1.227 πρῶτον ἐν ὕλῃ φυόμενον͵ ἀλλὰ πάντα ἐκεῖθεν ἥκειν· οὐδὲ ἄρα τὸ εἰκονικὸν ἐν ὕλῃ πρῶτον͵ οὐδὲ τὸ γενητόν͵ οὐδὲ τὸ ἔνυλον͵ οὐδὲ τὸ διεστάμενον ὡδὶ καὶ ὠγκωμένον· εἴδη γὰρ καὶ ταῦτα διαφέροντα τῶν ἀντικειμένων· οὐκ ἄρα οὐδὲ ταῦτα ἐκεῖθεν πρόεισιν͵ οὐδὲ γὰρ ἐκεῖ προϋπάρχει· τὰ δὲ προϋπάρχοντα οὐκ ἐνδέχεται προελθεῖν εἰς ὕλην͵ οἷον τὰ αἰώνια καὶ ἀγένητα. Χωρὶς δὲ τούτων ἀπὸ τοῦ ἡνωμένου φαμὲν τὸ διακεκριμένον προεληλυθέναι͵ ταῦτα δὲ κατὰ ἕνωσιν γίγνεται καὶ διάκρισιν͵ τὸ ἡνωμένον καὶ τὸ διακεκριμένον͵ ὁμοῦ δὲ ἐκφαίνεσθον ἕνωσις καὶ διάκρισις· καὶ καθόλου ἀντικείμενα κατὰ μίαν πρόοδον͵ τὰ διακεκριμένα ἐν τῷ διακεκριμένῳ. Ὅπου δὲ ἕνωσις͵ ἐκεῖ τὸ ἡνωμένον͵ καὶ ὅπου διάκρισις͵ ἐκεῖ τὸ πεπονθὸς αὐτὴν διακεκριμένον· ἐν ἄρα τῷ διακεκριμένῳ ἑκάτερόν ἐστι͵ τό τε ἡνωμένον καὶ τὸ διακεκριμένον· οὐκ ἄρα πρὸ τοῦ διακεκριμένου τὸ ἡνωμένον͵ ἀφ΄ οὗ πρόεισι τὸ διακεκριμένον. Εἰ δὲ ἐν τῷ ἡνωμένῳ ἡ ἕνωσις͵ ὅπου δὲ αὕτη ἐστί͵ καὶ ἡ διάκρισις ἐκεῖ͵ ἔσται ἄρα καὶ ἐν τῷ ἡνωμένῳ τὸ διακεκριμένον. Ἔτι τοίνυν ζητήσεως ἄξιον τί τὸ πεποιηκός ἐστι τὸ διακεκριμένον ἀντὶ τοῦ ἡνωμένου καὶ μετ΄ ἐκεῖνο· τὸ γὰρ ἡνωμένον πῶς ἂν εἴη διακρίσεως αἴτιον; ὅμοιον γὰρ ὡς ἐπὶ τὸ ἐναντίον τοῦ ἐναντίου ποιοῖ τις γεννητικόν. Εἰ δὲ ἡ ὕφεσις διέκρινε͵ τί τὸ πεποιηκὸς αὐτὴν τὴν ὕφεσιν; οὐ γὰρ δὴ πάλιν ἡ ὑπεροχὴ τὴν ὕφεσιν. Τρόπος δὲ ὁ αὐτὸς τῆς ἀπορίας ἐπὶ τοῦ ἑνὸς καὶ τῶν πολλῶν εἰωθυίας καὶ πάλιν θρυλεῖσθαι͵ πῶς ἐξ ἑνὸς πολλὰ γεννᾶται; ὅμοιον γὰρ ὡς ἀπὸ θερμοῦ φάναι τὸ ψυχρὸν προϊέναι͵ Ἆρα οὖν πρὸς μὲν τοῦτο ῥητέον͵ ὃ δή φασιν οἱ φιλόσοφοι͵ ὡς τὸ προϊὸν καταδεέστερον γίγνεται τοῦ προάγοντος͵ ᾗ οὖν ἐξίσταται τοῦ ἑνὸς τὸ γεννώμενον ἀπ΄ αὐτοῦ͵ ταύτῃ οὐχ ἕν· ὥστε πολλὰ ἐξ ἀνάγκης. Ἀλλὰ πρῶτον μὲν τὸ καταδεέστερον οὐκ ἐξαλλάττει τὸ εἶδος οὐδὲ τὴν φύσιν τοῦ πράγματος· ἔστι γὰρ καλὸν τὸ μὲν ὑπέρτερον͵ τὸ δὲ ὑφειμένον͵ καλὸν δὲ ὅμως ἑκάτερον͵ ὥστε καὶ ἓν ἑκάτερον͵ εἰ καὶ τὸ μὲν παράγον͵ τὸ δὲ παραγόμενον. Ἔστι γοῦν καὶ τοῦ ἑνὸς ἴδιος πρόοδος ὡς ἑνὸς εἰς ἓν προϊόντος.
1.228 Δεύτερον δὲ κατὰ συμβεβηκὸς ἔσται τὰ πολλὰ προϊόντα͵ εἴπερ οὐχ ᾗ πολλὰ γεννᾶται͵ ἀλλ΄ ᾗ γεννᾶται͵ πολλά ἐστι. Τρίτον δὲ καὶ μένει τὸ ἄπορον· διὰ τί γὰρ ἀπὸ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον ἡ γέννησις; Μήποτε οὖν ἄμεινον λέγειν ὡς τὸ ἓν οὐκ ἔστι μόνον ἕν͵ ὡς τὸ ὄνομα παραδείκνυσιν͵ ἀλλὰ πάντα κατὰ μίαν ἁπλότητα τὴν πρὸ πάντων͵ ὡς πολλάκις λέγομεν· διὸ πάντων ἐστὶν αἴτιον κατὰ τὴν πάμφορον αὐτοῦ ταύτην ἁπλότητα. Οὐ καθόσον οὖν ἓν οὕτως ὡς ἀντικείμενον τοῖς πολλοῖς (πάσης γὰρ ἀντιθέσεως προϋπάρχει ἕν)͵ ἀλλὰ καθόσον ἀρχὴ τῶν πάντων καὶ πάντα· ὡς ἀρχὴ τῶν ἁπάντων͵ οὕτω παράγει τὰ μεθ΄ ἑαυτήν͵ τά τε πάντα ὡς μόνη͵ καὶ τὰ πολλὰ ὡς ἕν͵ καὶ τὰ ὄντα ὡς ὑπερούσιος μέν͵ οὖσα δὲ καὶ τὰ ὄντα· τί γὰρ διαφέρει τὸν δημιουργικὸν νοῦν͵ πάντα ἐν ἑαυτῷ προειληφότα παραδειγματικῶς͵ παράγειν ἀφ΄ ἑαυτοῦ πάντα εἰκονικῶς; ἢ τὴν μίαν τῶν ὅλων ἀρχὴν πάντα οὖσαν ἁπλῶς ὅσα ἀπ΄ αὐτῆς πρὸ τῶν ἀπ΄ αὐτῆς ἀδιακρίτως καὶ κατὰ μίαν ἀπλήθυντον φύσιν͵ πάντα παράγειν τὰ πολλὰ ἀφ΄ ἑαυτῆς. Τὸ δὲ ἄπορον ἦν πῶς ἀφ΄ ἑνὸς τὰ πολλά· νῦν δὲ ἀπὸ τῆς πάντων ἀρχῆς τὰ πάντα πέφηνεν͵ ὅτι καὶ ἡ ἀρχὴ πάντα ἦν πρὸ πάντων. Εἰ δὲ τὰ προελθόντα καὶ τὸ ἓν τὸ ἐκ πάντων͵ καὶ πάντα οὐ κατὰ πλῆθος τὸ τῶν πάντων͵ εὖ χρὴ εἰδέναι καὶ τὴν ἀρχὴν οὖσαν διττήν͵ τὴν μὲν κατὰ τὸ ἓν ἁπλῶς ὑμνούμενον͵ τὴν δὲ κατὰ τὰ πάντα͵ ἅπερ αὐτὴν εἶναί φαμεν ὡς πρὸ πάντων. Καὶ πολλὰ δὴ ταύτην πάλαι ἀνευφημοῦμεν ὡς τὰ πολλὰ τοῦ ἑνὸς οἷον ἐκείνου δύναμιν ἄπειρον͵ καθ΄ ἣν ἢ μεθ΄ ἧς πάντα ἐκεῖνο καὶ πάντων γεννητικόν. Διὸ πατρικὴ δύναμις ἀνακαλεῖται καὶ ὑπὸ τῶν θεῶν αὕτη ἡ ἀρχή. Καὶ ἐπειδὴ συμπεφύκασιν αἱ πρῶται ἀρχαί͵ καὶ οὕτως ὡς ἐν τῇ προτέρᾳ τὴν δευτέραν εἶναι͵ καὶ ἀπ΄ αὐτῆς ἐν αὐτῇ προελθεῖν͵ διὰ τοῦτο καὶ τῶν ἐκεῖθεν προελθόντων ἕκαστόν τε καὶ ἰδίᾳ καὶ ὁμοῦ πάντα ἕν τε καὶ πολλά ἐστιν ὁμοῦ͵ καὶ τὰ πολλὰ ἀπὸ τοῦ ἑνὸς ἐν τῷ ἐν ᾧ προελθόντα καὶ δεύτερα πανταχοῦ τοῦ ἑνός. Ἆρα οὖν καὶ ἐν τῇ ὕλῃ μετὰ τὸ ἓν τὰ πολλὰ αὐτῆς ἐστι καὶ τὸ ἔσχατον πάντων οὐ τὸ ἕν͵ ἀλλὰ τὰ πολλὰ φήσομεν εἶναι͵ ὥστε καὶ πρὸ πάντων ἔσται τὰ πολλὰ καὶ οὕτως ἕν; ἢ οὕτως ἐν τῷ ἑνὶ τὰ πολλὰ ἑκασταχοῦ͵ ὡς κύκλῳ περιεχόμενα ὑπὸ τοῦ ἑνός͵ ὥστε τὸ ἓν πανταχοῦ πρῶτον καὶ ἔσχατον. Τοῦτο μὲν οὖν ἐν παρενθήκῃ τοῦ λόγου τοιοῦτον ἔστω. Τὸ δὲ ἐξ ἀρχῆς τὰ πολλὰ παράγεται ὑπὸ ἑνός͵ ὅτι τοῦτο τὸ ἓν ὡς ἁπλοῦν ἓν καλεῖται͵ ἐπεὶ πολλά ἐστι καὶ τὰ πάντα͵ καὶ ἔτι μεῖζον ἢ τὰ πάντα͵ καθόσον αὐτὸ μὲν ἕν͵ τὰ δὲ πολλὰ
1.229 καὶ τὰ πάντα ἡ δευτέρα ἀρχή͵ λύσις οὖσα καὶ ἀπειρία τοῦ ἑνός͵ ἢ πάντων γεννητική. Τὸ μὲν οὖν ἓν ὅπως παράγειν ζητεῖν͵ ἀγνοούντων ἐστὶ τὴν ἁπλότητα τοῦ ἑνός· οὔπω γὰρ ἐν ἐκείνῳ ὕπαρξις καὶ δύναμις καὶ ἐνέργεια ἀντιδιῄρηνται͵ ἀλλὰ μόνον κατὰ τὸ ἕν· ἡ δὲ δευτέρα ἀρχὴ πρώτη ὑποφαίνει τὸ γόνιμον καὶ ἀπειροποιὸν εἰς πλῆθος καὶ τὴν ἔξω τοῦ ἑνὸς ἀπειθοῦσαν· διὸ τῶν δευτέρων ὀνομάτων ἠξίωται͵ καὶ οὐδὲν ἄπορον ἀπὸ ταύτης τὰ πολλὰ προϊέναι͵ πολλά γε οὔσης͵ καὶ τὰ πρὸ πάντων πολλὰ ἁπλῶς. Ἀπολογησώμεθα δὲ τὰ αὐτὰ καὶ ὑπὲρ τοῦ ἡνωμένου· τοῦτο γὰρ ἅμα καὶ πεπληθυσμένον ἐστίν͵ ὥστε πάντα ὂν κατὰ τὸ ἡνωμένον͵ εἰκότως γεννητικόν ἐστι τῶν πάντων͵ ὡς ἀρχὴ τῶν πάντων ἡνωμένη. Ἀλλὰ πῶς διεκρίθη τὰ ἀπ΄ αὐτῆς ἐκείνης γεννωμένης; πῶς δὲ ἀπὸ τοῦ ἑνὸς τὰ πολλὰ διεκρίθη; τοῦτο γὰρ ἦν τὸ ἐξ ἀρχῆς ἀπορούμενον· ἢ ὅτι ἡ ἀρχὴ πάντα οὖσα καὶ πρόοδος ἦν καὶ ὕφεσις καὶ διάκρισις· ἔστι γάρ τι τῶν πάντων καὶ τούτων ἕκαστον. Ὡς οὖν οὐσίαν καὶ ζωὴν καὶ νοῦν παράγει͵ φέρε εἰπεῖν͵ οὕτω καὶ μετὰ τούτων συναπογεννᾷ τὴν ὕφεσιν καὶ τὴν διάκρισιν καὶ τὴν πρόοδον καὶ πάντα ὅσα τῆς ἑτερότητος ἔχεται· καὶ γὰρ ἡ ἑτερότης μετὰ τῶν ἑτέρων διακρίνεται͵ ὥστε καὶ ἡ διάκρισις μετὰ τῶν διακρινομένων͵ καὶ ἡ πρόοδος μετὰ τῶν προϊόντων͵ καὶ ἡ ὕφεσις μετὰ τῶν ὑφιεμένων. Οὐκ ἄρα κατὰ συμβεβηκὸς πρόεισιν εἰς διάκρισιν͵ ἀλλ΄ ἡ γεννῶσα αἰτία καὶ διακρίνει καὶ τὴν διάκρισιν συμπαράγει. Πρὸς δέ γε τὸ δεύτερον ἀπὸ τοῦ τέλους ἐροῦμεν ὅτι ἡ μὲν ὁμοταγής ἐστιν ἕνωσις διακρίσει͵ καὶ αἱ ὁμοταγεῖς ἅμα εἰσίν͵ ἡ δέ ἐστιν ἕνωσις ἡ μία σύμπτυξις αὐτῆς ὅλης τῆς ἀντιθέσεως͵ ὡς δυάδος· ἔστι δὲ πρεσβυτέρα καὶ ταύτης ἕνωσις͵ ἡ πασῶν ὁμοῦ τῶν τοιούτων ᾗ μονάδων συναγωγός͵ μονὰς οὖσα αὕτη πασῶν μονάδων καὶ τοῦ ὅλου μονοειδοῦς ἀριθμοῦ αὐτοῦ͵ οὖσα τὸ ἓν εἶδος ἐν ᾧ πάντα συνείληπται τὰ εἴδη. Νοεῖν δὲ χρὴ πρὸ ταύτης τὴν τοῦ ὅλου ἁπλῶς͵ ἐν ᾧ τὰ ἁπλῶς μέρη περιέχεται͵ καὶ πρὸ ταύτης γε τὴν τοῦ στοιχειωτοῦ ἕνωσιν͵ συναίρεσιν οὖσαν τῶν πάντων στοιχείων͵ οὐσίαν οὖσαν τὴν ἡνωμένην ὡς ταύτῃ συνοῦσαν͵ τὴν ἑνιαίαν͵ ὧν μίαν πρὸ ἀμφοῖν ἕνωσιν τὴν κυριωτάτην ἀποδεδείχαμεν τοῦ ἑνὸς ὄντος͵ ἣν δὲ ἐξαιρέτως ἀνυμνοῦμεν τὸ ἡνωμένον. Ἐν τούτῳ οὖν ἐστι πάντα͵ ὥστε καὶ ἡ διάκρισις ἐν αὐτῷ καθ΄ ἕνωσιν͵ ὡς τὰ ἄλλα͵ ἀπὸ δὲ τούτου πρόεισι τὸ διακρινόμενον καὶ ἐπὶ