1.236 Ὁ γὰρ Ζεύς͵ φέρε εἰπεῖν͵ τοὺς πολλοὺς ἀφ΄ ἑαυτοῦ παραγαγὼν κατὰ μέρη θεούς͵ ἐπὶ τούτῳ τῷ ὁλοτελεῖ μερισμῷ τὴν μεριστὴν ὁλότητα παρήγαγεν͵ καὶ τοὺς ὑπὸ ταύτῃ πολλοὺς τεταγμένους θεούς; ῍Η οὐχὶ καὶ τοὺς Τίτανας ὁ Ζεὺς ἐγέννησεν ἐν τῷ οἰκείῳ διακόσμῳ κατὰ τὴν ὀρφικὴν παράδοσιν; οὕτω δὴ καὶ ὁ Κρόνος ἐπὶ πολλῇ γενεᾷ τῇ πρότερον͵ ἐπ΄ ἐσχάτῳ παράγει τὸν ὅλον Δία τῆς ἑτέρας ἐξάρχοντα βασιλείας· τὰ δὲ ὅμοια καὶ τὸν Οὐρανὸν ὑφιστῶντα παραδίδωσι μετὰ τοὺς ἄλλους Οὐρανίδας τὸν Κρόνον ἔσχατον· καὶ ἀντιπλεονεκτεῖν διὰ τοῦτο πρὸς ἀλλήλους ῥητέον τοὺς παραγομένους͵ τοὺς μὲν ὄντας ἐν τῷ πατρὶ καὶ παρὰ τῷ πατρί͵ μερικωτέρους δὲ ὅμως ὄντας͵ καὶ τοὺς ἐξισταμένους μὲν τῆς πατρικῆς ἰδιότητος καὶ τὴν κοινοτέραν προβαλλομένους͵ ὁλικοὺς δὲ ὄντας καὶ τὴν ἀναλογίαν φυλάττοντας τῶν γεννησαμένων πρὸς τοὺς ἀπ΄ αὐτῶν γεννωμένους. Ἀναλογοῦσι μὲν οὖν ὅλοι τοῖς ὅλοις͵ οὐ μὴν ἀπὸ τῆς ἴσης ἀντιπαρατείνονται τοῖς προτέροις οἱ δεύτεροι βασιλεῖς· ταῦτα μὲν οὖν ἄλλος τρόπος λόγων. Ἔτι δὲ ἐπὶ τούτοις ἐκεῖνο λέγωμεν πρὸς τὰς αὐτὰς ὑποκειμένας ζητήσεις ὡς ὁ γεννῶν͵ οἷον ὁ Ζεὺς παράγει͵ καὶ ἕνα παράγει ἀφ΄ ἑαυτοῦ καὶ πολλούς͵ ἀλλ΄ ἑκατέρους ἢ καθ΄ ἑαυτὸν ὅλον͵ ἢ κατά τι τῶν ἐν αὐτῷ τὸν ἅπαντα χορὸν τῶν διίων θεῶν͵ καθ΄ ἑαυτὸν ὡς ἕνα͵ πάλιν τοὺς πολλοὺς ἅμα κατὰ τὰ ἐν αὐτῷ πολλὰ τόσα καὶ τόσα͵ ἕκαστον δὲ ἰδίᾳ κατά τι τῶν ἐν ἑαυτῷ. Οὕτω μὲν τοίνυν ἓν ἀφ΄ ἑνός͵ ὅτι κατὰ τὰ πολλὰ ἐν ἑαυτῷ περιεχόμενα· πάλιν ὁ χορὸς τῶν πολλῶν κατὰ τὸ διακεκριμένον πλήρωμα ὅλον ἑαυτοῦ͵ τὸν δὲ Διόνυσον καθ΄ ὅλον τὸ ἡνωμένον· ὥστε ταῦτα μὲν οὐκ ἄν τις εἰκότως θαυμάσειεν. Καὶ γὰρ ἀφ΄ ἑνὸς ἓν τό τε ὅλον καθ΄ ὅλον καὶ τὸ μέρος κατά τι ἕκαστον͵ καὶ πολλὰ ἀφ΄ ἑνός͵ ἀλλ΄ ὡς πεπληθυσμένου· ὁ μὲν χορὸς καθ΄ ὅλον͵ τὰ δὲ πολλὰ ἕκαστα κατὰ τὰ ἐν τῷ ἑνὶ πολλὰ ἕκαστα. Πῶς δὲ ἡ μὲν ὁμοειδής͵ ἡ δὲ ἀνομο ειδής; ἢ ὅτι ὁ Ζεὺς κατὰ μὲν τὴν ἑαυτοῦ ἰδιότητα παράγει συνώνυμόν τινα σειράν͵ κατὰ δὲ τὴν προειλημμένην αἰτίαν ἐν αὐτῷ Διόνυσόν τε καὶ τοὺς ἄλλους ἑτερωνύμους θεούς.
1.237 Τί οὖν; οὐ κατὰ τὸ ὅλον ἑαυτοῦ γεννᾷ τὸν Διόνυσον͵ καὶ κατὰ τὰ ἑαυτοῦ μέρη τοὺς πολλοὺς θεούς; ὕπαρξις δὲ αὐτοῦ ἐστι τὸ ὅλον ἅμα καὶ τὰ μέρη· διὰ τί οὖν οὐχὶ καὶ ἡ τούτων πρόοδος ὁμοειδής͵ ἅτε καθ΄ ὕπαρξιν γενομένη; Εἰ δὲ τοῦτο͵ συνώνυμος͵ ὅπερ οὐκ ἔστιν· οὐ γὰρ Ζεὺς οἱ πολλοὶ θεοί͵ οὐδὲ εἷς ὢν καὶ ταῦτα ὁ Διόνυσος· τίς δὲ καὶ ἡ ὕπαρξις ἐκείνη͵ καθ΄ ἣν ἡ σειρὰ πρόεισι τοῦ Διὸς συνωνύμως; οὐδὲ γὰρ τὸ ὅλον· ἀντιδιῄρηται γὰρ πρὸς τὰς ἀπὸ τῶν ἄλλων μερῶν ἑκάστου προϊούσας· οὔτε κατὰ πάντα ὁμοῦ τὰ μέρη͵ διὰ τὴν αὐτὴν αἰτίαν· εἰ δὲ καὶ αὕτη κατά τι τῶν ἐν αὐτῇ περιεχομένων͵ πῶς μόνη τῷ ὅλῳ συνωνυμεῖ; διαπλακείη δ΄ ἂν ἡ ἀπορία τετραχῶς. Εἴτε γὰρ καθ΄ ὅλον παράγοιτο τὸ παραγόμενον͵ ποτὲ μὲν συνώνυμόν ἐστι τῷ παράγοντι͵ ὡς ὁ ἑπταχῆ προϊὼν ὅλος δημιουργὸς παρὰ τοῖς Χαλδαίοις͵ δὶς γὰρ ἕκαστος ἐπέκεινα ἀνυμνεῖται͵ καὶ πάντα ἐν αὐτῷ συνείληφεν ἅπερ καὶ ὁ πρῶτος͵ εἰ καὶ μερικώτερός ἐστι τῇ ὑφέσει τῆς τάξεως͵ ποτὲ δὲ ἑτερώνυμον͵ ὥσπερ ὁ Διόνυσος· εἴτε κατά τι μέρος παράγοιτο͵ πάλιν αὖ ποτὲ μὲν συνώνυμος ἡ παραγωγὴ ὡς ἡ σειρά͵ ἂν οὕτω τύχοι͵ τοῦ Διὸς ἀπὸ τοῦ ὅλου Διός͵ ποτὲ δὲ ἑτερώνυμος͵ ὡς Ἀθηνᾶ ἀπὸ Διός. Μήποτε οὖν διττὸς ὁ ἑκάστου μερισμὸς τοῦ παράγοντος͵ καὶ ὁ τῶν παραγομένων͵ ὁ μὲν κατὰ βάθος τῆς καθ΄ ὕφεσιν ἀπορρεούσης ὅλης σειρᾶς͵ ὁ δὲ κατὰ πλάτος τῶν ἐν αὐτῷ περιεχομένων εἰδῶν ἢ μερῶν ἀνομοιομερῶν. Ὁ μὲν γὰρ κατὰ βάθος ἐν αὐτῷ προειλημμένος μερισμὸς ὁμοιομερής ἐστιν͵ διὸ καὶ συνώνυμος· ὁ δὲ ἄλλος ἀνομοειδής͵ ὅθεν καὶ ἡ κατὰ τοῦτον γέννησις ἑτερώνυμος· ὁ μὲν γὰρ πρῶτος καὶ δεύτερος δὶς πρόεισιν ἀπὸ τοῦ παντελοῦς καθ΄ ὅλον αὐτόν· διὸ συνωνυμεῖ· ἡ δὲ ἐπὶ μαγειῶν πηγὴ κατά τι τῶν ἀνομοιομερῶν. Ὁμοίως δὲ καὶ ἑκάστη τῶν καλουμένων μερικῶν πηγῶν͵ ὧν ἑκάστη σειρᾶς οἰκείας ἐξηγεῖται ὁμοειδοῦς͵ διὰ τὸν ὁμοιομερῆ κατὰ βάθος αὖ μερισμόν. Εἰ δὲ καὶ ἔν τινι τούτων περιέχοιτό τις ἀνομοιομερὴς κατὰ πλάτος͵ οἷον ἐν τῇ ἡλιακῇ πηγῇ ἡ ἀπολλωνιακή͵ καὶ ἐν ταύτῃ ἡ ἀσκληπιακή͵ πάντως ὅτι καὶ τούτων ἡ ἀπογέννησις ἀνομοειδής.
1.238 Ἀλλὰ καὶ τὸν φιλόσοφον τρόπον ἀπὸ τοῦ ἁπλῶς νοῦ πρόεισιν ἡ κατὰ βάθος ἀπογέννησις ὁμοειδής͵ ὅλην πανταχοῦ συνεισάγουσα τὴν κατὰ πλάτος τῶν εἰδῶν περιοχήν. Εἰ δὲ ψυχήν͵ ἢ φύσιν͵ ἢ σῶμα παράγοι ὁ νοῦς͵ ἀνομοειδῶς παράξει κατά τι τῶν ἐν αὐτῇ περιεχομένων. Ὥστε καὶ εἰ κατὰ τὸ καλὸν ἢ τὸ ἀγαθὸν ἢ τὸ δίκαιον͵ καὶ οὕτως ἀνομοειδής. Τὸ οὖν καλὸν ἢ τὸ δίκαιον γεννώμενόν τί ἐστιν· ἢ γὰρ νοῦς͵ ἢ ψυχή͵ ἢ ἐν θατέρῳ τούτων͵ ἢ ἐν ἑκατέρῳ. Διὰ τί οὖν ψυχὴ μὲν καὶ νοῦς καὶ σῶμα καθ΄ αὑτὸ καὶ αὐτοτελὲς ἕκαστον͵ τὸ δὲ καλὸν καὶ τὸ δίκαιον καὶ τῶν γενῶν ἕκαστον οὐ τοιοῦτον; τίς γὰρ ἡ ἀποκλήρωσις; καὶ διὰ τί ὕλη μὲν εἰς πάντα προῆλθε τὰ εἴδη͵ καὶ πάντα ὑπεδέξατο͵ τῶν δὲ ἄλλων ἕκαστον οὐκέτι; ῍Η πρῶτον μὲν τὰ ἁπλούστερα τῶν εἰδῶν καὶ στοιχείων ἢ μερῶν ἐπέχοντα λόγον͵ ἀεὶ συμπεφυκότα ἀλλήλοις͵ τὴν καθ΄ ἑαυτὴν κεχωρισμένην ἀπαρνεῖται ὑπόστασιν͵ τὴν μετ΄ ἀλλήλων ἡνωμένην τελειοτέραν ἔχοντα φύσιν τῆς δια στάσης εἰς αὐτοτέλειαν διακεκριμένην. Δεύτερον δὲ καὶ τὸ καλὸν καὶ ἡ στάσις͵ καὶ πάντα ἁπλῶς τὴν εἰς πάντα ἐποιήσατο πρόοδον͵ οἷον τὸ καλὸν εἰς ἕκαστον εἶδος ἐχώρησεν͵ διὸ καὶ προ ῆλθεν εἰς πᾶσαν πρόοδον. Τρίτον δὲ ὁ ἁπλῶς νοῦς καθ΄ ἕκαστον εἶδος τῶν ἐν ἑαυτῷ περιεχομένων ἀπογεννᾷ νοῦν πρῶτον͵ εἶτα ψυχήν͵ εἶτα ζῷον͵ καὶ φύσιν τινὰ ἔνυλον εἰδο ποιουμένην τῷ εἴδει ἐκείνῳ καθ΄ ὃ πρόεισιν͵ ὡς ἄν τις εἴποι͵ τῷ μὲν καλῷ τὸν ἀφροδίσιον νοῦν͵ τῷ δὲ δικαίῳ τὸν τῆς Δίκης͵ τῷ δὲ ἀγαθῷ τὸν τοῦ ἀγαθοῦ δαίμονος͵ φέρε εἰπεῖν͵ κατὰ ἄλλο δὲ τῶν εἰδῶν ἄλλον νοῦν ἑστῶτα. Μήποτε γὰρ ὅλον τὸ βάθος μερίζεται καθ΄ ὅλον τὸ πλάτος͵ ἐξαλλαττόμενον τῇ ἐπικρατείᾳ τῶν εἰδῶν ἑκάστου ἀεί τινος· ἔχειν δὲ καὶ τὸ πλάτος οἴεσθαι χρὴ βάθος τι ἴδιον͵ ὡς πρώτων ἐν αὐτῷ καὶ μέσων καὶ τελευταίων θεωρουμένων͵ οἷον τῶν γενῶν͵ εἶτα τῶν ἐκ τούτων ὁλικωτέρων͵ εἶτα τῶν μερικωτέρων͵ ἕως τῶν μερικωτάτων͵ ἃ καὶ δοκεῖ διὰ τὴν πολλὴν σύνθεσιν εἶναι αὐτοτελῆ καὶ ἐφ΄ ἑαυτῶν ὑφεστῶτα͵ καὶ τούτων δὲ αὖ πάλιν ἕτερον τρόπον βαθυνομένων.