδα· καὶ ἢ μόνον ἑνάς ἐστιν͵ ἀλλ΄ οὐχὶ τοιάδε ἑνάς. Ἀλλ΄ ἴσως τὸ τρίτον τοῦ νοητοῦ ἐν τῷ νοητῷ τακτέον͵ καὶ πέρας αὐτὸ ποιητέον τοῦ νοητοῦ͵ μεταξὺ δὲ τούτου καὶ τῆς ἑνιαίας οὐσίας θετέον τὸ ἁπλῶς ἕν͵ κατὰ τὸ πρῶτον καὶ ἁπλῶς θεόν͵ εἰ ταὐτόν͵ ὥς φασιν͵ ἓν καὶ θεός· ὡς τάγε πρὸ τούτου οὐδὲ θεοὺς ἄξιον καλεῖν͵ καὶ τοῦτο εἶναι τὸ ἓν πολλά· τὸ δὲ ἡνωμένον καὶ πρὸ ἀμφοῖν ἓν ὂν πολλὰ τῷ Παρμενίδῃ ἐδείκνυτο͵ καὶ ταύτῃ ἄπειρον πλῆθος͵ ὅτι τὸ διακεκριμένον τοῦ ἑνὸς ὄντος· τὸ δὲ ἓν πολλὰ λέγεται νῦν ἄλλον τρόπον͵ ὡς ἡ ἀρχὴ τὰ ἀπὸ τῆς ἀρχῆς͵ καὶ ὡς ἀριθμὸς λέγεται ἡ μονάς. Διὰ γὰρ τοῦτο κατὰ διορισμὸν ἐντεῦθεν ἡ πρόοδος͵ ὅτι τὸ ἁπλῶς ἓν πολλὰ τοῦτο ἦν· ὅθεν καὶ τῶν προϊόντων ἕκαστον͵ κατὰ τὸ εἴσω συνεσπειραμένον πλῆθος ἑαυτοῦ͵ γεννᾷ τὸ ἔξω ἀφ΄ ἑαυτοῦ. ῎Ητοι οὖν οὕτω θετέον τὸ ἁπλῶς ἀπὸ τοῦ τινὸς ἡνωμένον προϊὸν ἁπλῶς ἕν͵ καθάπερ ἀπὸ τῆς τινὸς ἑνάδος ἡ ἁπλῶς οὐσία τῆς οὐσιώδους ἑνάδος͵ ἢ τὸ ἓν ὂν ἐκεῖνο ποιητέον͵ οἷον͵ εἰ θέμις εἰπεῖν͵ ἀμφὶ πρόσωπον· πέρας τε γὰρ τῶν νοητῶν ἀνυμνεῖται καὶ πηγὴ τῶν νοερῶν͵ ὥστε ᾗ μὲν πηγὴ τῶν μετὰ ταῦτα προϊόντων͵ ἓν πολλά ἐστι͵ τῇ πρὸς τὰ μεθ΄ ἑαυτὸ σχέσει͵ λύον τὴν πρὸς ἀμφοῖν συναίρεσιν εἰς ὑπόστασιν τοῦ ἁπλῶς ἑνός͵ ᾗ δὲ πέρας τοῦ νοητοῦ͵ ταύτῃ τι ἡνωμένον͵ καὶ ἓν ὂν πολλὰ οὐχ ἁπλῶς͵ ἓν δὲ πολλὰ ἁπλῶς. Ἔχοι δ΄ ἄν τις ἑκατέρᾳ ὑποθέσει μαρτύρια ἐπαγαγεῖν ἀπὸ τῶν θεολογιῶν͵ ἀπὸ μὲν τῆς χαλδαϊκῆς τε καὶ ὀρφικῆς βεβαιῶν τὴν δευτέραν͵ ἀπὸ δὲ τῆς αἰγυπτίας καὶ τῆς Φοινίκων τὴν προτέραν. Τὸ μὲν οὖν ἀληθὲς αὐτοὶ ἂν εἰδεῖεν οἱ θεοί· ἡμῖν δὲ μέχρι τοῦδε διηπορήσθω περὶ τούτων· τάχα γὰρ ἂν καὶ αὖθις αὐτῶν ποιησόμεθά τινα ζήτησιν. Μήποτε ἄρα τὸ μὲν ἁπλῶς ἕν͵ ὃ πάντα ἕν ἐστι͵ καὶ τὰ ἑνιαῖα καὶ τὰ οὐσιώδη πρὸ τοῦ ἡνωμένου ἐστίν͵ τὸ δὲ ἁπλῶς ἡνωμένον μετ΄ ἐκεῖνό ἐστι͵ κατὰ τὸ ἁπλῶς ὂν καὶ τὴν ἁπλῶς οὐσίαν ἱστάμενον͵ ἐν ᾧ συνῄρηται πᾶσα οὐσία͵ ἥ τε ἑνιαία λεγομένη καὶ ἡ ταύτῃ ἀντιδιῃρημένη οὐσιώδης͵ ὡς ἐν ἑκατέρᾳ γε τούτων τις οὐσία ἐστίν· ἡ μὲν γὰρ ἑνιαία͵ ἡ δὲ οὐσιώδης͵ ἐκείνη δὲ ἡ ἁπλῶς οὐσία πρὸ τοῦ διορισμοῦ ἐστιν͵ καὶ ἐν τῷ αὐτῷ ἔχουσα τό τε ἑνιαῖον καὶ τὸ οὐσιῶδες λεγόμενον. Διὸ καὶ τὴν ἁπλῶς οὐσίαν αὐτὴν ὑποθετέον͵ μεθ΄ ἣν ἥτις οὐσία διώρισται͵ ὅπου μὲν ἑνιαία λεγομένη͵ ὅπου δὲ οὐσιώδης͵ ἢ ἄμεινον ἡνωμένην φάναι καὶ μικτὴν ὡς πρὸς τὴν ἑνιαίαν οὕτως ἀντικειμένην· καὶ εἰ τοῦτο κρατοῖ͵ πάντα συμφωνήσει ἀλλήλοις καὶ τὰ τῶν λόγων καὶ τὰ τῶν θεολόγων· ῥηθήσεται δὲ περὶ τούτων καὶ μικρὸν ὕστερον. Ἀλλ΄ ἐπὶ τὸ ἐξ ἀρχῆς ἀναδράμωμεν͵ ὅτι τὸ μὲν πλῆθος τῆς διχῆ διωρισμένης οὐσίας ἢ στοιχεῖά ἐστιν͵ ἢ μέρη͵ ἢ εἴδη͵ κοινότερον εἰπεῖν͵ οὐσίας ἤτοι ἑνιαίας ἡνωμένης͵ τῆς δὲ πρὸ ἀμφοῖν ἡνωμένης καὶ μιᾶς καὶ ἁπλῶς οὐσίας τὰ ἁπλῶς ἐστι πολλά͵ καί͵ ὅ φησιν ὁ Πλάτων͵ τὸ ἄπειρον πλῆθος καὶ ἀδιόριστον

1.220 ἀτέχνως͵ ἅτε οὔπω τινὸς ἑτερότητος ἐκφανείσης. Πῶς οὖν πολλά͵ εἰ μὴ διέστη πως; ἢ ὥσπερ τὸ ἓν κατὰ τὸ ἡνωμένον͵ οὕτω καὶ τὰ πολλὰ οἷον χύσις οὖσα καὶ οἷον ἄνεσις τοῦ ἡνωμένου ... ἔστι τοῦ πρὸ ἀμφοῖν ἡνωμένου τὰ τοιαῦτα πολλά. Εἰ δὲ ἡνωμένου ταῦτα͵ ἀλλ΄ οὐχ ἑνός͵ εἰδέναι χρὴ ὅτι καὶ τὸ πρὸ τοῦ ἁπλῶς ὄντος͵ κατὰ τὸ συναμφότερον ἁπλῶς ἕν͵ ἔχει τὰ ἁπλῶς πολλά· ἔστι γὰρ ἡ δευτέρα ἀρχὴ τὰ πολλὰ τοῦ ἁπλῶς ἑνός͵ ὥσπερ δύναμις λέγεται τοῦ πατρός. Ἁπλῶς οὖν ἓν ἡ προτέρα τῶν δυεῖν ἀρχῶν͵ ἁπλῶς πολλὰ ἡ δευτέρα͵ ἁπλῶς οὐσία ἡ τρίτη κατὰ τὴν ἀδιόριστον οὐσίαν· κάτω δὲ ὁ διττὸς ἀποθύεται στίχος ἑνάδων καὶ οὐσιῶν· ὅθεν ἄρχεται κατ΄ ἀλήθειαν ἡ ὁπωσοῦν τῶν πολλῶν διάκρισις ὑπὸ τῆς φανείσης ἑτερότητος διακρινομένων͵ εἴτε ὡς στοιχείων͵ εἴτε ὡς μερῶν͵ εἴτε ὡς εἰδῶν. Ἐν δὲ τῷ ἡνωμένῳ πρὸ τούτων πλῆθος μέν ἐστιν͵ ἀλλ΄ ὡς ἐν τῷ ἡνωμένῳ τὸ ἓν ἅμα καὶ τὸ πλῆθος εἰς ταὐτὸν συνδεδράμηκεν. Ὡς γὰρ τὸ ἓν οὐ διέστη τοῦ ὄντος͵ οὕτως οὐδὲ τὸ πλῆθος διεκρίθη εἰς πολλά͵ ἀλλ΄ ἔμεινε τῷ ἑνὶ συνδεδεμένον ἐν τῇ ἡνωμένῃ φύσει͵ ὅπερ οὔτε ἓν οὔτε πολλὰ λέγοιτο ἄν͵ ἀλλὰ μόνον τὸ συναμφότερον͵ ὡς πρὸ ἀμφοῖν ἡνωμένον. Ἀλλ΄ ὅμως καὶ ἐκεῖ ἀπὸ τῶν κάτω καὶ ταῦτα ἀνάγομεν κατὰ ἀναλογίαν͵ οὐκ ὄντα μὲν ἐκεῖ ταῦτα͵ οἷον δὲ τούτοις ἀναλογοῦντα τοῖς γνωριζομένοις ἄγνωστα. Διὸ τὸ μὲν ἄκρον τοῦ ἡνωμένου καλοῦμεν μικτόν τε καὶ ἐκ στοιχείων συνεστά μενον͵ τὸ δὲ μέσον ὅλον τε καὶ ἐκ μερῶν͵ τὸ δὲ τρίτον μονάδα καὶ ἀριθμὸν εἰδητικὸν σὺν τῇ μονάδι· καὶ ὅλως νοῦν μὲν τὸ τρίτον͵ ζωὴν δὲ τὸ δεύτερον͵ ὂν δὲ τὸ πρῶτον͵ ἀπὸ τῶν κάτω διακριθέντων ἐνδεικνύμενοι τὴν τῶν ἀδιακρίτων παντελῆ καὶ ὁλόκληρον ὑπόβασιν. Τούτων τοίνυν ἡμῖν οὕτω προδιωρισμένων͵ φέρε τὸν περὶ προόδου κινήσωμεν λόγον͵ ζητοῦντες εἰ πρόεισι τὸ ἡνωμένον εἴτε ἐν ἑαυτῷ͵ εἴτε ἀφ΄ ἑαυτοῦ͵ ὡς δοκοῦμέν γε λέγειν ἄκρον ἐν αὐτῷ͵ καὶ μέσον καὶ ἔσχατον͵ τὸ μὲν οἷον οὐσίαν͵ τὸ δὲ οἷον ζωήν͵ τὸ δὲ οἷον νοῦν͵ ἢ ὅπως ἄλλος τις μεταφέροι τὴν μεταφορὰν κάτωθεν τῶν ὀνομάτων.