1.233 οὐδὲν γὰρ ἐκεῖ δυνάμει͵ οὐδὲ μὴ ὂν οὕτως ὡς λέγομεν ἀποροῦντες͵ ἀλλ΄ ὅτι ἕτερος ὁ τρόπος τῆς ὑποστάσεως͵ ταύτῃ μὴ ὄν͵ καὶ ὅτι πέφυκε γεννᾶσθαι ἕτερα ἐξ ἑτέρων͵ ταύτῃ δυνάμει. Ἔτι τοίνυν πρὸς τέταρτον ἀπὸ τῶν ἐσχάτων ἐπαναβαίνουσιν εὐδιάλυτον φανεῖται κατὰ τὸν ὅμοιον τῆς μεθόδου τρόπον· πολλὰ γὰρ ἀφ΄ ἑνὸς οὐδὲν θαυμαστὸν προϊέναι͵ εἰ τὸ ἓν πάντων εἴη γεννητικὸν ἢ πολλῶν͵ εἴτε κατὰ τὴν ἑαυτοῦ πάμφορον ἁπλότητα͵ εἴτε κατὰ τὸ περιεχόμενον ἐν αὐτῷ πλῆθος ὁπωσδήποτε. Πάντα γὰρ ἦν ἡμῖν καὶ τὸ ἓν τοῦ δυνάμει͵ ἀλλ΄ ἐνεργείᾳ· οὐ μέντοι διωρισμένα ὡς ὅδε ὁ κόσμος ἢ ὅλως κόσμος τις͵ οὐδὲ ἡνωμένα κατὰ τὸ ἡνωμένον͵ ἀλλ΄ ἓν μόνον πάντα κατὰ ἓν καὶ κατὰ τὸ ἡνωμένον πάντα͵ ἀλλὰ καθ΄ ἕνωσιν ἀδιάκριτον· καὶ τὸ διακεκριμένον πάντα͵ ἀλλ΄ ἢ ἔν τινι διορισμῷ. Τούτων δὲ οὕτως ἐχόντων͵ οὐδὲν διαφέρει λέγειν πολλὰ ἀφ΄ ἑνὸς τοῦ τοιοῦδε καὶ οὕτως ἔχοντος͵ καὶ πολλὰ αὖ͵ ἀπὸ πολλῶν τῶν κατὰ ἓν ὑφεστώτων ἢ συνεστώτων κατὰ τὸ ἡνωμένον͵ ἢ διισταμένων κατὰ τὸ διακρινόμενον καὶ τὸ διακεκριμένον. Ἔχοις δ΄ ἂν τοῦτο φάναι σαφέστερον͵ εἰ λέγοις τὴν δευτέραν ἀρχὴν προϊέναι ἀπὸ τῆς πρώτης͵ ὡς ἀφ΄ ἑνὸς ἓν πολλά͵ ἀπὸ δὲ ταύτης τὸ ἡνωμένον ἅμα καὶ πεπληθυσμένον͵ ἀπὸ δὲ ταύτης κατὰ βραχὺ τὴν τῶν πολλῶν ἐπιδιακρινομένην εἰς πλῆθος ὑπόστασιν͵ ὥστε οὐδὲν θαυμαστόν͵ καὶ ὡς ἀφ΄ ἑνὸς ἀμεροῦς ἓν ὅλον πεπληθυσμένον προϊέναι ὡς ἀπὸ τῆς μιᾶς αἰτίας τὰ πάντα ὁμοῦ͵ καὶ ὡς ἕνα παμμέγαν κόσμον͵ καὶ ὡς ἀπὸ πολλῶν τὰ πολλά͵ τῶν καθ΄ ἓν ὑφεστώτων͵ τὰ μὴ καθ΄ ἓν ὑφεστῶτα· ὡδὶ μὲν γὰρ ἕν͵ ὡδὶ δὲ πολλὰ τὸ αὐτὸ ἄν τις ἴδοι τε καὶ εἴποι. ῍Η οὖν ἓν ἀφ΄ ἑνὸς προέρχεται͵ ὡς Διόνυσός τε ἀπὸ Διός͵ ἢ πολλὰ ἀφ΄ ἑνός͵ ὡς ἀπὸ Διὸς οἱ πολλοὶ θεοί͵ ἢ ἓν ἀπὸ πολλῶν͵ ὡς ὅταν ἡ ψυχὴ λέγεται προϊέναι ἀπὸ πάντων τῶν πρὸ ἑαυτῆς͵ καὶ ἀεὶ τὸ γεννώμενον ἀπὸ πάντων τῶν πρεσβυτέρων αἰτίων͵ ἢ πολλὰ ἀπὸ πολλῶν͵ ὡς τὰ αἰσθητά φαμεν ἀπὸ τῶν νοητῶν. Ἀλλ΄ ὅμως ἑκάτερον πανταχοῦ͵ τὸ ἓν καὶ τὸ πλῆθος͵ εἰ καὶ
1.234 ὅπου μὲν τὸ πλῆθος κατὰ τὸ ἕν͵ ὅπου δὲ κατὰ τὸ πλῆθος τὸ ἕν· ἔστι δήπου καὶ καθ΄ αὑτὸ ἑκάτερον ἕν τε καὶ πλῆθος· οὐκ ἄρα ἐπ΄ ἄπειρον ἥξομεν ζητοῦντες ἀεὶ πρὸ τοῦ πολλοῦ ἑνὸς τὸ ἀπλήθυντον ἕν· καὶ αὐτὸ γὰρ τοῦτο τὸ ἁπλῶς ἓν πάντων ἐστὶν αἴτιον τῶν πολλῶν· ἓν γὰρ ὂν ὅμως πάντα ἐστίν͵ ὅτι πρὸ πάντων͵ ἀλλ΄ οὐχ ἕν τι τῶν πάντων͵ οὐδὲ ἓν ἐκ πάντων͵ ἀλλ΄ ὄντως ἕν͵ οὕτως δὲ ὡς πάντα ὁμοῦ κατ΄ αὐτό γε τὸ ἕν. Ἡ δὲ δευτέρα ἀρχὴ πάντα καὶ αὐτή͵ ἀλλὰ κατὰ τὸ πολλὰ ἑαυτῆς· αὕτη γὰρ ἦν τὰ πολλὰ τοῦ ἑνὸς ἐκείνου͵ ὅτι καὶ πᾶν πλῆθος περὶ τὸ ἓν ὑφέστηκεν͵ ὡς δύναμις πᾶσα περὶ τὴν οἰκείαν οὐσίαν· ὡς μὲν τοίνυν ἀπὸ πολλῶν τῶν πάντων ἐπὶ ταύτην ἄνιμεν τὴν ἀρχήν͵ ὡς δὲ ἀπὸ ἑνὸς τῶν πάντων ἐπὶ τὸ ἕν· τί δὲ ἑκάτερον πάντα͵ τὸ μὲν ἕν͵ ὡς ὁμοῦ τὰ πάντα͵ τὰ δὲ πολλὰ ὡς πολλὰ τὰ πάντα; καὶ μήποτε πάντα μέν͵ ὡς ἤδη ἀνηρτισμένα͵ ἀπὸ τοῦ ἑνὸς πρόεισιν͵ πολλὰ δὲ ὡς ἔτι ἄπειρα καὶ ἀόριστα καὶ οὔπω ἐν τέλει ἀπὸ τῆς δευτέρας ἀρχῆς. Τοσαῦτα καὶ περὶ ταύτης εἰρήσθω τῆς ἀπορίας.
Πρὸς δὲ τὰ ἐφεξῆς ἀνωτέρω τῶν εἰρημένων ἓν μὲν ἐκεῖνο λέγομεν πρὸ πάντων ὅτι͵ ἐὰν κόσμος ἀπὸ κόσμου προΐῃ ὅλος ἀφ΄ ὅλου͵ οἷον δημιουργικὸς ἀπὸ τιτανικοῦ͵ ἢ τιτανικὸς ἀπὸ συνοχικοῦ͵ ἢ νοερὸς ἀπὸ νοητοῦ͵ ὅλος ὁ πρότερος εἰς ὅλον πρόεισι τὸν δεύτερον͵ καὶ οὐδὲν ἄνω μένει ἐν τῷ προτέρῳ ἐξαίρετον; ἢ οὕτω γε τὸ μένον τοῦτο ἄγονον ἔσται καὶ ἀπρόοδον παντελῶς· ὥστε τοῦτον μὲν τὸν τρόπον οὐχ ὑπερέξει τούτου ἐκεῖνος͵ τῷ εἶναί τι ἐκεῖ ὃ μὴ καὶ ἐνταῦθα· τοὐναντίον γὰρ ὑπολαβεῖν πρόχειρον ὡς ἐκφαίνεταί τι ἐν τοῖς δευτέροις ὃ μήπω ἐν τοῖς προτέροις διακρίνεσθαι πέφυκεν. Ἀλλὰ γὰρ οὐδὲ τοῦτο ἀληθές· ἕν ἐστι γὰρ καὶ ἐκεῖ συνῃρημένον͵ τὸ ἐν τούτῳ διακρινόμενον͵ ἤ ποθεν διακρίνεται. Πῶς δὲ πάντα φαμὲν πανταχοῦ͵ εἰ καὶ ἄλλως καὶ ἄλλως; ὅταν δὲ λέγωμεν τὰ κάτω πλείω τῶν ἄνω͵ κατὰ διάκρισίν φαμεν͵ ἐπεὶ καὶ ἐκεῖ τὰ αὐτὰ συνῄρηται. Πῶς οὖν ἄλλα ἀλλαχοῦ λέγομεν ἐκφαίνεσθαι κατὰ τὴν ὕπαρξιν; ὅπου γὰρ ἕκαστον παρέχεται πᾶσιν εὔκαιρον τὴν ἑαυτοῦ ἐνέργειαν͵ ἐνταῦθά που τὴν οἰκείαν φύσιν διακρίνει ἀπὸ τῶν ἄλλων· καὶ αὕτη
1.235 ἐστὶν ἡ ἑκάστου λεγομένη πρώτη ὕπαρξις͵ ἡ ἀπὸ τῶν ἄλλων ἰδιοτήτων διακριθεῖσα πρώτη ἑκάστου ὕπαρξις; ἢ καὶ τοῦτο μὲν ἀληθές (οὐ γὰρ πανταχοῦ πάντα ὡσαύτως͵ ἀλλ΄ ὅπου μὲν ἡνωμένα͵ ὅπου δὲ διακρινόμενα)͵ πάντα δὲ ὅμως ἐν παντὶ κόσμῳ͵ τῷ τε νοητῷ (πάντα ἐστὶ γάρ͵ ἀλλὰ νοητῶς͵ φησὶ τὸ λόγιον)͵ καὶ ἐν τῷ αἰσθητῷ͵ καὶ δῆλον ὅτι ὃ ἐν τοῖς μέσοις. Πῶς οὖν ἀεί φαμεν τὸν ἀνωτέρω τοῦ ὑπ΄ αὐτὸν ὁλικώτερον εἶναι͵ καὶ περιέχεσθαι μὲν τοῦτον͵ ἐκεῖνον δὲ περιέχειν͵ εἰ μηδεμία κατὰ τούτου ἐν ἐκείνῳ ὑπεροχή͵ πάντων ἐν ἑκατέρῳ ὄντων. Ἴσα δὲ ἐξ ἀνάγκης τὰ πάντα τοῖς πᾶσιν; ἢ μάλιστα μέν͵ καὶ εἰ πλήθει ἴσα τῷ γε μεγέθει͵ δύναται ὁ ἕτερος τὸν ἕτερον περιέχειν͵ καὶ ὁ εἷς ἐνίοτε τοὺς πλείους͵ ὥσπερ ἡ ἀπλανὴς σφαῖρα τὰς ἑξῆς ἁπάσας͵ καὶ ὁ κρόνιος τὸν δίιον περιέξει͵ κἂν ἴσος ᾖ τῷ πλήθει τῶν εἰδῶν͵ τῇ περιοχῇ καὶ τῇ ὄψει καὶ οἷον τῇ μεγαλειότητι τῆς φύσεως. Ἔπειτα χρὴ συννοεῖν ὅτι τῶν ἀνωτέρω ἀεὶ πάντα ὑφιστάντων τὰ μεθ΄ ἑαυτὰ καὶ γεννώντων͵ συμβήσεται πλείω γεννᾶσθαι ἀπ΄ ἐκείνων ἤπερ ἀπὸ τούτων͵ οἷον ὁ νοητὸς κόσμος παράγει πάντας ὁμοῦ τοὺς μεθ΄ ἑαυτόν͵ τὸν νοερόν͵ τὸν ὑπερκόσμιον͵ τὸν ἐγκόσμιον· ὁ δὲ νοερὸς μόνους τοὺς δύο͵ ὁ δὲ ὑπερκόσμιος ἕνα μόνον͵ τὸν αἰσθητόν͵ ἢ ὁσαχῶς ἄν τις τέμοι τὰ προϊόντα εἰς κόσμους πλείονας. Οὐκοῦν ὁ μὲν νοητὸς ὁλικώτατος͵ ὅτι πάντων περιληπτικός͵ ὁ δὲ αἰσθητὸς ἢ ὅγε ὑποσέληνος μερικώτατος͵ ὅτι ἔσχατος καὶ τὰ μέρη ἑαυτοῦ μόνα περιέχων· οἱ δὲ μέσοι ἀνάλογον περιέχουσί τε καὶ περιέχονται. Οὕτω δὲ καὶ ἐπὶ σειρᾶς ἑκάστης ἴδοι τις ἂν τὸν προτεταγμένον ὁλικώτερον͵ τὸν δὲ ὑποτεταγμένον μερικώτερον. Ἔτι δὲ ἕτερον λέγωμεν περὶ τῶν αὐτῶν ὡς εἰ μὲν εἴποι τις τὸν δημιουργικὸν ὅλον κόσμον ἀπὸ τοῦ τιτανικοῦ προελθεῖν͵ οἱ νῦν δὴ ῥηθέντες ἁρμόσουσι λόγοι περὶ τῶν κόσμων· εἰ δὲ ἀπὸ Κρόνου τὸν Διὰ παράγοι τις͵ ἴσμεν ὅτι μετὰ ἄλλων πολλῶν ὁ Ζεὺς ἀπὸ Κρόνου γεννᾶται καὶ παρὰ τοῖς Ἕλλησι καὶ παρὰ τοῖς βαρβάροις͵ ὡς ἀπὸ τοῦ Οὐρανοῦ πάλιν μετὰ ἄλλων ὁ Κρόνος͵ καὶ αὖ πάλιν ἀπὸ τοῦ Διὸς Διόνυσος. Εἰ δὲ οἱ μὲν κατὰ μέρη διανειμάμενοι τὸν ὅλον πατέρα ἕκαστον͵ οἱ δὲ μονοειδῶς ἀφ΄ ὅλου προελθόντες (διὸ καὶ διάδοχοι οὗτοι καθίστανται τῶν πατρικῶν βασιλειῶν)͵ οὐδὲν τοῦτο παραθραύει τὴν τοῦ λόγου ἀλήθειαν.