ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.230-1.232)


1.230 τούτῳ τὸ διακεκριμένον. Πόθεν οὖν ἐγένετο ἡνωμένον εἰ μὴ διὰ τὴν ἕνωσιν͵ ὥσπερ διακεκριμένον διὰ τὴν διάκρισιν͵ αὗται δὲ ἅμα ἐκφαίνονται; ἢ κατὰ ἐπικράτειαν ὑφέστηκεν͵ ἄνω μὲν ἕνωσις͵ κάτω δὲ διάκρισις· οὐκοῦν ἄνω καὶ ἡ διάκρισις͵ ὥστε καὶ ἐκεῖνο διακεκριμένον͵ εἰ καὶ ἔλαττον. Ἀλλὰ γὰρ ὅπου ἡ ἑτέρα κρατεῖ͵ καὶ ἡ ἑτέρα͵ οἷον ὅπου ἡ ταυτότης͵ καὶ ἡ ἑτερότης͵ καὶ ὅπου στάσις͵ καὶ ἡ κίνησις· ἅμα γὰρ ἐκφαίνεσθον. Οὐκοῦν ἄλλο σημαινόμενον τῆς ἑνώσεως ἐκείνης καὶ τῆς διακρίσεως ἐκείνης͵ ἀντικειμένων μέν πως καὶ τούτων͵ οὐ μὴν ὁμοταγῶς͵ ἀλλ΄ ὡς αἰτίου καὶ αἰτιατοῦ͵ ἤ͵ ἄμεινον λέγειν͵ ὡς πάντα μὲν ἡμεῖς διωρισμένα νοοῦμεν καὶ ὀνομάζομεν τά τε ἄλλα καὶ ἕνωσιν καὶ διάκρισιν͵ ἀπὸ δὲ τούτων ἐνδεικνύμεθά τι καὶ περὶ τῶν ἀδιορίστων. Οὐ τοίνυν τὸ ἡνωμένον κατὰ τὴν ἕνωσιν εἰδοποιοῦμεν͵ οὐδὲ τὸ ὅλον διακεκριμένον κατὰ τὴν ἐν μέρει διάκρισιν· ὁ μὲν γὰρ νοῦς ἡνωμένον ἅμα καὶ διακεκριμένον· ὅπερ δὲ ἐν τούτῳ μέρος πρὸς μέρος͵ τοῦτο πρὸς ὅλον τὸν νοῦν ὡς διακεκριμένον ἡ οὐσία ὡς ἡνωμένον͵ ἤ͵ κυριώτερον φάναι͵ πρὸς τὸ συναμφότερον ἓν καὶ ὄν͵ τὸ πρὸ ἀμφοῖν ἡνωμένον· προσχρώμεθα δὲ τοῖς τῶν διωρισμένων ὀνόμασιν ἢ καθ΄ αὑτὰ ἢ κατὰ συμπλοκήν͵ ἐνδείξασθαί τι βουλόμενοι περὶ τῶν πάντη ἀδιορίστων͵ ὧν οὔτε νόημα οὔτε ὄνομα διηρθρωμένον ἔχομεν διὰ τὸν πολὺν μερισμὸν τῆς ἡμετέρας διανοήσεως· δεῖ γὰρ πάντα ὁμοῦ συνελεῖν τὰ νοήματα ἡμῶν εἰς ἓν μετανόημα͵ τὴν μίαν πάντων νοημάτων κορυφήν͵ εἰ μέλλοιμέν τινος ἴχνους ἐπιλαβέσθαι τῆς συνῃρημένης ἐκείνης φύσεως. Καὶ μὴν πρὸς τὰ τρίτα τῶν ἀπορημάτων͵ ἓν μὲν ἐκεῖνο διοριστέον ἐπὶ τῶν εἰκόνων καὶ τῶν παραδειγμάτων͵ ὡς ὁ λέγων λόγος τὰ γενητὰ δεῖν προϋπάρχειν ἐν τοῖς ἀγενήτοις͵ ἐκεῖνο ἀξιοῖ τὰ εἴδη πάντα καὶ τὰς ἰδιότητας ἄρχεσθαι ἀπὸ τοῦ νοῦ καὶ τῶν αἰωνίων͵ εἶτα προϊέναι εἰς ψυχήν τε καὶ τὴν μέσην οὐσίαν͵ εἶτα καὶ εἰς ὕλην ἐπ΄ ἔσχατον· οὐ γὰρ εἶναι τὰ ἔνυλα αὐτάρκη͵ οὐδὲ πρῶτα͵ οὐδὲ ἀληθεύοντα τὴν εἰδητικὴν ὕπαρξιν͵ ἅτε συμπεφυρμένα τῷ

1.231 μὴ ὄντι καὶ τῷ ἀνειδέῳ͵ οὐ μέντοι μὴ εἶναι πρῶτα συμπεφυρμένα καὶ ἔνυλα͵ ἀλλὰ μόνον εἴδη μὴ εἶναι τὰ πρῶτα. Ὥστε καὶ τὸ διωγκωμένον καὶ τὸ διεστὼς ὡς μὲν εἴδη ἐκεῖ προϋπάρχει καὶ ἐκεῖνα πρῶτα͵ ὡς δὲ γενητὰ καὶ ἔνυλα καὶ οἷά γε ὄντα ὁρῶμεν͵ πρῶτα μὲν καὶ μόνα͵ ὡς τοιαῦτα τῇδε͵ ὡς δὲ εἴδη͵ ἃ λέγεται εἶναι͵ πάντων ἔσχατα. Τίς οὖν ἀξιώσει καὶ ὡς ἔσχατα εἴδη πρῶτα εἶναι; ἀλλ΄ ὡς εἴδη μόνον ἐκεῖ πρῶτα πέφηνε· καὶ τὰ ἀντικείμενα κρατεῖ ἐπίσης ἐκεῖ͵ ταυτότης καὶ ἑτερότης͵ κίνησις καὶ στάσις͵ ἓν καὶ πολλά͵ πᾶσαι αἱ ἀντιθέσεις ὁμοίως͵ ἀλλ΄ ὅπου μὲν ἀγενήτως πάντα καὶ αἰωνίως͵ ταὐτὸν δὲ εἰπεῖν͵ ἀμερίστως͵ ὅπου δὲ γενητῶς τε καὶ ἐγχρόνως͵ ταὐτὸν δὲ εἰπεῖν͵ μεριστῶς. Καὶ οὐ λέγω τὸ μεριστὸν καὶ ἀμέριστον ὡς εἴδη ἄττα· εἴη γὰρ ἂν ἑκατέρωθεν ἑκάτερον οἰκείως͵ ἀλλ΄ ἕτερον τρόπον τὸ ὅλον ἀπό τινος μέρους ὀνομάζομεν͵ οὐκ ἔχοντες ὄνομα σημαντικὸν τῆς κοινότητος· οὐδὲ γὰρ κόσμον καλοῦντες τὸ πᾶν͵ οὐδὲ τοῦτο ἀπὸ κοινῆς φύσεως καλοῦμεν τῆς πάντα συλλαβούσης͵ ἀλλ΄ ἀπὸ μιᾶς ἰδιότητος τοῦ κεκοσμῆσθαι· καὶ γὰρ ὁ χορὸς ἀπὸ τοῦ χορεύειν μόνου͵ καὶ ὁ στρατὸς ἀπὸ τοῦ στρατεύεσθαι͵ καὶ ἄνθρωπος ἀπὸ τοῦ ἀναθρεῖν ἃ ὄπωπεν͵ καὶ ἵππος ἀπὸ τοῦ ἵεσθαι τοῖς ποσίν· ἕκαστον γὰρ ἓν ὂν καὶ πολλὰ ἀφ΄ ἑνὸς ἐκλήθη τῶν ἐν αὐτῷ πολλῶν ὄντων. Ἆρα οὖν τὸ ὅλον οὐκ ἔστιν ὄνομα κοινὸν ὥσπερ καὶ πρᾶγμα; ἢ πάντα μὲν καὶ τὸ ὅλον͵ τὰ μέρη πρό γε τῶν μερῶν͵ ἀπὸ δὲ τοῦ συναγωγοῦ τῶν μερῶν ἐπωνόμασται· ὅλον γὰρ ὅ τι ἅλες τε καὶ ἅλις ἐστίν͵ ὃ ἅλες ὂν ἑώραται͵ ὅλον κεκλημένον. Οὕτως οὖν μεριστὸν μὲν ὅλον καὶ πᾶν τὸ ἔνυλον͵ ἀμέριστον δὲ ὅλον καὶ πᾶν τὸ ἀγένητον͵ οὐ κατὰ τὸ εἶδος ἑκάτερον͵ ἀλλὰ κατὰ τὸν εἰρημένον τῆς ἐνδείξεως τρόπον. Διὸ πάντα μὲν τὰ εἴδη καὶ ἐν τῷ νῷ καὶ ἐν τῇ ὕλῃ͵ καὶ αὐτὸ τὸ ἀμέριστον καὶ μεριστὸν͵ ἅτε εἴδη ὄντα͵ ἀλλ΄ ὅπου μὲν καθ΄ ὕπαρξιν͵ ὅπου δὲ κατὰ μέθεξιν͵ καὶ ὅπου μὲν πρῶτα͵ ὅπου δὲ ἔσχατα· καίτοι καὶ ταῦτα ὡς εἴδη ἑκατέρωθι͵ τὸ πρῶτόν φημι καὶ τὸ ἔσχατον͵ καὶ ἡ ὕπαρξις καὶ ἡ μέθεξις. Ἆρα οὖν͵ ἐπειδὴ τὰ μὲν παραδείγματά ἐστι͵ τὰ δὲ εἰκόνες͵ καὶ ταῦτα εἴδη ἐστὶ καὶ ἑκατέρωθί ἐστι; πῶς δὲ οὐκ ἂν εἴη͵ εἴπερ ἡ εἰκὼν ὁμοίωμά ἐστι͵ τὸ δὲ ὁμοίωμα ἀποτέλεσμα ὁμοιότητος͵ ἑκατέρωθι δὲ ὁμοιότης καὶ τὸ παράδειγμα ἀρχέτυπον ὁμοιότητος· ὁμοιοῦται δὲ καὶ ἐκεῖ ἕτερον ἑτέρῳ͵ καὶ ἐνταῦθα δὲ ὡσαύτως· παράδειγμα γὰρ καὶ ὁ Σωκράτης τῆς οἰκείας εἰκόνος. Αἱ μὲν οὖν

1.232 ἰδιότητες ἑκατέρωθι· εἰ δὲ εἰκόνα λέγομεν͵ ὃ μόνον εἰκών ἐστιν͵ οἷον τὸ ἔνυλον εἶδος͵ οὐκ ἂν εἴη τὸ εἰκονικὸν ἐν τῷ νῷ· καὶ εἰ παράδειγμα ὅπερ ἀγένητον καὶ αἰώνιον εἶδος͵ καὶ ὃ κατὰ τὴν πρώτην ὕπαρξιν͵ οὐκ ἂν εἴη τῇδε παραδείγματος φύσις· οὕτω τοίνυν καὶ τὸ ὠγκωμένον ὡς μὲν εἶδος ἐκεῖ͵ ἀμέριστον ὠγκωμένον· ἐνταῦθα δὲ ὠγκωμένον ὡς εἶδος μέν͵ μεριστὸν δὲ ὅμως͵ καὶ ὠγκωμένον ὡς μεριστόν. Κοινὴ μὲν οὖν ἡ ἰδιότης ἑκατέρωθι͵ ἡ δὲ πρώτη καὶ ἐσχάτη ὑπόστασις ἴδιος ἑκατέρων͵ καὶ ἡ τοῦ γενητοῦ καὶ ἡ τοῦ ἀγενήτου καὶ ἡ τοῦ ἐνύλου καὶ ἡ τοῦ ἀΰλου͵ καὶ ἡ τοῦ ἐγχρόνου καὶ ἡ τοῦ αἰωνίου· οὐδὲ ταῦτα ὡς αἱ ἰδιότητες͵ ἀλλ΄ ὡς γεννηθὲν καὶ γεννῆσαν͵ καὶ ὡς ὕπαρξιν καὶ μέθεξιν͵ καὶ ὡς ἄν τις ἔχοι διορίζεσθαι γένεσιν καὶ οὐσίαν͵ οὐχ ὡς ἰδιότητας κοινάς͵ ἀλλ΄ ὡς ὑποστάσεις ἰδίας͵ ἄνω μὲν οὔσας͵ καὶ εἰς τὸ κάτω προελθούσας. Τοῦτο μὲν οὖν οὕτω διορίζομαι· ἕτερον δὲ ὡς τὸ αὐτὸ διοριούμεθα καὶ ἐπὶ παντὸς προαγομένου καὶ προάγοντος͵ οἷον τοῦ ἑτεροκινήτου κόσμου παντὸς ἀπὸ τοῦ αὐτοκινήτου προϊόντος͵ καὶ τοῦ αὐτοκινήτου ἀπὸ τοῦ ἀκινήτου· πάντα ὅσα ἐν τῷ πρώτῳ ἐστὶν ἀκινήτως͵ ἐν τῷ δευτέρῳ ἐστὶν αὐτοκινήτως καὶ ἐν τῷ τρίτῳ ἑτεροκινήτως͵ ὥστε ὄντα ἀπὸ ὄντων πρόεισι͵ καὶ ἀπὸ τῶν ἐνεργείᾳ. Καὶ οὐ συμβαίνει τι ἄτοπον· οὐ γὰρ ταὐτὸν ἁπλῶς οὐδὲ ὡσαύτως τὸ παράγον καὶ παραγόμενον͵ ἀλλ΄ ὡδὶ μέν͵ ὡδὶ δὲ οὔ· τὸ γὰρ ἑτεροκίνητον καλὸν ἀπὸ τοῦ αὐτοκινήτου͵ καὶ τὸ αὐτοκίνητον ἀπὸ τοῦ ἀκινήτου· ὥστε εἴποις ἂν καὶ ὂν ἀπὸ ὄντος καὶ μὴ ὂν ἀπὸ μὴ ὄντος· ἔστι μὲν γὰρ ὡς τὸ αὐτό͵ ἔστι δὲ ὡς οὔ· καὶ τοῦτο μὲν ἐπὶ τῆς ὁμοειδοῦς εἶναι δοκούσης προόδου͵ καλὸν γὰρ ἀπὸ καλοῦ. Εἰ δὲ καὶ τὸ καλὸν ἀπὸ τοῦ ἀγαθοῦ͵ ἢ τὸ ἑτεροκίνητον αὐτὸ ἀπὸ τοῦ αὐτοκινήτου͵ τὸ ἀπὸ τοῦ ἀκινήτου πάλιν ὡδὶ ὄντος καὶ ὡδὶ μὴ ὄντος͵ κατ΄ αἰτίαν μὲν ὄντος͵ καθ΄ ὕπαρξιν δὲ μὴ ὄντος· ἔστι γὰρ φύσει τὸ μὲν αἴτιον͵ τὸ δὲ αἰτιατόν͵ καὶ τοῦτο προειλημμένον ἐν ἐκείνῳ͵ τρόπον δέ τινα ὃν ἂν προϊὼν φήνειεν ὁ λόγος. Ὁμοίως δὲ καὶ πάντα ἐν τῷ ἡνωμένῳ καὶ πάντα ἐν τῷ δια κεκριμένῳ͵ καὶ ταῦτα ἀπ΄ ἐκείνων πρόεισιν͵ ὄντα ἀπὸ ὄντων ὡδὶ ἑκάτερα καὶ μὴ ὄντα͵ ὡδὶ πάλιν ἑκάτερα καὶ παρηλλαγμένα͵ εἰ βούλει λέγειν͵ ὄντα ἀπὸ μὴ ὄντων͵ καὶ μὴ ὄντα ἀπὸ ὄντων· ἐνεργείᾳ μὲν γὰρ ἐν πᾶσι πάντα͵ καὶ αὖ ἐνεργείᾳ οὐδὲν οὐδαμοῦ͵ ὡδὶ μὲν οὐδέν͵ ὡδὶ δὲ πάντα. Καὶ οὐκ ἔχει χώραν ἡ ἀπορία ἡ τὸ ἐνεργείᾳ ἀπὸ τοῦ μὴ δυνάμει παράγουσα͵ ἢ τὸ ὂν ἀπὸ τοῦ μὴ ὄντος·