1.242 ὄνομα φέροι ἐφ΄ ἑκατέρας͵ καὶ τὸ τοῦ δημιουργοῦ͵ ἀλλ΄ ὅπου μὲν ὡς ἀντι διῃρημένον τῷ τελεσιουργῷ καὶ φρουρητικῷ͵ καὶ καθαρτικῷ͵ καὶ τοῖς μερικοῖς ἰδιώμασι τῶν μερικῶν πηγῶν͵ ὅπου δὲ καλῶν δημιουργικὸν τὸ πᾶν τῶν περὶ ὕλης διατριβόντων αἰτίων περιεκτικόν. Ταῦτα μὲν τοίνυν τοιούτους ἀνέχω τοὺς ἀπολογισμούς. Ἐκεῖνο δὲ ἐκ πάντων συλλογιστέον͵ ὅτι τὰ ἐν τῇ προόδῳ μεριζόμενα τῇ ἀφ΄ ἑνὸς ἐν τῷ ἑνὶ πάντη προείληπται τούτῳ κατὰ συναίρεσιν͵ οἷον σειρὰ ἑκάστη ἐν τῇ οἰκείᾳ μερικῇ πηγῇ͵ καθάπερ μόνη διάριθμος͵ καὶ ἡ πηγαία σειρὰ ὅλη τῆς ἑβδομάδος ἐν τῇ ὅλῃ πηγῇ· ἀλλὰ καὶ ἅπας ὁ τῶν μερικῶν πηγῶν ἀριθμὸς ἐν τῇ ὅλῃ οἰκείᾳ πηγῇ· προείληπται γὰρ τῶν ἔξω περὶ τὰς ὅλας πηγὰς ὑφισταμένων μερικῶν πηγῶν ὁ τῶν εἴσω μεριζομένων πολλῶν μερῶν πηγῆς ἑκάστης ὁλοτελοῦς μερισμός. Ὁ γὰρ περικείμενος τοῖς μέρεσι κόσμος ἀναλογεῖ τοῖς κοσμουμένοις ὑπ΄ αὐτοῦ μέρεσι τοῦ θείου μορφώματος. Ὁ μέν γε ζωστὴρ ἀναλογεῖ ταῖς ἐζωσμέναις λαγόσι τῆς θεοῦ͵ ὁ δὲ στέφανος τοῖς κροτάφοις καὶ τῷ μετώπῳ τῆς θείας κεφαλῆς. Πάλιν δὲ ὁ μερισμὸς οὗτος τῶν μερῶν κατὰ πλάτος ὢν τῆς θεοῦ καὶ ἀπὸ τῆς ἀπορρεούσης ἑβδομάδος͵ ἀριθμὸς ἐν τῇ μονάδι κατὰ βάθος προειλημμένος͵ ἐν τῷ ἀμερίστῳ καὶ ὅλῳ συνήνωται. Καὶ δὴ καὶ ἡ ἕλης τῶν πρώτων πηγῶν ἑβδομὰς ἐν ταῖς τριάσι τῶν πρεσβυτέρων πηγῶν συνῄρηται͵ καὶ αἱ τριάδες αὖ πάλιν ἐν τῇ μίᾳ πηγῇ τῶν πηγῶν· ὥστε καὶ πᾶς ὁ μετ΄ αὐτὴν εἴτε πηγαῖος μερισμός͵ εἴτε μερικώτερος ἐν αὐτῇ συνῄρηται μονοειδῶς. Εἰ δέ ἐστιν ἐν αὐτῇ τὰ πολλὰ συνῃρη μένα͵ ἀφ΄ ὧν διαιρεῖται καὶ τὰ πολλὰ ἄλλα ἀλλαχοῦ διακρινόμενα͵ πάντως ὅτι ἐν τῇ ἀκρότητι τοῦ νοητοῦ καταπίνεται καὶ ἡ τοῦ πλήθους ἔμφασις ὑπὸ τῆς ἑνώσεως. Τοῦτό τε οὖν πειστέον ἐκ τῶν εἰρημένων καὶ ὅτι πανταχοῦ τὸ ἔξω πλῆθος διακρινόμενον ἐν τοῖς ἀπογεννωμένοις ἀπὸ τοῦ εἴσω συνῃρημένου ἐν τοῖς γεννῶσιν ἐκφύεται· ὥστε καὶ ἀντιστρέφοντα ἀληθὲς εἶναι εἰπεῖν͵ ὡς εἰ πολλὰ
1.243 εἶναι ἐν τῷ γεννῶντι͵ πάντως ὅτι καὶ ἐν τῷ προσεχῶς γεννωμένῳ ταῦτα διαβαίνει. Καὶ εἰ ἐν τῷ γεννωμένῳ πολλὰ ἔξω διακριθείη͵ πάντως ὅτι καὶ ἐν τῷ προσεχῶς γεννῶντι τὰ πολλὰ προφαίνεται· αἴτιον δὲ τὸ γόνιμόν τε εἶναι͵ ὃ προϋπάρχει ἐν τῷ γεννῶντι͵ καὶ πᾶν ὅπερ ὁρᾶται ἐν τῷ γεννωμένῳ προ ϋπογράφεσθαί πως ἐν τῇ γεννώσῃ αἰτίᾳ κατὰ τὴν ἐκείνης ὕπαρξίν τε καὶ συναίρεσιν. Τρίτον δὲ τούτοις ἑπόμενον͵ ὡς πάντα ἀεὶ τὰ δεύτερα ἐν τοῖς προτέροις͵ καὶ τὰ μερικώτερα ἐν τοῖς ὁλικωτέροις προείληπται͵ τὰ μὲν ὁμοειδῆ κατὰ βάθος͵ τὰ δὲ ἀνομοειδῆ κατὰ πλάτος ἔχοντα τὴν πρόληψιν. Τέταρτον δὲ ὅτι πάντα μεμέρισται εἰς τὰς οἰκείας τάξεις τε καὶ ὑπάρξεις· οὐδὲν μέντοι ἧττον πάντα ἐν πᾶσιν ἐστίν͵ οἰκείως δὲ ἐν ἑκάστοις͵ ὅπου μὲν ἀδιάκριτα͵ ὅπου δὲ διακρινόμενα͵ ὅπου δὲ διακεκριμένα͵ καὶ τούτων αὖ πάλιν͵ ὅπου μὲν ὡς στοιχεῖα ἐν τῷ στοιχειωτῷ͵ ὅπου δὲ ὡς μέρη ἐν ὅλῳ͵ ὅπου δὲ ὡς εἴδη καὶ ἀριθμὸς εἰδῶν ἐν μονάδι. Ἀνάλογον δὲ τῷ εἴσω πλήθει καὶ τὸ ἔξω πρόεισιν͵ ὅπου μὲν ὡς ἀριθμὸς ἀπὸ μονάδος οἱ πολλοὶ νόες ἀπὸ τοῦ ἑνὸς νοῦ͵ ὅπου δὲ ὡς μέρη ἀφ΄ ὅλου͵ οἷον αἱ πολλαὶ ζωαὶ ἀπὸ τῆς μιᾶς͵ ὅπου δὲ ὡς στοιχεῖα ἀπὸ τοῦ στοιχειωτοῦ͵ ὡς ἀπὸ μιᾶς οὐσίας αἱ πολλαὶ οὐσίαι. Διόπερ αὗται μὲν ἀλλήλαις ὅτι μάλιστα συμπεφύκασι͵ καὶ ἡνωμέναι εἰς τρόπον τινὰ ἀδιάκριτον͵ αἱ δὲ ζωαὶ διακρίνονται μᾶλλον͵ καὶ ὡς μέρη ὅλου πρὸς ἀλλήλας εἰσίν͵ οἱ δὲ ἀριθμοὶ καὶ οἱ νόες εἰς αὐτοτελεῖς διακέκρινται περιγραφάς· ὅθεν γνωριμώτερόν ἐστι πολλοὺς εἶναι νόας μετὰ τὸν ἕνα καὶ ἀπὸ τοῦ ἑνός͵ ζωὰς δὲ εἶναι πολλὰς αὐτοτελεῖς οὔσας πρὸ τῶν νόων οὐχ ὁμοίως γνώριμον͵ καὶ οὐσίας γε ἥκιστα διὰ τὴν πολλὴν ἕνωσιν καὶ στοιχειώδη. Εἰ δὲ μὴ καὶ σαφές ἐστιν͵ ἀλλ΄ ὅμως ἀναγκαῖον ὁμολογεῖν καὶ ζωὰς εἶναι πολλὰς καὶ οὐσίας͵ εἴπερ ἡ μὲν οὐσία στοιχειωτόν ἐστι καὶ μικτὸν ἐκ στοιχείων͵ ἡ δὲ ζωὴ κατὰ τὸ διακρινόμενον ὑφεστῶσα ὅλων ἐστὶ καὶ ἐκ μερῶν͵ ὁ δὲ νοῦς εἶδος ἐξ εἰδῶν. Ἕκαστον ἄρα ἓν καὶ πολλά· πᾶν δὲ τὸ εἴσω πλῆθος͵ ὡς εἴρηται͵ γεννητικόν ἐστι τοῦ ἐκτός. Δεῖ ἄρα καὶ μετὰ τὴν μίαν οὐσίαν τὰς πολλὰς οὐσίας προϊέναι καθ΄ ἕν τι τῶν πολλῶν στοιχείων ἐπικρατοῦν εἰδοποιουμένην ἑκάστην͵ καὶ μετὰ τὴν μίαν ζωὴν τὰς πολλὰς ζωὰς ἀπορρεῖν ἄλλην κατ΄ ἄλλο τι τῶν μερῶν ἰδίωμα κρατουμένην͵ ὥσπερ καὶ μετὰ τὸν ἕνα νοῦν οἱ πολλοὶ προεληλύθασι νόες͵ ἄλλος κατ΄ ἄλλο τι τῶν πολλῶν εἰδῶν κρατούμενος· ἀεὶ γὰρ τὸ εἴσω πλῆθος γεννητικόν ἐστι τοῦ ἐκτός· μᾶλλον δὲ ὧδε ῥητέον ὡς τὸ μὲν ὅλον γεννᾷ
1.244 καὶ τὸ ὅλον͵ τὸ δεύτερον ὅλον͵ τὰ δὲ μέρη καθ΄ ἑαυτὰ τὰ ἐν τῷ δευτέρῳ μέρη͵ τὸ δὲ ὅλον καθ΄ ἕκαστον τῶν μερῶν ὅλον τι μερικώτερον. Οὕτω δὲ καὶ ἐπὶ τοῦ στοιχειωτοῦ καὶ τῶν στοιχείων͵ καὶ ἐπὶ τῆς μονάδος καὶ τοῦ παντὸς ἀριθμοῦ· καὶ γὰρ ἡ μονὰς τὸ ἑκάστου ἀριθμοῦ γεννᾷ μοναδικόν͵ τὸ δὲ ἐν τῇ μονάδι πλῆθος τὸ πανταχοῦ πλῆθος· ἡ μέντοι μονὰς κατὰ τὸν ἐν ἑαυτῇ ἀριθμὸν πάντα τε ἀθρόως τὸν ἀριθμὸν καὶ ἕκαστον καθ΄ ἓν εἶδος εἰδοποιούμενον͵ ὅλον τι συνειληφὸς ἐν ἑαυτῷ πλῆθος οἰκεῖον. Ἔτι τοίνυν πρὸς τούτοις ἐκεῖνο συναγάγωμεν͵ ὅτι πάντα ἐν τοῖς προτέροις συνῄρηται ὅσα ἐν τοῖς ὑστέροις ἐπιδιακρίνεται· διὸ πάντα καὶ ἐν τῷ νοητῷ καὶ ἐν τῷ νοερῷ διακόσμῳ καὶ ἐν τῷ μέσῳ· ἀλλὰ γὰρ καὶ ἐν ἑκάστῳ τῶν κοιλοτέρων μέχρι τοῦ αἰσθητοῦ· ἀλλ΄ οἰκείως ἐν ἑκάστοις τά τε ἄλλα͵ καθ΄ ὅσα ἄν τις ἀφορίσαιτο τὸ οἰκεῖον ἑκάστοις͵ καὶ δὴ καὶ κατὰ τὸ μᾶλλον καὶ ἧττον͵ μᾶλλον δὲ τὸ ἰδιότροπον ἑκασταχοῦ τῆς ἑνώσεως καὶ τῆς διακρίσεως͵ ἐπεὶ καὶ τῷ περιέχοντι καὶ περιεχομένῳ διοίσουσιν ἀλλήλων. Τί οὖν; ἡ πρόοδος τῶν δευτέρων ἀπὸ τῶν προτέρων οὐκ ἔστι γέννησις͵ ἀλλ΄ ἔκφανσις μόνον καὶ διάκρισις͵ ὥς φαμεν͵ τῶν ἄνω κεκρυμμένων καὶ συνῃρημένων; ἢ διάκρισιν λέγομεν τὴν ἱστῶσαν ἕκαστον κατὰ τὴν ἑαυτοῦ ὕπαρξιν͵ ἣ πρότερον οὐκ ἦν αὐτοῦ ἰδιότης· οὔπω γὰρ εἰς ἰδιότητα διεκέκριτο κατὰ τὴν ὅλην συναίρεσιν· ἦν γοῦν αὕτη ἄλλου ὕπαρξις τοῦ κατ΄ αὐτὴν ὁλο φυῶς ὑπάρξαντος͵ ὥστε ταὐτὸν εἰπεῖν διακρίνεσθαι καὶ γεννᾶσθαι τὰ δεύτερα ἀπὸ τῶν προτέρων. Ἆρα οὖν πάντα συνῄρηται ἐν τοῖς πρὸ αὐτῶν ὅσα μετὰ ταῦτα διακέκριται; οὕτω γὰρ ἔσται συνῃρημένα καὶ τὰ ἄτομα τῶν εἰδῶν· ἡ γὰρ διάκρισις καὶ ταῦτα ἀπὸ τῶν πρώτων παρήγαγεν. Τοῦτο δὲ ἀτοπώτατον· ἢ γὰρ ἀπολείψει καὶ τὴν συναίρεσιν τὰ αἴτια τῶν ἀτόμων͵ ὅταν μηκέτι ᾖ͵ ἢ ὅταν μήπω ᾖ· καὶ ἔσται τι μὴ ἀεὶ ἐν τῷ αἰωνίῳ͵ ἢ μάτην ἔσται ἀεί͵ τῶν αἰτιατῶν μὴ ὄντων ἀεί· διὰ τοῦτο γὰρ οὐδὲ παραδείγματα τῶν ἀτόμων ποιοῦμεν· ὥστε οὐδὲ τὰς προσυναιρέσεις τῶν τοιούτων ποιητέον. Ἀλλὰ μὴν ἐκ τῶν προτέρων καὶ ταῦτα γεννᾶται οὐ κατὰ ἀναγκαῖον προσυνῃρῆσθαι ἐν τῷ γεννῶντι τὸ γεννώμενον;