ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.245-1.247)


1.245 ἢ τάχα μὲν τὰ τὸ εἶναι ποιοῦντα καὶ ἀπὸ τῆς ἑαυτῶν οὐσίας προβαλλόμενα τὰ οἰκεῖα γεννήματα͵ ταῦτά ἐστι τὰ προειληφότα τῶν γεννωμένων τὰς συναιρέσεις͵ ὅσα δὲ ταῖς ἐκτὸς ἐνεργείαις ἔξω πλάττει τὰ εἴδη͵ ὡς ἐπὶ τῶν τεχνητῶν͵ ταῦτα οὐκέτι προείληφεν. Οὕτω δὲ καὶ τὰ ἄτομα γίνεται τῶν εἰδῶν ταῖς ἔξω τεινομέναις ἐνεργείαις τῶν κινου μένων αἰτίων. Πόθεν οὖν ἡ τοιάδε εἰδοποιία προέρχεται; ἀλλ΄ ἔξω πλάττεται· καὶ πόθεν πλάττεται͵ εἰ μὴ προειλήφοι τὸ πλάττον αὐτήν; ἢ τὰς οἰκείας ἐνεργείας εἰδοποιεῖ πρὸς τὴν πλάσιν͵ καὶ γίνεται τῶν εἰδῶν πρόληψις οὐκ ἐν ταῖς οὐσίαις͵ ἀλλ΄ ἐν ταῖς ἄλλοτε ἄλλως ἐχούσαις ἐνεργείαις. Πόθεν δὲ αἱ ἐνέργειαι εἰδοποιοῦνται; ἢ ἀπὸ τῶν καθόλου προειλημμένων εἰδῶν αἱ ἀεὶ προχειριζόμεναι ἄτομοι ἐνέργειαι͵ μεταβαλλόμεναι τοιωσδί͵ πλαττόμεναι καὶ σχηματιζόμεναι͵ καί͵ τὸ ὅλον εἰπεῖν͵ εἰδοποιούμεναι͵ ἀποτελεστικαὶ γίνονται τῶν ἀτόμων· καὶ αὕτη ἐστὶν ἡ τῶν ἀτόμων πρόληψις ἡ ἐν ταῖς μεταβαλλομέναις ἐνεργείαις μεταβαλλομένη͵ καὶ αὐτὴ μεταρρυθμιζομένων ἄλλοτε ἄλλως τῶν ἐνεργειῶν. ῎Ητοι οὖν οὕτω διοριστέον περὶ τούτων͵ ἢ εἴ τις ἡμᾶς ἀναγκάσειε λόγος͵ καὶ τὸ ἀκίνητον αἴτιον εἶναι τῶν κινουμένων͵ οἷον τῶν γιγνομένων καὶ φθειρομένων ἀτόμων τὸν νοῦν εἶναι δημιουργόν͵ καὶ ὅλως τὴν πρώτην οὐσίαν͵ καὶ τήν γε μίαν τῶν ὅλων ἀρχήν· τί γὰρ οὐκ ἂν ἐκεῖθεν προΐοι; πῶς δὲ οὐ πάντων αἰτία εἶεν ἂν αἱ προκαθήμεναι πάντων ἀρχαί; τί δὲ τῶν δευτέρων οὐ περιέχεται ὑπὸ τῶν προτέρων; Εἰ δ΄ οὖν ταῦτα πείθοιτό τις͵ ὡς ἔγωγε πείθομαι͵ τί ἐροῦμεν πρὸς τὴν ἀπορίαν; ἢ τὴν ἀκίνητον αἰτίαν ἐν τῷ ἑαυτῆς ἀκινήτῳ συνῃρηκέναι͵ καὶ ταῦτα τὸν κοινὸν τρόπον τῆς καὶ ταῦτα ἀεὶ γεννώσης͵ οἷον ἀενάου φύσεως πάμφορος ἡ αἰτία καὶ οἰστικὴ πάντων ἁπλῶς τῶν ἐπ΄ ἀπείρων γεννωμένων. Ὡς οὖν τοιούτων ἀθρόως ἁπάντων͵ καί͵ ὡς σαφέστερον εἰπεῖν͵ τῶν ἀεί ποτε ἀτόμων προείληφε μίαν αἰτίαν͵ οὐκ ἴδιον ἐμοῦ οὐδὲ σοῦ͵ καὶ ἐμοῦ δὲ ὅμως καὶ σοῦ καὶ τῶν πρότερόν ποτε καὶ τῶν αὖθίς ποτε· ταύτῃ οὖν συνῄρηται ἐν ἐκείνῃ τὰ ἄτομα· καὶ ταύτῃ ἀπ΄ αὐτῆς διακρίνεται͵ ὥσπερ τὸ ἡλίου φῶς μένει τε ἐν τῇ ἑαυτοῦ κοινότητι ἀΐδιον͵ καὶ ἐπιμερίζεται ἀτόμως ἑκάστοις͵ ὅτι φωτιστικὴν

1.246 ἔχει τῶν ἀτόμων ὀφθαλμῶν ἁπάντων μίαν αἰτίαν. Τοσαῦτα καὶ περὶ ταύτης εἰρήσθω τῆς ἀπορίας. Ἀλλὰ μὴν καὶ ἐκεῖνο προσθετέον τοῖς διωρισμένοις͵ ὅτι ὕπαρξίς ἐστι πανταχοῦ τὰ ἑκασταχοῦ ἢ συνῃρημένα ἢ διακεκριμένα͵ ὥστε ἡ μὲν ἐν Διὶ Ἀθηνᾶ ὕπαρξις τοῦ Διός͵ ἡ δὲ ἀναθοροῦσα ἀπὸ τῆς αὐτοῦ ἀκρότητος αὐτὴ δήπου ἡ Ἀθηνᾶ. Ἀλλὰ καὶ ἡ ἐν ἄλλῳ μέθεξις͵ οἵα ἡ ἐν τῇ κόρῃ Ἀθηνᾶ͵ τῆς κόρης ὕπαρξις. Καὶ εἰ οὕτως οἱ φιλόσοφοι λέγοιεν ὅτι τριττὸν ἕκαστον͵ ἢ κατ΄ αἰτίαν͵ ὡς ἐν Διί πως ὑπάρχουσα ἡ Ἀθηνᾶ͵ ἢ καθ΄ ὕπαρξιν͵ ὡς ἡ καθ΄ ἑαυτήν͵ ἢ κατὰ μέθεξιν͵ ὡς ἐν κόρῃ γεγονυῖα͵ καλῶς λέγουσιν͵ πλὴν ὅτι πάσας ὑπάρξεις διοριστέον͵ τὴν μὲν τοῦ Διός͵ ὅτι ἡ αὐτὴ συμπληροῖ τὴν διακεκριμένην ὕπαρξιν τοῦ Διός͵ τὴν δὲ αὐτῆς καθ΄ ἑαυτήν͵ τὴν δὲ τῆς κόρης͵ ὅτι καὶ αὐτὴ συμπληροῖ τῆς κόρης τὸ πλῆθος. Ἴδοι δ΄ ἄν τις αὐτὸ καὶ διαλεκτικώτερον. Τὰ γὰρ λεγόμενα γένη τοῦ ὄντος ἑκασταχοῦ συμπληροῖ τὴν ἐξ αὐτῶν συνεστῶσαν ὑπόστασιν͵ ἀλλὰ τὴν μὲν οὐσίαν ἡνωμένα͵ τὴν δὲ ζωὴν διακρινόμενα͵ τὸν δὲ νοῦν διακεκριμένα͵ καὶ τὸν μὲν ἁπλῶς κατὰ τὴν ἰσοστάσιον διάκρισιν͵ τὸν δὲ μερικώτερον ἀεὶ κατὰ τὴν ἐπικλίνουσαν πρὸς τόδε ἢ τόδε τῶν γενῶν ἢ τῶν μερῶν ἢ τῶν εἰδῶν κατὰ τὴν ἐπικράτειαν. Ἔστι δὲ λογικώτερον ὁ ἁπλῶς ἄνθρωπος ἐν τῷ ζῴῳ κατὰ τὴν ὁλοφυῆ καὶ πάντων ζῴων περιεκτικὴν τοῦ ζῴου μίαν ὕπαρξιν· ἀλλὰ καὶ μετὰ τὸ ζῷον καθ΄ ἑαυτὴν ἡ ἀνθρώπου ὕπαρξις· ἐκ δὲ τρίτων ἐν τῷ χερσαίῳ ἀνθρώπῳ καὶ ἐν ἐμοί γε τῷ ἀτόμῳ ὁ ἁπλῶς ἄνθρωπος͵ οἷον στοιχεῖον͵ ὡς ἐν ἀνθρώπῳ τὸ ζῷον· καθ΄ ὕπαρξιν ἄρα καὶ τοῦτο. Καὶ γὰρ εἰ ἄνωθεν ἐνδίδοται καὶ ταύτῃ μέθεξις͵ ἀλλ΄ ἡ ἔνδοσις αὕτη τοῦ εἰς ὃ ἐνδίδοται μέρος γίγνεται τῆς ὑπάρξεως. Τοσαῦτα καὶ περὶ τούτων. Φέρε τοίνυν ἐξ ἀρχῆς ἐπανέλθωμεν εἰς τὰ ἐχόμενα τῶν ἐξ ἀρχῆς ἀπορημάτων. Ὅτι μὲν δὴ καὶ ἐν τῷ ὁμοειδεῖ ἐστί τι ἀνομοειδές͵ καὶ ἐν τῷ ἀν ομοειδεῖ ὁμοειδές͵ ὡς ὁ ἀπορῶν διετείνετο λόγος͵ ἀνάγκη ὁμολογεῖν· ἀλλ΄ οὐδὲν ἧττον͵ ἡ μέν ἐστιν ὁμοειδὴς πρόοδος͵ ἡ δὲ ἀνομοειδής· καθόσον Ἀφροδίτη μὲν πᾶσα καὶ Ἀθηνᾶ πᾶσα μένει πως ἐν τοῖς ὅροις τῆς πρώτης Ἀθηνᾶς καὶ τῆς πρώτης Ἀφροδίτης͵ κἂν ἐξαλλάττηται κατ΄ εἶδος͵ ἕκαστον μερικώτερον

1.247 τῆς αὐτῆς ἰδιότητος. Κατὰ γοῦν τὸ κοινὸν καὶ μένον καὶ ἡ τοῦ ὀνόματος κοινωνία καὶ ἡ τοῦ μερισμοῦ ἐπιμένει· διὸ πάσης τῆς ῞Ηρας ἕως ἀφ΄ ἑνὸς καὶ πρὸς ἓν προϊόντος. Ἐὰν μέντοι Ἔρως ἀπὸ Ἀφροδίτης ἢ ἀπὸ Διὸς Ἀθηνᾶ προΐοι͵ ἀνομοειδὴς ἡ πρόοδος͵ ὅτι ἐξέβη τοὺς ἀφροδισίους ὅρους ὁ Ἔρως͵ καὶ ἡ Ἀθηνᾶ τοὺς διίους· καίτοι πάντως ἔχει τι ἡ μὲν Ἀθηνᾶ δίιον͵ ὁ δὲ Ἔρως ἀφροδίσιον͵ καθὸ καί τι ὁμοειδὲς ἔχουσι πρὸς τοὺς παράγοντας· ἀλλὰ τοῦτο οἷον ὡς ἐν διαφέρουσι σώζεται ὅροις͵ καθάπερ ἐκεῖ τὸ διαφέρον ἐν τοῖς κοινοῖς ὅροις ἐμφαίνεται. Οὐκ ἄρα ταύτῃ ὁμοειδὴς Ἀθηνᾶ καὶ Ζεὺς ᾗ θεοὶ καὶ ᾗ νόες καὶ ᾗ δημιουργοί· ταῦτα γὰρ κοινὰ καὶ τοῖς ὁμοειδέσι σύνεστιν͵ οἷον ταῖς πολλαῖς Ἀφροδίταις· δημιουργικαὶ γὰρ αἵγε πάνδημοι αὐτῶν· καὶ νόες καὶ θεαὶ πᾶσαι· καὶ δὴ καὶ Ἔρωτες καὶ Ἀφροδίται οὕτως ὁμογενεῖς. Οὐ τοίνυν τοῖς κοινοτέροις γένεσι τὸ ὁμοειδὲς ὁριστέον͵ ἀλλὰ ταῖς κυριωτέραις ὑπάρξεσιν͵ ἐφ΄ ὧν θεωρεῖται καὶ τὰ κύρια τῶν ὀνομάτων. Ἀφροδίται μὲν ἄρα πᾶσαι ὁμοειδεῖς μετά τινος ἑτερότητος͵ Ἔρωτες δὲ καὶ Ἀφροδίται ἀνομοειδεῖς μετά τινος ταυτότητος· εἰσὶ δὲ γενικώτεραι ὁμοειδεῖς ἐπωνυμίαι καὶ ἀνομοειδεῖς͵ αὗται μὲν ὡς ἀπὸ ἑνάδος οὐσία͵ καὶ ἀπὸ οὐσίας ζωή͵ καὶ ἀπὸ ζωῆς νοῦς͵ καὶ ἀπὸ νοῦ ψυχὴ καὶ ἀπὸ ψυχῆς τὸ σωματοειδές͵ ἄλλον δὲ τρόπον ἀπὸ ἑνὸς τὸ ἡνωμένον͵ καὶ ἀπὸ τούτου τὸ διακρινόμενον͵ καὶ ἀπὸ τούτου τὸ διακεκριμένον· καὶ μέχρι τοῦ ταῦτα ἀκίνητον͵ εἶτα τὸ αὐτοκίνητον͵ εἶτα τὸ ἑτεροκίνητον͵ ἐκεῖναι δὲ ὡς ἀπὸ θεοῦ θεοί͵ καὶ ἀπὸ οὐσίας οὐσίαι͵ καὶ ἀπὸ ζωῆς ζωαί͵ καὶ ἀπὸ νοῦ νόες͵ καὶ ἀπὸ ψυχῆς ψυχαί͵ καὶ ἀπὸ τοῦ ἑνὸς φυσικοῦ ζῴου τὰ πολλὰ τοιαῦτα ζῷα. Τίς οὖν ἂν εἴη τῶν δυεῖν πρεσβυτέρα; πότερον ἡ ὁμοειδὴς ἢ ἀνομοειδής; ἀλλ΄ εἰ τὸ ὅμοιον πρὸ τοῦ ἀνομοίου γεννᾶται͵ καὶ εἰ οἱ νοητοὶ θεοὶ πρὸ τῶν νοητῶν οὐσιῶν ἀπὸ τοῦ ἁπλῶς θεοῦ προΐασιν͵ καὶ ἐπὶ τῶν ἄλλων ἑξῆς ὁ αὐτὸς λόγος. Ἔτι δὲ εἰ ἡ μὲν ὑποβεβηκότα κόσμον ὑφίστησιν͵ οἷον τὴν νοερὰν καὶ νοητὸν ἀπὸ τοῦ νοητοῦ καὶ νοεροῦ͵ καὶ οὕτως ἑξῆς͵ ἡ δὲ τὸν αὐτὸν κόσμον ποιεῖ͵ οἷον ὁ Κρόνος γεννᾷ τὸν τιτανικὸν ἑαυτοῦ διάκοσμον͵ γεννᾷ δὲ τὸν