ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.224-1.226)


1.224 πάσης ἑτέρας. Πολλῷ δὲ οὖν μειζόνως αἱ πολλαὶ Ἀθηναῖ εἴδει ἀλλήλων διοί σουσιν͵ ἐπειδὴ πᾶς θεὸς ἀκρότης ἐστὶ κατὰ φύσιν τὴν ἑαυτοῦ. Οὕτω μὲν τοίνυν ἡ ὁμοειδὴς λεγομένη φαίνεται οὖσα καὶ ἀνομοειδής. Ἀλλὰ καὶ Ἀθηνᾶ ἀπὸ Διός͵ θεὸς ἀπὸ θεοῦ͵ καὶ νοῦς ἀπὸ νοῦ͵ καὶ δημιουργικὴ ἀπὸ δημιουργικοῦ͵ καὶ νοοποιός͵ ἂν οὕτω τύχοι͵ ἀπὸ νοοποιοῦ· ὥστε καὶ ὁμοειδὴς οὖσα πέφηνεν ἀν ομοειδής. Μήποτε οὖν πανταχοῦ συναμφότερος ἀεὶ πᾶσα γίγνεται πρόοδος. Εἰ μὴ ἄρα φανείη ὅπου μὲν ἐπικρατοῦν τὸ ὅμοιον͵ ὅπου δὲ τὸ ἀνόμοιον͵ ἀλλὰ γὰρ καὶ αὐτὸ τοῦτο ζητητέον͵ διὰ τί ἡ μέν ἐστιν ὁμοειδής͵ ἡ δὲ ἀνομοειδής͵ εἴτε χωρίς͵ εἴτε ἡ συναμφότερος· μήποτε γὰρ πᾶσαι ὁμοειδεῖς͵ ἢ πᾶσαι ἀνομοειδεῖς͵ οἷον ὃ λέγω͵ ἀπὸ Διός͵ φαμέν͵ Ζεύς τε καὶ Ἀθηνᾶ͵ καὶ ἄλλος καὶ ἄλλος͵ οὐκ ἂν γεννηθέντες πολλοὶ ἀφ΄ ἑνός͵ εἰ μὴ πάντα ἦσαν ὁ εἷς· ἀεὶ γὰρ ὁλικώτερος τοὺς μερικωτέρους ἐν ἑαυτῷ συναιρεῖ͵ ὥσπερ τὸ ζῷον τὰ πολλὰ ζῷα͵ ἄνθρωπον καὶ ἵππον καὶ βοῦν· κατ΄ αὐτὰ γὰρ ταῦτα τὸ ζῷον ἦν ὁμοῦ καὶ τὰ χωρὶς προελθόντα ἀπ΄ ἀλλήλων εἴδη πάντα τοῦ ζῴου. Εἰ δὲ Ζεὺς ἀπὸ Διὸς ὁμοειδής͵ πρόεισιν οὐχ ὁμοίως τοῖς ἄλλοις. Εἰ μὲν τοῖς ὀνόμασι προσέχοι τις͵ τάχα ἂν ἀπορηθείη͵ τὰς δύο προόδους ὁρῶν ἀντιδιῃρημένας· εἰ δὲ ἐννοήσειεν ὅτι ὁ μερικώτερος Ζεὺς καὶ δεύτερος καὶ τρίτος προελθὼν οὐκ ἔστιν ὁ αὐτὸς τῷ προτέρῳ κατ΄ εἶδος (ὁ μὲν γὰρ ἦν πάντες οἱ προελθόντες͵ ὁ δὲ εἷς τῶν προελθόντων)͵ ὄψεται πᾶσαν τὴν πρόοδον καὶ τὴν πάντων ἑνὸς οὖσαν μερισμὸν τῆς ὑπάρξεως τοῦ ὅλου Διός· ὥστε μέρος ἕκαστος τοῦ προάγοντος καὶ συνώνυμος ἐκείνῳ͵ τῷ μὲν ὅλῳ καθ΄ ὅλον οὐδείς͵ κατὰ δὲ μέρος͵ καθ΄ ὃ προέρχεται͵ πᾶς. Εἰ δὲ ὁ μὲν ὅλος παράγει͵ οἱ δὲ παραγόμενοι καθ΄ ὅλον͵ οὐ ταὐτόν τε εἶδος͵ ὅλος τε ὁ Ζεὺς καὶ τὸ τοῦ Διὸς μέρος͵ οἷον Ζεὺς ὁ δεύτερος καὶ Ἀθηνᾶ͵ σαφὲς αὖ πάλιν ὅτι πάντες ἀνομοειδεῖς ἀπογεννῶνται͵ καὶ ἕτεροι ἀφ΄ ἑτέρου κατ΄ εἶδος· ἡ δὲ τοῦ Διὸς κοινωνία μέχρις ὀνόματος͵ ἐπεὶ καί͵ εἰ ἔστι διαφορὰ τῶν προόδων͵ τίς ἡ αἰτία τῆς διαφορᾶς; διὰ τί ἀπὸ τοῦ αὐτοῦ ἡ μὲν ὁμοειδής͵ ἡ δὲ ἀνομοειδής; τίς ἡ ἀποκλήρωσις τῆς ἀπογεννήσεως ἐκείνης ἢ ταύτης; ἆρα ὅτι ἡ μὲν ὁμοειδὴς κατὰ τὸν μερισμὸν ἀποτελεῖται τῆς ἰδίας ὑπάρξεως͵ ἡ δὲ ἀνομοειδὴς κατὰ τὴν προειλημμένην αἰτίαν τῆς ἀλλοτρίας; ἢ πρῶτον μὲν ἡ αἰτία ὕπαρξίς ἐστι τῆς περιειληφυίας αὐτὴν φύσεως͵

1.225 οἷον ἡ αἰτία τῆς Ἀθηνᾶς ἐν τῷ Διὶ πρεσβύτερον συμβεβηκός τί ἐστι τῆς Διός· ἢ συνουσίωται καὶ αὕτη τῷ Διί͵ καὶ ἄνευ αὐτῆς οὐκ ἂν εἴη ὁ Ζεύς͵ ὅπερ εὐαγέστερόν τε καὶ ἀληθέστερον εἰπεῖν͵ ὥστε καὶ ἡ ἀνομοειδὴς κατὰ μερισμὸν τῆς ὑπάρξεως ἀποτελεῖται· δεύτερον δὲ ὁ τῆς ὑπάρξεως μερισμὸς ἐνυπάρξει τῷ Διί͵ τῶν μερικωτέρων ἀπ΄ αὐτοῦ προελθόντων͵ οἷον τῆς ὁμοειδοῦς ἀπ΄ αὐτοῦ σειρᾶς τῆς διίου λεγομένης͵ καὶ οὐ δήπου καθ΄ ὕπαρξιν ἐν αὐτῷ ἢ ἀπ΄ αὐτοῦ γεννωμένη σειρά͵ ἀλλὰ κατ΄ αἰτίαν μέν͵ ὡς πρὸς τὴν παραγομένην σειράν͵ καθ΄ ὕπαρξιν δέ͵ ὡς πρὸς τὸν παράγοντα σειράν. Καὶ γὰρ ἐκεῖνο ἄξιον ἐπιστάσεως͵ μήποτε τὸ αὐτὸ ἄλλου μὲν ὕπαρξιν͵ ἄλλου δὲ αἰτίαν ῥητέον· καὶ οὐ χρεία διπλασιάζειν ἑκάστου τὴν φύσιν τῇ τε ἑαυτοῦ ὑπάρξει λεγομένῃ καὶ τῇ προλήψει τῆς τῶν δευτέρων αἰτίας· τὰ δὲ αὐτὰ καὶ περὶ μεθέξεως ἐροῦμεν· ᾗ μὲν γὰρ ἑτέρωθεν τὸ ἐν ἀνθρώπῳ ζῷον͵ ταύτῃ μέθεξις· ᾗ δὲ συμπληροῖ τὸν ἄνθρωπον͵ ταύτῃ ὕπαρξις τοῦ ἀνθρώπου. Ἔτι δὲ ἀνωτέρω ζητήσειεν ἄν τις εἰκότως ὅπως ἀφ΄ ἑνὸς πολλὰ προέρχεται. Διὰ τί μὲν οὐκ ἀφ΄ ἑνὸς ἓν μόνον πρόεισι; διὰ τί δὲ τὰ πολλὰ οὐκ ἀπὸ πολλῶν; νῦν δὲ ἀπὸ Διός͵ φαμέν͵ οἱ πολλοὶ θεοί͵ ἀλλ΄ ἴσως ἀπὸ τῶν ἤδη πολλῶν περιεχομένων͵ εἴτε καθ΄ ὕπαρξιν͵ εἴτε κατ΄ αἰτίαν͵ εἴτε καὶ κατὰ μέθεξιν ἐθέλοι τις λέγειν͵ οἱ πολλοὶ προΐασιν· ὥστε πολλοὶ ἀπὸ πολλῶν. Τί οὖν ἂν προέλθοι ἀφ΄ ἑνὸς ὅλον ἀφ΄ ὅλου; ἀεὶ γὰρ τὸ παραγόμενον μερικώτερον τοῦ παράγοντος· ἢ ἐπὶ μὲν τῆς ὁμοειδοῦς λεγομένης παραγωγῆς͵ ὅλη ἡ σειρὰ ὁμοῦ ὡς ἀφ΄ ἑνὸς τοῦ ὅλου προελήλυθεν͵ ἐπὶ δὲ τῆς ἀνομοειδοῦς ὅλος ὁμοῦ ὁ χορὸς τῶν γεννηθέντων͵ ὡς εἷς ἅπας ἀφ΄ ἑνὸς ὅλου. Τάχα δὲ ἄν τις εἴποι καὶ τὸν ὅλον δημιουργὸν ἀπὸ τοῦ ὅλου Κρόνου προελθεῖν͵ ὡς ἕνα κόσμον ὁλόκληρον ἀφ΄ ἑνὸς κόσμου ὁλοκλήρου͵ τοῦ τιτανικοῦ τὸν δημιουργικόν. Ἆρα οὖν ἰσοστάσιος τῷ Κρόνῳ ὁ Ζεύς͵ ἢ ὁ περιεχόμενος ἀεὶ κόσμος τῷ περιέχοντι; καὶ μὴν ἔν γε τοῖς σωματικοῖς στερεώμασιν ὑπερέχει τοῦ περιεχομένου ὁ περιέχων· ὥστε ἀνάλογον ἕξει καὶ ἐν τοῖς ἀσωμάτοις͵ ὁ κρόνιος περιέξει τὸν δίιον͵ καὶ τὸν κρόνιον ὁ οὐράνιος͵ καὶ τοῦτον ὁ νύχιος͵ καὶ

1.226 τοῦτον αὖ πάλιν ὁ ἁπλῶς κόσμος εἷς πρὸ πάντων διακοσμηθείς. Οὐδὲ ἄρα οὕτως ὅλον ἀφ΄ ὅλου τι πρόεισιν͵ οὐ γὰρ μόνον τὸν δημιουργὸν εἴη ἂν περιέχων ὁ Κρόνος͵ ἀλλὰ καὶ τὴν ὑπεροχήν· ὥστε κατὰ μέρος καὶ ἡ τοιάδε πρόοδος· ὥστε πᾶσα αἰτία παραγωγὸς ἀπὸ τῶν ἐν ἑαυτῇ πολλῶν μερίζει τὴν πρόοδον· οὕτω δὲ ἀναγκασθησόμεθα πανταχοῦ τὸ εἴσω πλῆθος ὑπερτιθέναι τοῦ ἐκτός. Ἐπεὶ οὖν πάντα ἀφ΄ ἑνός͵ καὶ τὸ ἓν τοῦτο ὅπερ καλοῦμεν ἁπλῶς ἓν ἕξει πλῆθος ἐν ἑαυτῷ͵ οὐ γὰρ ἂν ἀπ΄ αὐτοῦ τὰ πολλὰ προῆλθε͵ καὶ ὁ λόγος πείσεται τὸ ἄπειρον. Ἔτι δὲ οὐ κατὰ ἄλλον τρόπον ἀποριῶν ἀρχαῖόν τι καὶ νεώτερον· ἢ γὰρ ἀπὸ τοῦ ὄντος ἡ πρόοδος· καὶ πῶς ἂν προέλθοι τὸ ἤδη ὂν καὶ πρότερον; ἢ ἀπὸ τοῦ μὴ ὄντος· καὶ τί ἂν γένοιτο τῶν ὄντων ἀπὸ τοῦ μηδαμῶς ὄντος; οὐ γάρ ἐστιν ἐκεῖ ὕλη τις͵ ἵνα ἀπὸ τοῦ ταύτης δυνάμει͵ τὸ ἐνεργείᾳ προέλθοι· καίτοι οὐδὲν ἀπὸ τοῦ δυνάμει γεννηθείη ἂν ἐνεργείᾳ· κρεῖττον γὰρ τοῦτο ἐκείνου· τὸ δὲ γεννώμενον ἀεὶ τοῦ γεννῶντος ὑποδεέστερον. Οὔτ΄ ἄν τι οὖν προέλθοι ἀπὸ τοῦ ὄντος͵ ὃ ἤδη ἐστίν͵ οὔτ΄ ἂν ἀπὸ τοῦ μὴ ὄντος͵ οὔτε δυνάμει͵ οὔτε ἐνεργείᾳ͵ οἷον ἡ ζωή͵ φαμέν͵ ἀπὸ τῆς οὐσίας πρόεισι͵ καὶ ὁ νοῦς ἀπὸ τῆς ζωῆς͵ καὶ ἡ ψυχὴ ἀπὸ νοῦ͵ καὶ τὸ σωματοειδὲς ἅπαν εἶδος ἀπὸ ψυχῆς. Οὐκοῦν ἔσται τὰ δεύτερα ἐν τοῖς προτέροις; ἢ οὐκ ἔσται ἐνεργείᾳ· καὶ τοῦτο μὲν ἀδύνατον ποιήσει τὴν πρόοδον͵ ἐκεῖνο δὲ πρὸς τούτῳ καὶ περιττήν. Εἰ δὲ λέγοι τις ὅτι κατ΄ αἰτίαν͵ τί ποτέ ἐστι τὸ κατὰ αἰτίαν͵ ζητοῦμεν͵ πότερον ὅτι τὸ προελθόν ἐστιν ἐν τῷ παράγοντι ταὐτόν͵ οἷον ἢ τῷ εἴδει͵ ἢ τῷ ἀριθμῷ; Ἀλλὰ τοῦτο μὲν ἀδύνατον· ἄλλο γάρ͵ ὥς φαμεν͵ τὸ αἰτιατὸν καὶ ἄλλο τι ἡ αἰτία· οὐ μέντοι οὐδὲ τῷ εἴδει· ἓν γὰρ τὸ εἶδος ἑκασταχοῦ πρῶτον͵ ἐπεὶ οὐδὲ ὁ τῇδε ἄνθρωπος ὁ αὐτὸς τῷ ἐκεῖ κατὰ τὸ εἶδος͵ τὸ μὲν γὰρ εἰκών͵ τὸ δὲ παράδειγμα͵ καὶ τὸ μὲν ἐν ὕλῃ͵ τὸ δὲ ἐν νῷ. Τοιγαροῦν τὸ ἐν ψυχῇ μέσον ἕτερον ἑκατέρου τῶν ἄκρων. Εἰ δὲ μήτε εἴδει͵ μήτε ἀριθμῷ ταὐτόν͵ οὐδ΄ ἂν εἴη τι ἄλλο παρ΄ αὐτὸ τὸ γεννῶν ἐν τῷ γεννῶντι τοῦ γεννωμένου αἴτιον. Πάλιν γὰρ διὰ τί ἕτερον ἑτέρου αἴτιον; ὅμοιον γὰρ ὡς εἰ τὸ μὴ ὂν τοῦ ὄντος· ἕτερον δὲ καὶ αὐτὸ τὸ γεννῶν τοῦ γεννωμένου. Πῶς οὖν ἕτερον ἑτέρου γεννητικόν͵ εἴτε αὐτό͵ εἴτε καθ΄ ἕτερον ἐν ἑαυτῷ; ἄτοπον δὲ καὶ ἐπὶ τῶν εἰς ὕλην προελθόντων ἀπὸ τοῦ νοῦ συλλογιεῖται ὁ λόγος. Δεῖ μὲν γὰρ οὐδὲν εἶναι