1.239 Μετὰ γὰρ τὴν νοερὰν ὑπόστασιν ἡ ψυχική͵ καὶ μετὰ ταύτην ἡ σωματοειδής· ὅθεν καὶ αὕτη ἀνομοειδής͵ ὅτι πλάτους ἐστὶ καὶ αὕτη πρόοδος͵ βαθυνομένου καὶ αὐτοῦ τοῦ πλάτους εἰς τὴν τῶν κοιλοτέρων ἀνομοειδῶν ἀπογέννησιν. Ἀλλὰ ταῦτα μὲν ἐπὶ πλέον ἴσως τοῦ μέτρου. Τάχα δὲ πολλὴν περιελθόντες οὐδὲν ἠνύσαμεν· πάλιν γὰρ τὸ ἐξ ἀρχῆς ἐοίκαμεν λέγειν ὡς τὰ μὲν κατὰ τὴν ὕπαρξιν ὁμοειδῶς προϊέναι͵ τὰ δὲ κατὰ τὴν προειλημμένην αἰτίαν ἀνομοειδῶς. Τίς οὖν ἡ αἰτία͵ καὶ πῶς ἄλλη τις φύσις ἐν ἄλλῃ προείληπται; διὰ τί γὰρ ἡ ἄλλου ὕπαρξις οὐκ ἔστιν ἄλλου αἰτία; ἐπ΄ αὐτὰ γὰρ ἥκομεν ἤδη τὰ πρεσβύτερα τῶν ἀπορημάτων. Καὶ δὴ λέγωμεν πρῶτον ὅτι ἄλλη μὲν ἡ τοῦ γεννῶντος ὕπαρξις͵ ἄλλη δὲ ἡ τοῦ γεννωμένου αἰτία͵ ἄλλως τε καὶ ἡ τοῦ ἀνομοειδοῦς. Εἰ γὰρ ὅ ἐστι κάτω τὸ δυνάμει παρὰ τὴν ὕπαρξιν͵ ὡς ἔδειξεν ἐναργῶς Ἀριστοτέλης͵ πάντως ὅτι καὶ τὸ κατ΄ αἰτίαν ἄλλο παρὰ τὴν ὕπαρξιν.
Ἔτι δέ͵ εἰ μόνη ἐστὶν ἡ τοῦ γεννῶντος ὕπαρξις͵ ἀφ΄ ἑαυτῆς δὲ γεννᾷ καὶ καθ΄ ἑαυτήν͵ πῶς ἔτι γεννήσει τι ἀνομοειδές͵ μηδενὸς ἑτέρου αὐτῇ ἐγκαταμεμιγμένου παρ΄ ἑαυτὴν ὄντος; τῷ γὰρ εἶναι γεννῶσα κατὰ μετάδοσιν τῆς οἰκείας φύσεως ὑποστήσει τὸ γεννώμενον· δεῖ ἄρα προειληφέναι τινὰ καὶ αἰτίαν τοῦ ἀνομοειδοῦς͵ καθ΄ ἣν ἄλλο τι οὖσα ἄλλο γεννήσει. Ἔτι τοίνυν εἰ ἄλλο ἁπλῶς ἄλλου γεννητικὸν ἄνευ τινὸς αἰτίας προειλημ μένης͵ διὰ τί μὴ τὸ τυχόν γε ἀπὸ τοῦ τυχόντος πρόεισιν͵ ὕπαρξιν ἔχοντός τινα τὴν ἄνευ αἰτίας; Ταῦτα μὲν οὖν ἐστι τὰ πείσαντα τοὺς παλαιοὺς φιλοσόφους ἀπὸ τῶν κατ΄ αἰτίαν προϋπαρχόντων τὰ παραγόμενα πάντα παράγειν. Ἀλλὰ μὴν δεινὸς ὁ λόγος͵ εἴ τις φῇ τὴν αἰτίαν προειλῆφθαι ἔν τινι͵ μὴ οὖσαν αὐτοῦ ὕπαρξιν. Πρῶτον μὲν γὰρ αὕτη ἡ αἰτία ὁπόθεν ἐγεννήθη; Εἰ μὲν γὰρ ἀπὸ ἄλλης αἰτίας͵ ἐπ΄ ἄπειρον ἥξομεν͵ εἰ δὲ ἀπὸ τῆς ὑπάρξεως͵ πῶς ἀνομοειδὴς ἡ αἰτία καὶ ἀνομοιοειδοῦς; Ἔπειτα εἰ τὸ εἶναι γεννᾷ͵ τὸ δὲ εἶναι ἑκάστου ἡ οἰκεία ὕπαρξις͵ δῆλον ὡς καὶ τὸ ἀνομοιοειδὲς ἀπὸ τῆς οἰκείας γεννᾶται ὑπάρξεως· ὥστε καὶ ἡ λεγομένη αἰτία μέρος τι ἦν τῆς ὑπάρξεως͵ ἐπεὶ καὶ τὸ πρῶτον τῶν ἐπιχειρημάτων εὖ ἔχει πρὸς τὸ ἐναντίον. Καὶ γὰρ τὸ δυνάμει
1.240 ἐνόν τινι μέρος ἐστὶ τῆς ὑπάρξεως· τὸ γὰρ εἶδος αὐτοῦ πεφυκέναι λέγεται πρὸς ἄλλο καὶ δυνάμει εἶναι͵ ὡς ὁ χαλκὸς ἀνδριάς· φύσει γὰρ εὔπλαστος ὁ χαλκός͵ καὶ τὸ εὔπλαστον οἷον μέρος ἐστὶ τῆς χαλκοῦ φύσεως. Ἀλλ΄ εἰ ταὐτὸν ὕπαρξις καὶ αἰτία͵ πῶς ἡ μέν ἐστιν ὁμοειδής͵ ἡ δὲ ἀνομοειδὴς γέννησις; ἢ ὅση μὲν κατὰ τὴν ὕπαρξιν͵ ὁμοειδής͵ ὅση δὲ οὐχ ἁπλῶς͵ ἀλλὰ τὴν νεύσασαν πρὸς ἑτέρου γέννησιν͵ ἀνομοειδής; Μήποτε γὰρ ἡ αἰτία μηδὲν ἄλλο εἴη ἢ ὕπαρξις εἰς ἑτερότητα νεύσασα͵ καὶ διὰ τοῦτο ἑτεροποιὸς γενομένη͵ ἡ δὲ ἐφ΄ ἑαυτῆς μείνασα͵ ταυτοποιός. Ἀλλὰ μὴν καὶ ἡ ὁμοειδής͵ εἰ μὴ νεύσειεν ἡ ἁπλῶς ὕπαρξις͵ οὐκ ἂν γεννηθείη· καὶ γὰρ ὅλως τὸ γεννῶν αἴτιον τοῦ γεννωμένου. Τίς οὖν ἡ διαφορὰ τῆς αἰτίας͵ εἴπερ πᾶσα αἰτία νεῦσίς ἐστι τοῦ γεννῶντος πρὸς τὸ γεννώμενον; Τάχα οὖν ἄμεινον ὕπαρξιν λέγειν διττήν͵ τὴν μὲν κατὰ τὸν ὁμοιομερῆ μερισμόν͵ τὴν δὲ κατὰ τὸν ἀνομοιομερῆ μερισμόν͵ τὴν δὲ κατὰ πλάτος. Πάντα γὰρ ὅσα ἀπ΄ αὐτοῦ πρόεισι περιέχεται ἐν τῷ προάγοντι͵ κατὰ μίαν συναίρεσιν͵ ἣν ὕπαρξιν ἐκείνου τίθεσθαι ἀναγκαῖον. Ὅσα γὰρ ἕκαστόν ἐστι͵ τοσαῦτα προβάλλεται ἀφ΄ ἑαυτοῦ͵ καὶ ἔστι τὰ παραγόμενα πάντα ἀνέλιξις τῆς τοῦ παράγοντος συναιρέσεως͵ ὡς πᾶς ἀριθμὸς τῆς μονάδος ἐστὶ προποδισμός· οὕτω γὰρ καὶ τὸ μὲν ὁλικόν͵ τὰ δὲ μερικώτερα λέγομεν ὅσα διανέμεται κατὰ μέρη τὴν τοῦ ὅλου περιοχήν. Πῶς γάρ; οὐκ ἀνάγκη τὸ ἁπλῶς ζῷον πάντα ὅσα ἐστὶ ζῷα περιέχειν͵ οὐ μόνον κατὰ βάθος͵ οἷον οὐράνιον καὶ ἀέριον͵ καὶ ὑδραῖον καὶ χθόνιον͵ ἀλλὰ καὶ κατὰ πλάτος͵ οἷον ἄνθρωπον καὶ βοῦν καὶ ἵππον; Οὕτω δὲ καὶ ἡ νοῦ ὕπαρξις οὐ μόνον τὸ συνῃρημένον ἐν αὐτῷ βάθος͵ ἀλλὰ καὶ τὸ πολύμορφον τῶν εἰδῶν πλάτος͵ ὥσπερ καὶ ἐν τῷ διίῳ νῷ καὶ ἐν αὐτῷ τῷ θεῷ πάντες εἰσὶ καθ΄ ὕπαρξιν͵ οἱ μὲν ὁλοτελῶς προϊόντες τὴν κατὰ βάθος συνῃρημένην͵ οἳ καὶ προέρχονται παντελεῖς͵ καὶ τῷ ὅλῳ συνωνυμοῦντες͵ ὡς οἱ ζ δὶς ἐπέκεινα δημιουργοὶ παρὰ τοῖς θεουργοῖς͵ οἱ δὲ κατὰ μέρος προερχόμενοι καὶ διανεμόμενοι τὴν τοῦ ὅλου διανομήν·
1.241 καὶ διὰ τοῦτο τῆς γεννώσης ἐξιστάμενοι φύσεως͵ καὶ ἑτερώνυμοι καθιστάμενοι πρὸς αὐτήν͵ ἀπ΄ αὐτῆς μὲν γεννῶνται͵ κατὰ δέ τι τῶν τὴν ὕπαρξιν αὐτὴν συμπληρούντων͵ ἀλλ΄ οὐ καθ΄ ὅλην αὐτήν. Οὕτως ἄρα καὶ ἡ ἀνομοειδὴς ἀπὸ τῆς ὑπάρξεως πρόεισι τῆς διῃρημένης͵ καὶ κατά τι τῶν ἐν αὐτῇ διῃρημένων. Ἀλλ΄ ἡ Διὸς σειρὰ πῶς ἀπὸ Διὸς μία τῶν πολλῶν ἀπό του σειρῶν ἀπορρεουσῶν; ἢ πᾶσα συνωνυμία καθ΄ ὅλον παράγεται τὸ παράγον· καὶ διὰ τοῦτο τῷ ὅλῳ συνωνυμεῖ͵ εἰ καί πη ἀποκλίνει μᾶλλον διὰ τὸ μερικώτερον· πᾶς γὰρ Ζεὺς πάντων θεῶν πατήρ͵ εἰ κατά τινα μᾶλλον τῶν ἐν αὐτῷ θεῶν προελήλυθεν. Ὁ μὲν γὰρ δὶς ἐπέκεινα πανταχοῦ ὅλος· εἰ δὲ καλοῖτο καὶ αὐτὸς Ζεύς͵ καὶ μία τῶν ἐν αὐτῷ μερικῶν πηγῶν Ζεύς͵ ὡς ἄλλη ῞Ηλιος͵ καὶ ἄλλη Ἀθηνᾶ· καὶ γὰρ ἑκάστη θεοῦ σειρὰ μερικὴ ἀπὸ πηγῆς τινος ἀπορρεῖ μερικῆς. Οὕτως οὖν εἴ τις εἴη πηγὴ Διὸς καλουμένη͵ ὁμώνυμος τῇ ὅλῃ͵ καὶ αὐτὴ παράξει σειρὰν ἀφ΄ ἑαυτῆς μερικήν. Μήποτε δὲ ἡ μὲν ὅλη πηγὴ οὐκ ὀνομάζεται Ζεύς͵ ἡ δὲ μερικὴ μόνη͵ ἤγουν ἀνάπαλιν· εἰ δὲ κοινὸν τὸ ὄνομα͵ ὁμωνυμία ἔστω· φύσις γὰρ ἑκατέρας διάφορος͵ εἴπερ ἐστὶν ἡ μὲν τῶν ὅλων πηγῶν͵ καὶ σειρὰν πηγαίαν μόνον ἀφίησιν ἀφ΄ ἑαυτῆς͵ ἡ δὲ τῶν μερικῶν καὶ πρόεισιν εἰς ἀρχὰς καὶ ἀρχαγγέλους͵ καὶ ἀζώνους καὶ ζώνας͵ ὡς νόμος ἐστὶ τῆς προόδου τῶν μερικῶν ὑμνουμένων πηγῶν· ἤδη γὰρ καὶ ἐπὶ ἄλλων πηγῶν ὁλικῶν τε καὶ μερικῶν ἡ ὁμωνυμία τεθεώρηται͵ εἰ καί τις ἅμα καὶ συγγένεια θεωροῖτο τῆς φύσεως͵ καὶ τὴν ὁμωνυμίαν παρασχομένη͵ καθάπερ διίων καὶ τῶν συνοχέων͵ καὶ τῶν τελεταρχῶν τῶν ἀρχικῶν. Πᾶσα γὰρ ἀρχὴ ἀπὸ μερικῆς πηγῆς ἀπορρεῖ. Τοιγαροῦν καὶ ἡ ἀρχικὴ ἑκάστη ἀπὸ τοῦ στεφάνου λέγεται ἀπορρεῖν͵ ὡς ἡ ἀρχικὴ ψυχὴ καὶ ἡ ἀρχικὴ ἀρετὴ ἀπὸ τῶν κατὰ τὸν ζωστῆρα μερικῶν πηγῶν. Οὕτω δὲ καὶ ἀμειλίκτων πηγὴν μερικὴν ἐγκαταριθμεῖ ταῖς μερικαῖς πηγαῖς ὁ Ἰάμβλιχος͵ ὥσπερ ταῖς ὅλαις. Τί οὖν θαυμαστὸν εἴ τις ποιοῖ μερικὴν πηγὴν δημιουργικὴν ἄλλην παρὰ τὴν ὅλην͵ καὶ πᾶσαν περιεκτικήν͵ οἵαν ποιοῦσι τὴν ἐπὶ μαγειῶν͵ ἀφ΄ ἧς οἰκείαν σειρὰν ἀπορρεῖν μερικήν͵ τὸ δὲ τοῦ διὸς