1.221 Ἀπορήσειε γὰρ ἄν τις ἐφ΄ ἑκάτερα τρεπόμενος εὐλόγως. Εἰ μὲν γὰρ οὕτως ἥνωται͵ ὡς εὐθὺς μετὰ τὸ ἓν καὶ περὶ τὸ ἓν ὑφεσταμένον͵ διὸ μηδὲ εἰς ἓν καὶ ὂν γενέσθαι διορισμόν͵ τίς μηχανὴ καὶ ἥντινα οὖν ἄλλην ἐμφύναι διάκρισιν; πρώτη γὰρ πασῶν͵ ὡς ἔοικεν͵ ἡ τοῦ ἑνὸς καὶ τοῦ ὄντος͵ ἐπειδὴ καὶ σύμφυσις καὶ ἕνωσις ἡ τούτων ἐστὶ πρώτη ἑνώ σεων· τὰ γὰρ ἄλλα ἐπιδιακρίνεται ἢ κατὰ τὸ ἕν͵ ὡς ὁ ἑνιαῖος͵ ἢ κατὰ τὸ ὄν͵ ὡς οὐσιώδης ἀριθμός. Δεῖ οὖν πρώτην ἑτερότητα φανῆναι τῶν δυεῖν μονάδων͵ ἵνα καὶ οἱ ἀριθμοὶ συνδιαιρεθῶσιν ταῖς οἰκείαις μονάσιν· ὅπου δὲ μία ἡ μονὰς πρὸ τῶν δυεῖν͵ μᾶλλον δὲ οὐδὲ μονάς͵ εἴπερ αὕτη διώρισται πρὸς τὸν οἰκεῖον ἀριθμόν͵ ἀλλὰ μία φύσις ὅλη δι΄ ὅλης ἡνωμένη καὶ ἀδιάκριτός πως ἂν εἴη͵ τίς ἐνταῦθα διάκρισις εἰς πρῶτον καὶ μέσον καὶ τελευταῖον; ὅμοιον γὰρ ἐν τῷ φωτὶ σκότος ἐμποιεῖν͵ καὶ ἐν τῷ ἀκινήτῳ κινούμενον͵ ὃ μόνον ἀκίνητον͵ καὶ ἐν τῷ αἰωνίῳ ἔγχρονον͵ ὡς ἐν τῷ πρώτῳ ἀδιακρίτῳ καὶ ἡνωμένῳ διάκρισιν τὴν τυχοῦσαν. Ἔτι δὲ εἰ τὸ διακεκριμένον μετὰ τὸ ἡνωμένον͵ καὶ τὸ διακρινόμενον ἀπὸ τοῦ ἀδιακρίτου καὶ μετ΄ ἐκεῖνο͵ οὐδέτερον ἂν εἴη ἐν ἐκείνῳ τῶν ἀπ΄ αὐτοῦ͵ τὸ δὲ πρῶτον καὶ μέσον καὶ τελευταῖον ἢ ἐν τῷ διακεκρίσθαι ἢ ἐν τῷ διακρίνεσθαι συνίσταται· οὐδὲ ταῦτα ἄρα ἐκεῖ ἂν εἴη δικαίως· ἐῶ λέγειν ὅτι καὶ πολλοστὰ ἀπὸ τῆς τάξεως ἐκείνης ἀναφαίνεται ἀρχὴ καὶ μέσα καὶ τελευτὴ ἐν τῷ πέρατι τῆς διακρινομένης φύσεως͵ ὡς ὁ Παρμενίδης͵ ἧς προϋπάρχει ἡ τοῦ ὅλου καὶ τῶν μερῶν ὑπόστασις͵ ἧς πρεσβύτερον ἀποφαίνει τὸν ἀριθμόν. Εἰ δὲ μήπω ἐκεῖ ἀριθμὸς ἐν τῷ ἡνωμένῳ͵ οὐδὲ τριάς· εἰ δὲ μὴ τριάς͵ οὐδὲ τὰ τρία ταῦτα͵ πρῶτον καὶ μέσον καὶ τελευταῖον. Ἀλλὰ μὴν οἵ τε θεοὶ καὶ οἱ θεολόγοι τριάδας τε ἡμῖν ἀνυμνήκασι νοητάς͵ καὶ προόδους θείων ἀρχῶν ἀπὸ τῆς μιᾶς ἀρχῆς τῶν ὅλων προελθουσῶν. Ἔτι γε μὴν καὶ ὁ λόγος προσαπαιτεῖ καὶ ἐκεῖ τινα γενέσθαι πρόοδον͵ εἰ καὶ ὅτι μάλιστα καὶ ταύτην ἡνωμένην. Πρῶτον μὲν γάρ͵ εἰ μετὰ τὸ ἓν οὖσα ἡ φύσις͵ ἐκείνη διὰ τοῦτο ἡνωμένη ἐστίν· ἐπειδὴ καὶ μετὰ τὰ πολλὰ τυγχάνει οὖσα͵ δεῖ πως αὐτὴν καὶ πληθύεσθαι· καὶ εἰ τὸ ἓν ἀναστέλλει τὴν πρόοδον͵ τὸ πλῆθος αὐτὴν ἐπεγείρει καὶ ἀπεργάζεται. Εἰ δὲ ἓν ὄν͵ ὅτι πρὸ οὐσίας καὶ ἑνός͵ διότι εἶναι καὶ πρὸ ζωῆς ἑκατέρας͵ τῆς τε ἑνιαίας καὶ τῆς οὐσιώδους͵ ὁμοίως δὲ καὶ πρὸ νοῦ ἑκατέρου τὸν συναμφότερον
1.222 νοῦν͵ ἡνωμένον γε νοῦν͵ καὶ ἡνωμένην ζωήν͵ ὥσπερ ἡνωμένην οὐσίαν. Ποῦ δ΄ ἂν εἴη τὸ ἡνωμένον; ἢ ἐν τῷ ἡνωμένῳ παντὶ διακόσμῳ· τριχῆ ἄρα καὶ ἐκεῖνος διακεκόσμηται· ἀλλὰ δὴ ἀπ΄ αὐτοῦ οὐσία τε πρόεισι καὶ ζωὴ καὶ νοῦς͵ ἔξω τοῦτο πλῆθος γιγνόμενον͵ καὶ οὐδήπου καθ΄ ὅλον ἑαυτὸ τὰ διάφορα προήγαγε. Τὸ γὰρ ἔξω πλῆθος κατὰ τὸ εἴσω γεννᾶσθαι πέφυκεν͵ εἴτε κατ΄ αἰτίαν͵ εἴτε καθ΄ ὕπαρξιν͵ εἴτε διακεκριμένον͵ εἴτε ἡνωμένον. Ἔστω γὰρ τὸ εἴσω πλῆθος ἡνωμένον͵ ἀναλογοῦν δὲ ὅμως τῷ διακεκριμένῳ. Καὶ γὰρ εἴ τις λέγοι ὅτι ἀπὸ τοῦ ἑνὸς τὰ πολλά͵ ἀλλ΄ ὅμως ἐν τῷ ἑνὶ πολλὰ οὐκ ἔστιν͵ εἰδέναι χρὴ ὅτι καὶ τὰ πολλὰ τοῦ ἑνός ἐστιν͵ εἰ θέμις εἰπεῖν͵ τὸ εἴσω πλῆθος.
Εἰ δὲ μὴ τοῦτο͵ ἀλλ΄ ἐκεῖνό γε͵ συγχωρῆσαι ῥᾴδιον ὅτι ἐν μέσῳ τοῦ ἑνὸς καὶ τοῦ ὁπωσοῦν διωρισμένου πλήθους ἀναγκαῖον εἶναι τὸ ἡνωμένον͵ καὶ ἔτι ἀδιάκριτον πλῆθος. Τοιαῦτα μὲν ἄν τις ἐπ΄ ἀμφότερα ἀπορήσειεν περὶ τοῦ εἴσω πλήθους ἐν τῷ νοητῷ. Ὁμοίως δ΄ ἂν ἀπορηθείη καὶ περὶ τοῦ ἐκτός. ῍Η γὰρ ὁμοειδὲς τὸ παραγόμενον πλῆθος τῷ παράγοντι͵ οἷον ἀπὸ τοῦ ἑνὸς ἡνωμένου πολλὰ ἡνωμένα͵ ὡς νόες ἀπὸ νοῦ καὶ ψυχαὶ ἀπὸ ψυχῆς͵ ἢ ἀνομοειδές͵ ὡς ἀπὸ νοῦ ψυχή͵ ἢ ἀπὸ ζωῆς νοῦς͵ ἢ ἀπὸ οὐσίας ζωή· οὕτως ἄρα ἀπὸ τοῦ ἡνωμένου οὐσία καὶ ζωὴ καὶ νοῦς. Ἀλλ΄ εἰ μὲν τοῦτο͵ οὐ τὸ ἡνωμένον πρόεισιν͵ οὐδὲ πάσχει τὴν πρόοδον ἐκείνη ἡ φύσις͵ ἀλλ΄ ἕτερα τὰ ἀπ΄ αὐτοῦ προϊόντα· καὶ γὰρ ἀπὸ τοῦ ἑνὸς τὰ πολλὰ καὶ τὰ ῥητὰ ἀπὸ τοῦ ἀρρήτου. Οὐ μέντοι ἡ τοῦ ἑνὸς φύσις προέρχεται καὶ γίγνεται πολλά͵ οὐδὲ ἡ τοῦ ἀρρήτου γίγνεται ῥητή. Εἰ δὲ ἐκεῖνο͵ τίς ἂν εἴη διάκρισις τῆς ἡνωμένης φύσεως; ὅμοιον γὰρ ὡς εἴ τις εἴποι τὰ πολλὰ ἀφ΄ ἑνὸς προϊέναι ὁμοειδῶς· τοιοῦτον γὰρ καὶ τὰ διακεκριμένα λέγειν ἀπὸ τοῦ ἡνωμένου. Τίνος δὲ εἵνεκα καὶ προέλθοι ἂν ἀνομοειδῶς; καὶ γὰρ τοῦ αὐτοῦ σωζομένου εἴδους͵ οὕτως εἰπεῖν͵ τὸ αὐτὸ τέλος ἔσται τῆς ὑποστάσεως πρώτοις καὶ μέσοις καὶ τελευταίοις· μήποτε γὰρ οὐδὲ προέρχεται τὴν κατὰ ὕφεσιν μόνην τοῦ αὐτοῦ ἰδιώματος͵ εἰ μὴ καὶ διαφορὰ προστεθείη τις ἐξαλλάττουσά πως τὰ προϊόντα κατ΄ εἶδος· οὔτε γὰρ ἔχει τι ἀγαθὸν τὸ αὐτὸ ἀπαραλλάκτως ὑφίεσθαι πολλαχῆ͵ οὔτε δυνατὸν αὐτὸ ἀφ΄ ἑαυτοῦ διακρίνεσθαι.
1.223 Διὰ τί μὴ προστιθεμένης διαφορᾶς τε καὶ ἑτερότητος; οὐδὲ γὰρ ἐπὶ τῶν ἀτόμων τῶν ἀριθμῷ διαφερόντων μόνον εὐπαράδεκτόν ἐστιν ἄνευ τινὸς εἰδοποιοῦ διαφορᾶς γίγνεσθαι τὴν εἰς ταῦτα πρόοδον͵ μή τι γε ἐπὶ τῶν κοινῶν τε καὶ ἰδίων. Τοιγαροῦν πᾶς ἀστὴρ καὶ πᾶν ζῷον κοινὸν εἶδός ἐστι καὶ εἴδει ἐξήλλακται. Εἰ δὲ οὕτως ἔχει ἡ πρόοδος ὡς ἔχειν τὰ προϊόντα ὁμοῦ τι καὶ κοινὸν καὶ ἴδιον͵ ὡς ἄνθρωπος καὶ ἵππος καὶ ζῷον ἑκάτερον͵ πῶς μὲν ἀπὸ τοῦ ζῴου ὄντος ἀδιαφόρου πρόεισι τὸ διάφορον͵ πῶς δὲ τὸ φύσει ἀδιάφορον εἰς πολλὰ τέμνεται ζῷα͵ κατὰ τὸ ὁμοειδὲς τῆς προόδου; Καὶ ἔτι ἀπορώτερος ὁ λόγος περὶ τοῦ ἡνωμένου λεγόμενος· ἀναιρετικὸν γὰρ τοῦτο τὸ ἰδίωμα πάσης διακρίσεως καὶ ὁμοειδοῦς καὶ ἀνομοειδοῦς· ὥστε ἀπὸ τούτου ἀναιρεῖται καὶ τὸ εἴσω πλῆθος διακρίνεσθαι λεγόμενον. Ὁ μὲν γὰρ νοῦς͵ ἅτε εἶδος ὤν͵ δύναται ἴσως εἰς εἴδη πολλὰ διακρίνεσθαι͵ καὶ τὸ ὅλον εἰς πολλὰ μέρη͵ καὶ τὸ μικτὸν εἰς στοιχεῖα· τὸ δὲ ἡνωμένον πῶς ἂν εἰς πρόοδον τὴν ἐν ἑαυτῷ διακριθείη; οὔτε γὰρ ἀνομοειδῶς͵ πόθεν γὰρ ἐν τῇ ὁμοίᾳ καὶ τῇ αὐτῇ καί͵ ἔτι μειζόνως εἰπεῖν͵ ἡνωμένῃ φύσει τὸ κατ΄ εἶδος ἢ ἰδιότητος; πῶς οὖν ἐξηλλαγμένον; οὔτε ὁμοειδῶς͵ τὸ γὰρ ἡνωμένον οὐδὲν ἄλλο βούλεται ἢ μόνον ὃ λέγεται ἡνωμένον εἶναι· ὥστε καθὸ γεννώμενον͵ οὐκ ἂν διακριθείη· οὐκ ἄρα ὁμοειδῶς διακρίνεται. Εἰ δὲ καὶ εἴσω κατὰ τὸ συναμφότερον͵ οἷον ζωὴ ἡνωμένη ἀπὸ οὐσίας ἡνωμένης͵ νοῦς ἡνωμένος͵ ἑκάτερον συμβήσεται ἄτοπον ἅμα͵ καθάπερ ἰδίᾳ συμβέβηκεν ἐπί τε τῆς ὁμοειδοῦς προόδου καὶ ἐπὶ τῆς ἀνομοειδοῦς. Ὅλως δὲ καὶ αὐτὸ τοῦτο ζητητέον ἴσως τὰ νῦν͵ εἰ διττὴ ἡ πρόοδος͵ ὥς φασιν οἱ φιλόσοφοι͵ ἡ μὲν ὁμοειδής͵ ὡς Ἀθηνᾶ ἀπὸ Ἀθηνᾶς͵ ἡ δὲ ἀνομοειδής͵ ὡς Ἀθηνᾶ ἀπὸ Διός͵ ἡ μία φύσις πάσης προόδου κατὰ τὸ συναμφότερον προϊούσης· οὔτε γὰρ τὸ ἴδιον ἄνευ κοινοῦ τινος προέλθοι ἄν͵ οὐδ΄ ἂν ὑποσταίη͵ οὔτε τὸ κοινὸν ἄνευ τοῦ ἰδίου πρόεισιν ἀδιάφορον· καὶ γὰρ Ἀθηνᾶ ἀπὸ Ἀθηνᾶς͵ δευτέρα ἀπὸ πρώτης͵ μερικωτέρα ἀπὸ ὁλικωτέρας͵ οὐρανία ἀπὸ ὑπερουρανίας͵ ἂν οὕτω τύχοι· οὐδὲ μόνα ταῦτα ἐξαλλάττει αὐτὴν κατὰ τὸ εἶδος͵ ἀλλὰ καὶ ἰδιοτροπία τις ἀθηναϊκή͵ καθ΄ ἣν πᾶσα Ἀθηνᾶ πρώτη ἐστι κατὰ τὴν ἑαυτῆς ἴδιον φύσιν͵ ὅπου γε καὶ τῶν ἀνθρωπίνων ψυχῶν ἑκάστη κατ΄ εἶδος ἐξήλλακται